καὶ γὰρ εἰ ζητεῖ πάντως ἡ φύσις τὸ ἡδὺ καὶ τὸ χαίρειν, τὸ μὲν σῶμα τῶν γερόντων ἀπείρηκε πρὸς πάσας, πλὴν ὀλίγων τῶν ἀναγκαίων, τὰς ἡδονάς, καὶ οὐχ ἡ Ἀφροδίτη τοῖς γέρουσιν ἄχθεται Nauck. p. 369 μόνον, ὡς Εὐριπίδης φησίν, ἀλλὰ καὶ τὰς περὶ πόσιν καὶ βρῶσιν ἐπιθυμίας ἀπημβλυμμένας *: ἀπημβλυμένας τὰ πολλὰ καὶ νωδὰς κατέχοντες μόλις οἷον ἐπιθήγουσι καὶ χαράττουσιν ἐν δὲ τῇ ψυχῇ παρασκευαστέον ἡδονὰς οὐκ ἀγεννεῖς οὐδʼ ἀνελευθέρους, ὡς Σιμωνίδης ἔλεγε πρὸς τοὺς ἐγκαλοῦντας αὐτῷ φιλαργυρίαν, ὅτι τῶν ἄλλων ἀπεστερημένος διὰ τὸ γῆρας ἡδονῶν ὑπὸ μιᾶς ἔτι γηροβοσκεῖται τῆς ἀπὸ τοῦ κερδαίνειν. ἀλλʼ ἡ πολιτεία καλλίστας μὲν ἡδονὰς ἔχει καὶ μεγίστας, αἷς καὶ τοὺς θεοὺς εἰκός ἐστιν ἢ μόναις ἢ μάλιστα χαίρειν· αὗται δʼ εἰσίν, ἃς τὸ εὖ ποιεῖν καὶ καλόν τι πράττειν ἀναδίδωσιν. εἰ γὰρ Νικίας ὁ ζῳγράφος οὕτως; ἔχαιρε τοῖς τῆς τέχνης ἔργοις, ὥστε τοὺς οἰκέτας ἐρωτᾶν πολλάκις, εἰ λέλουται καὶ ἠρίστηκεν Ἀρχιμήδην δὲ τῇ σανίδι προσκείμενον ἀποσπῶντες βίᾳ καὶ ἀποδύοντες ἤλειφον οἱ θεράποντες, ὁ δʼ ἐπὶ τοῦ σώματος ἀληλιμμένου διέγραφε τὰ σχήματα Vit. Galb . c. 16: κανὸς Κάνος δʼ ὁ αὐλητής, ὃν καὶ σὺ γιγνώσκεις, ἔλεγεν ἀγνοεῖν τοὺς ἀνθρώπους, ὅτῳ μᾶλλον αὑτὸν αὐλῶν ἢ ἑτέρους εὐφραίνει λαμβάνειν γὰρ ἂν μισθὸν οὐ διδόναι τοὺς ἀκούειν ἐθέλοντας ἆρʼ οὐκ ἐπινοοῦμεν, ἡλίκας ἡδονὰς αἱ ἀρεταὶ τοῖς χρωμένοις ἀπὸ τῶν καλῶν πράξεων καὶ τῶν κοινωνικῶν ἔργων καὶ φιλανθρώπων παρασκευάζουσιν, οὐ κνῶσαι οὐδὲ θρύπτουσαι, ὥσπερ αἱ εἰς σάρκα λεῖαι καὶ προσηνεῖς γινόμεναι κινήσεις κνήσεις R ; ἀλλʼ αὗται μὲν οἰστρῶδες καὶ ἀβέβαιον καὶ μεμιγμένον σφυγμῷ τὸ γαργαλίζον ἔχουσιν, αἱ δʼ, ἐπὶ τοῖς καλοῖς ἔργοις, οἵων δημιουργὸς ὁ πολιτευόμενος ὀρθῶς ἐστιν, οὐ ταῖς Εὐριπίδου Εὐριπίδου ] Nauck. p. 655 χρυσαῖς πτέρυξιν, ἀλλὰ τοῖς Πλατωνικοῖς ἐκείνοις καὶ οὐρανίοις cf. Phaedr. p. 246b. 248e πτεροῖς ὅμοια ὅμοια ] ὅμοιαι ? τὴν ψυχὴν μέγεθος καὶ φρόνημα μετὰ γήθους λαμβάνουσαν ἀναφέρουσιν. Ὑπομίμνησκε δὲ σεαυτὸν ὧν πολλάκις ἀκήκοας· ὁ μὲν γὰρ Ἐπαμεινώνδας ἐρωτηθεὶς τί ἥδιστον αὐτῷ γέγονεν, ἀπεκρίνατο τὸ τοῦ πατρὸς ἔτι ζῶντος καὶ τῆς μητρὸς νικῆσαι τὴν ἐν Λεύκτροις μάχην. ὁ δὲ Σύλλας, ὅτε τῶν ἐμφυλίων πολέμων τὴν Ἰταλίαν καθήρας προσέμιξε τῇ Ῥώμῃ πρῶτον, οὐδὲ μικρὸν ἐν τῇ νυκτὶ κατέδαρθεν, ὑπὸ γήθους καὶ χαρᾶς μεγάλης ὥσπερ πνεύματος ἀναφερόμενος τὴν ψυχήν· καὶ ταῦτα περὶ αὑτοῦ γέγραφεν ἔγραφεν mei ἐν τοῖς ὑπομνήμασιν. ἄκουσμα μὲν γὰρ ἔστω μηδὲν ἣδιον ἐπαίνου κατὰ τὸν Ξενοφῶντα Ξενοφῶντα ] Comm. 2, 1, 31 , θέαμα δὲ καὶ μνημόνευμα καὶ διανόημα τῶν ὄντων οὐδὲν ἔστιν ὃ τοσαύτην φέρει χάριν, ὅσην πράξεων ἰδίων ἐν ἀρχαῖς καὶ πολιτείαις ὥσπερ ἐν τόποις λαμπροῖς καὶ δημοσίοις ἀναθεώρησις. οὐ μὴν ἀλλὰ καὶ χάρις εὐμενὴς συμμαρτυροῦσα συμμαρτυροῦσα *: ἡ μαρτυροῦσα τοῖς ἔργοις καὶ συναμιλλώμενος ἔπαινος, εὐνοίας δικαίας ἡγεμών ἡγεμὼν ] γέμων Hauptius , οἷόν τι φῶς καὶ γάνωμα τῷ χαίροντι τῆς ἀρετῆς προστίθησι καὶ δεῖ μὴ περιορᾶν ὥσπερ ἀθλητικὸν στέφανον ἐν γήρᾳ ξηρὰν γενομένην τὴν δόξαν, ἀλλὰ καινὸν ἀεί τι καὶ πρόσφατον ἐπιφέροντα τὴν τῶν παλαιῶν χάριν ἐγείρειν καὶ ποιεῖν ἀμείνω καὶ μόνιμον ὥσπερ οἱ τεχνῖται, οἷς ἐπέκειτο φροντίζειν σῶον εἶναι τὸ Δηλιακὸν πλοῖον, ἀντὶ τῶν πονούντων ξύλων ξύλων ] om. iidem ἐμβάλλοντες ἄλλα καὶ συμπηγνύντες ἀίδιον ἐκ τῶν τότε χρόνων καὶ ἄφθαρτον ἐδόκουν διαφυλάττειν fort. scrib. partim cum aliis ita : ὥσπερ γὰρ οἱ τεχνῖται - - διαφυλάττειν· οὕτως ἔστι καὶ δόξης cett. τεχνῖται - εἶναι ] om. mei . ἔστι δὲ καὶ δόξης καὶ φλογὸς οὐ χαλεπὴ σωτηρία καὶ τήρησις ἀλλὰ μικρῶν ὑπεκκαυμάτων δεομένη, κατασβεσθὲν δὲ καὶ ὑποψυχθὲν οὐδέτερον ἄν τις ἀπραγμόνως πάλιν ἐξάψειεν. ὡς δὲ Λάμπις ὁ ναύκληρος ναύκληρος Leonicus: ναυκληρικὸς ἐρωτηθεὶς πῶς ἐκτήσατο τὸν πλοῦτον οὐ χαλεπῶς ἔφη τὸν μέγαν, τὸν δὲ βραχὺν ἐπιπόνως καὶ βραδέως· οὕτω τῆς πολιτικῆς δόξης καὶ δυνάμεως ἐν ἀρχῇ τυχεῖν οὐ ῥᾴδιόν ἐστι; τὸ δὲ συναυξῆσαι καὶ διαφυλάξαι μεγάλην γενομένην ἀπὸ τῶν τυχόντων ita W: ἀπὸ τῶν τυχόντων γενομένην ἕτοιμον. οὔτε γὰρ φίλος ὅταν γένηται πολλὰς λειτουργίας ἐπιζητεῖ καὶ μεγάλας, ἵνα μένῃ φίλος, μικροῖς δὲ σημείοις τὸ ἐνδελεχὲς· ἀεὶ διαφυλάττει τὴν εὔνοιαν· ἥ τε δήμου φιλία καὶ πίστις οὐκ ἀεὶ δεομένη Iannotius: δεχομένη χορηγοῦντος οὐδὲ προδικοῦντος προδικοῦντος idem : προσδοκῶντος οὐδʼ ἄρχοντος αὐτῇ τῇ προθυμίᾳ συνέχεται καὶ τῷ μὴ προαπολείποντι μηδʼ ἀπαγορεύοντι τῆς ἐπιμελείας καὶ φροντίδος. οὐδὲ γὰρ αἱ στρατεῖαι παρατάξεις ἀεὶ καὶ μάχας καὶ πολιορκίας ἔχουσιν, ἀλλὰ καὶ θυσίας ἔστιν ὅτε καὶ συνουσίας διὰ μέσου καὶ σχολὴν ἄφθονον ἐν παιδιαῖς καὶ φλυαρίαις δέχονται. πόθεν γε δὴ τὴν πολιτείαν φοβητέον, ὡς ἀπαραμύθητον καὶ πολύπονον καὶ βαρεῖαν, ὅπου καὶ θέατρα καὶ πομπαὶ καὶ νεμήσεις καὶ χοροὶ καὶ Μοῖσα Μοῖσα Boeckhius: μοῦσα καὶ Ἀγλαΐα cf. Bergk. 1 p. 448 καὶ θεοῦ τινος ἀεὶ τιμὴ τὰς ὀφρῦς λύουσα παντὸς ἀρχείου καὶ συνεδρίου πολλαπλάσιον τὸ ἐπιτερπὲς καὶ κεχαρισμένον ἀποδίδωσιν; ὃ τοίνυν μέγιστον κακὸν ἔχουσιν αἱ πολιτεῖαι, τὸν φθόνον, ἣκιστα διερείδεται πρὸς τὸ γῆρας· κύνες γὰρ καὶ βαΰζουσιν καὶ βαΰζουσιν ] προσβαΰζουσιν Coraes. cf. Bywater. p. 45 ὃν ἂν μὴ γινώσκωσι καθʼ Ἡράκλειτον, καὶ πρὸς τὸ ἀρχόμενον ὥσπερ ἐν θύραις τοῦ βήματος μάχεται καὶ πάροδον οὐ δίδωσι τὴν δὲ σύντροφον καὶ συνήθη δόξαν οὐκ ἀγρίως οὐδὲ χαλεπῶς ἀλλὰ πράως ἀνέχεται. διὸ τὸν φθόνον ἔνιοι τῷ καπνῷ παρεικάζουσι· πολὺς γὰρ ἐν τοῖς ἀρχομένοις διὰ τὸ φλέγεσθαι διαφλέγεσθαι Madvigius προεκπίπτων , ὅταν ἐκλάμψωσιν, ἀφανίζεται. καὶ ταῖς μὲν ἄλλαις ὑπεροχαῖς προσμάχονται καὶ διαμφισβητοῦσιν ἀρετῆς καὶ γένους καὶ φιλοτιμίας, ὡς ἀφαιροῦντες αὑτῶν ὅσον ἄλλοις ὑφίενται τὸ δʼ ἀπὸ τοῦ χρόνου πρωτεῖον, ὃ καλεῖται κυρίως πρεσβεῖον, ἀζηλοτύπητόν ἐστι; καὶ παραχωρούμενον οὐδεμιᾷ γὰρ οὕτω τιμῇ συμβέβηκε τὸν τιμῶντα μᾶλλον ἢ τὸν τιμώμενον κοσμεῖν, ὡς τῇ τῶν γερόντων. ἔτι τὴν μὲν ἀπὸ τοῦ πλούτου δύναμιν ἢ λόγου δεινότητος ἢ σοφίας οὐ πάντες αὑτοῖς γενήσεσθαι προσδοκῶσιν, ἐφʼ ἣν δὲ προάγει τὸ γῆρας αἰδῶ καὶ δόξαν οὐδεὶς ἀπελπίζει τῶν πολιτευομένων. οὐδὲν οὖν διαφέρει κυβερνήτου πρὸς ἐναντίον κῦμα καὶ πνεῦμα πλεύσαντος ἐπισφαλῶς, εὐδίας δὲ καὶ εὐαερίας γενομένης ὁρμίσασθαι ζητοῦντος, ὁ τῷ φθόνῳ διαναυμαχήσας πολὺν χρόνον, εἶτα παυσαμένου καὶ στορεσθέντος, ἀνακρουόμενος ἐκ τῆς πολιτείας καὶ προϊέμενος ἅμα ταῖς πράξεσι τὰς κοινωνίας καὶ τὰς ἑταιρείας. ὅσῳ γὰρ χρόνος γέγονε πλείων, καὶ φίλους πλείονας καὶ συναγωνιστὰς πεποίηκεν, οὓς οὔτε συνεξάγειν ἑαυτῷ πάντας ἐνδέχεται καθάπερ διδασκάλῳ χορὸν οὔτʼ ἐγκαταλείπειν *: ἐγκαταλιπεῖν δίκαιον· ἀλλʼ ὥσπερ τὰ παλαιὰ δένδρα τὴν μακρὰν πολιτείαν οὐ ῥᾴδιόν ἐστιν ἀνασπάσαι πολύρριζον οὖσαν καὶ πράγμασιν ἐμπεπλεγμένην, ἃ πλείονας παρέχει ταραχὰς καὶ σπαραγμοὺς ἀπερχομένοις ἢ μένουσιν. εἰ δέ τι καὶ περίεστι φθόνου λείψανον ἢ φιλονεικίας πρὸς τοὺς γέροντας ἐκ τῶν πολιτικῶν ἀγώνων, κατασβεστέον τοῦτο τῇ δυνάμει μᾶλλον ἢ δοτέον τὰ νῶτα, γυμνοὺς καὶ ἀόπλους *: ἀνόπλους ἀπιόντας· οὐ γὰρ οὕτως ἀγωνιζομένοις φθονοῦντες ὡς ἀπειπαμένοις καταφρονήσαντες ἐπιτίθενται.