<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg117.perseus-grc2"><div type="textpart" subtype="section" n="5"><p rend="indent">καὶ γὰρ εἰ ζητεῖ πάντως ἡ φύσις τὸ ἡδὺ καὶ τὸ χαίρειν, τὸ μὲν σῶμα τῶν γερόντων ἀπείρηκε <milestone unit="tlnum" n="25"/> πρὸς πάσας, πλὴν ὀλίγων τῶν ἀναγκαίων, τὰς ἡδονάς, καὶ οὐχ ἡ Ἀφροδίτη τοῖς γέρουσιν ἄχθεται<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Nauck. p. 369</note> <pb xml:id="v.5.p.29"/> μόνον, ὡς Εὐριπίδης φησίν, ἀλλὰ καὶ τὰς περὶ <milestone unit="stephpage" xml:id="stephpage-786b" n="786b"/> πόσιν καὶ βρῶσιν ἐπιθυμίας ἀπημβλυμμένας<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">*: <foreign xml:lang="grc">ἀπημβλυμένας</foreign> </note> τὰ πολλὰ καὶ νωδὰς κατέχοντες μόλις οἷον ἐπιθήγουσι καὶ χαράττουσιν ἐν δὲ τῇ ψυχῇ παρασκευαστέον <milestone unit="tlnum" n="5"/> ἡδονὰς οὐκ ἀγεννεῖς οὐδʼ ἀνελευθέρους, ὡς Σιμωνίδης ἔλεγε πρὸς τοὺς ἐγκαλοῦντας αὐτῷ φιλαργυρίαν, ὅτι τῶν ἄλλων ἀπεστερημένος διὰ τὸ γῆρας ἡδονῶν ὑπὸ μιᾶς ἔτι γηροβοσκεῖται τῆς ἀπὸ τοῦ κερδαίνειν. ἀλλʼ ἡ πολιτεία καλλίστας μὲν ἡδονὰς <milestone unit="tlnum" n="10"/> ἔχει καὶ μεγίστας, αἷς καὶ τοὺς θεοὺς εἰκός ἐστιν ἢ μόναις ἢ μάλιστα χαίρειν· αὗται δʼ εἰσίν, ἃς τὸ εὖ ποιεῖν καὶ καλόν τι πράττειν ἀναδίδωσιν. εἰ γὰρ Νικίας ὁ ζῳγράφος οὕτως; ἔχαιρε τοῖς τῆς τέχνης <milestone unit="stephpage" xml:id="stephpage-786c" n="786c"/> ἔργοις, ὥστε τοὺς οἰκέτας ἐρωτᾶν πολλάκις, εἰ λέλουται καὶ  
<milestone unit="tlnum" n="15"/> ἠρίστηκεν Ἀρχιμήδην δὲ τῇ σανίδι προσκείμενον ἀποσπῶντες βίᾳ καὶ ἀποδύοντες ἤλειφον οἱ θεράποντες, ὁ δʼ ἐπὶ τοῦ σώματος ἀληλιμμένου διέγραφε τὰ σχήματα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><title rend="italic">Vit. Galb</title>. c. 16: <foreign xml:lang="grc">κανὸς</foreign></note> Κάνος δʼ ὁ αὐλητής, ὃν καὶ σὺ γιγνώσκεις, ἔλεγεν ἀγνοεῖν τοὺς ἀνθρώπους, <milestone unit="tlnum" n="20"/> ὅτῳ μᾶλλον αὑτὸν αὐλῶν ἢ ἑτέρους εὐφραίνει λαμβάνειν γὰρ ἂν μισθὸν οὐ διδόναι τοὺς ἀκούειν ἐθέλοντας ἆρʼ οὐκ ἐπινοοῦμεν, ἡλίκας ἡδονὰς αἱ ἀρεταὶ τοῖς χρωμένοις ἀπὸ τῶν καλῶν πράξεων καὶ τῶν κοινωνικῶν ἔργων καὶ φιλανθρώπων παρασκευάζουσιν, <milestone unit="tlnum" n="25"/> οὐ κνῶσαι οὐδὲ θρύπτουσαι, ὥσπερ αἱ εἰς σάρκα λεῖαι καὶ προσηνεῖς γινόμεναι κινήσεις<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">κνήσεις</foreign> R</note>; <milestone unit="stephpage" xml:id="stephpage-786d" n="786d"/> ἀλλʼ αὗται μὲν οἰστρῶδες καὶ ἀβέβαιον καὶ <pb xml:id="v.5.p.30"/> μεμιγμένον σφυγμῷ τὸ γαργαλίζον ἔχουσιν, αἱ δʼ, ἐπὶ τοῖς καλοῖς ἔργοις, οἵων δημιουργὸς ὁ πολιτευόμενος ὀρθῶς ἐστιν, οὐ ταῖς Εὐριπίδου<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Εὐριπίδου</foreign>] Nauck. p. 655</note> χρυσαῖς πτέρυξιν, ἀλλὰ τοῖς Πλατωνικοῖς ἐκείνοις καὶ οὐρανίοις<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">cf. Phaedr. p. 246b. 248e</note> <milestone unit="tlnum" n="5"/> πτεροῖς ὅμοια<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὅμοια</foreign>] <foreign xml:lang="grc">ὅμοιαι</foreign>?</note> τὴν ψυχὴν μέγεθος καὶ φρόνημα μετὰ γήθους λαμβάνουσαν ἀναφέρουσιν.</p></div></div></body></text></TEI>