<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg117.perseus-grc2"><div type="textpart" subtype="section" n="4"><p rend="indent">ἆρʼ οὖν οὐκ αἰσχρόν ἐστι τῶν ἀπὸ σκηνῆς <milestone unit="tlnum" n="5"/> γερόντων τοὺς ἀπὸ τοῦ βήματος ἀγεννεστέρους ὁρᾶσθαι, καὶ τῶν ἱερῶν ὡς ἀληθῶς ἐξισταμένους ἀγώνων ἀποτίθεσθαι τὸ πολιτικὸν πρόσωπον, οὐκ οἶδʼ ὁποῖον ἀντιμεταλαμβάνοντας; καὶ γὰρ τὸ τῆς γεωργίας ἐκ βασιλικοῦ ταπεινόν· ὅπου γὰρ ὁ Δημοσθένης<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Δημοσθένης</foreign>] 21, 568</note> <milestone unit="tlnum" n="10"/> φησὶν ἀνάξια πάσχειν τὴν Πάραλον, ἱερὰν οὖσαν τριήρη, ξύλα καὶ χάρακας καὶ βοσκήματα τῷ Μειδίᾳ παρακομίζουσαν, ἦ που πολιτικὸς ἀνὴρ ἀγωνοθεσίας καὶ βοιωταρχίας καὶ τὰς ἐν Ἀμφικτύοσι <milestone unit="stephpage" xml:id="stephpage-785d" n="785d"/> προεδρίας ἀπολιπών, εἶθʼ ὁρώμενος ἐν ἀλφίτων καὶ  
<milestone unit="tlnum" n="15"/> στεμφύλων διαμετρήσει καὶ πόκοις προβάτων οὐ παντάπασι δόξει τοῦτο δὴ τὸ καλούμενον <q>ἵππου γῆρας<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἵππου γῆρας</foreign>] Leutsch. 2 p. 175</note></q> ἐπάγεσθαι, μηδενὸς ἀναγκάζοντος; ἐργασίας γε μὴν βαναύσου καὶ ἀγοραίας<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀγοραίας</foreign>] <foreign xml:lang="grc">ἀγορᾶς</foreign> mei</note> ἅπτεσθαι μετὰ πολιτείαν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πολιτείαν</foreign> Madvigius: <foreign xml:lang="grc">πολιτείας</foreign> </note> ὅμοιόν ἐστι τῷ γυναικὸς ἐλευθέρας καὶ σώφρονος <milestone unit="tlnum" n="20"/> ἔνδυμα περισπάσαντα καὶ περίζωμα δόντα συνέχειν ἐπὶ καπηλείου· καὶ γὰρ τῆς πολιτικῆς ἀρετῆς οὕτως ἀπόλλυται τὸ ἀξίωμα καὶ τὸ μέγεθος <milestone unit="stephpage" xml:id="stephpage-785e" n="785e"/> πρός τινας οἰκονομίας καὶ χρηματισμοὺς ἀγομένης. ἂν δʼ, ὅπερ λοιπόν ἐστι, ῥᾳστώνας καὶ ἀπολαύσεις <milestone unit="tlnum" n="25"/> τὰς ἡδυπαθείας καὶ. τὰς τρυφὰς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τροφὰς</foreign> mei</note> ὀνομάζοντες ἐν ταύταις μαραινόμενον ἡσυχῆ παρακαλῶσι γηράσκειν <pb xml:id="v.5.p.28"/> τὸν πολιτικόν, οὐκ οἶδα ποτέρᾳ δυεῖν εἰκόνων αἰσχρῶν πρέπειν δόξει μᾶλλον ὁ βίος· αὐτοῦ πότερον ἀφροδίσια<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀφροδισίαν αὐτῆς</foreign> mei</note> ναύταις ἄγουσι πάντα τὸν λοιπὸν ἤδη χρόνον οὐκ ἐν λιμένι τὴν ναῦν ἔχουσιν ἀλλʼ <milestone unit="tlnum" n="5"/> ἔτι πλέουσαν ἀπολείπουσιν· ἢ καθάπερ ἔνιοι τὸν Ἡρακλέα παίζοντες οὐκ εὖ γράφουσιν ἐν Ὀμφάλης κροκωτοφόρον ἐνδιδόντα Λυδαῖς θεραπαινίσι ῥιπίζειν καὶ παραπλέκειν ἑαυτόν, οὕτω τὸν πολιτικὸν <milestone unit="stephpage" xml:id="stephpage-785f" n="785f"/> ἐκδύσαντες τὴν λεοντῆν καὶ κατακλίναντες εὐωχήσομεν <milestone unit="tlnum" n="10"/> ἀεὶ καταψαλλόμενον καὶ καταυλούμενον, οὐδὲ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">οὐδὲ</foreign>] <foreign xml:lang="grc">οὐδὲν</foreign> R</note> τῇ τοῦ Πομπηίου Μάγνου φωνῇ διατραπέντες τῇ πρὸς Λεύκολλον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Λεύκολλον</foreign> Duebnerus: <foreign xml:lang="grc">λεύκολλον ἣν εὖπεν</foreign> </note> αὑτὸν μὲν εἰς λουτρὰ καὶ δεῖπνα καὶ συνουσίας μεθημερινὰς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">malim <foreign xml:lang="grc">καθημερινὰς</foreign> </note> καὶ πολὺν ἄλυν καὶ κατασκευὰς οἰκοδομημάτων νεοπρεπεῖς μετὰ τὰς  
<milestone unit="tlnum" n="15"/> στρατείας καὶ πολιτείας ἀφεικότα, τῷ δὲ Πομπηίῳ φιλαρχίαν ἐγκαλοῦντα καὶ φιλοτιμίαν παρʼ ἡλικίαν· ἔφη γὰρ ὁ Πομπήιος ἀωρότερον εἶναι γέροντι τὸ <milestone unit="stephpage" xml:id="stephpage-786a" n="786a"/> τρυφᾶν ἢ τὸ ἄρχειν· ἐπεὶ δὲ νοσοῦντι συνέταξε κίχλην ὁ ἰατρός, ἦν δὲ δυσπόριστον καὶ παρʼ ὥραν, <milestone unit="tlnum" n="20"/> ἔφη δέ τις εἶναι παρὰ Λευκόλλῳ πολλὰς τρεφομένας, οὐκ ἔπεμψεν οὐδʼ ἔλαβεν εἰπών <q>οὐκοῦν, εἰ μὴ Λεύκολλος ἐτρύφα, Πομπήιος οὐκ ἂν ἔζησε;</q></p></div></div></body></text></TEI>