τούτου δὲ πολιτικώτερον πολιτικώτερον ] intell. ποιεῖ monuit R , μὴ μόνον ἐμφανῶς μηδὲ δημοσίᾳ δημοσίᾳ γʼ Schellensius ὀνειδίζων ib . ὀνειδίζων Madvigius: ὀνειδίζειν , malim tamen μόνον ὀνειδίζων Codez V² ὀνειδίζειν habet in rasura; ex pr. m. videntur haec : νομ. ζ... πολιτικώτερος ὁ μὴ μόνον - ὀνειδίζων W ἄνευ δηγμοῦ σφόδρα κολούοντος καὶ ταπεινοῦντος, ἀλλὰ μᾶλλον ἰδίᾳ τοῖς εὖ πεφυκόσι πρὸς πολιτείαν ὑποτιθέμενος καὶ συνεισηγούμενος εὐμενῶς λόγους τε χρηστοὺς; καὶ πολιτεύματα, συνεξορμῶν πρὸς τὰ καλὰ καὶ συνεπιλαμπρύνων τὸ φρόνημα καὶ παρέχων, ὥσπερ οἱ διδάσκοντες ἱππεύειν, ἐν ἀρχῇ χειροήθη καὶ πρᾶον ἐπιβῆναι τὸν δῆμον· εἰ, δέ τι σφαλείη, μὴ περιορῶν ἐξαθυμοῦντα τὸν νέον; ἀλλʼ· ἀνιστὰς καὶ παραμυθούμενος, ὡς Ἀριστείδης Κίμωνα καὶ Μνησίφιλος Θεμιστοκλέα, δυσχεραινομένους καὶ κακῶς ἀκούοντας ἐν τῇ πόλει τὸ πρῶτον ὡς ἰταμοὺς καὶ ἀκολάστους, ἐπῆραν καὶ ἀνεθάρρυναν. λέγεται δὲ καὶ Δημοσθένους ἐκπεσόντος ἐν τῷ δήμῳ καὶ βαρέως φέροντος ἅψασθαι καθάψασθαι Coraes παλαιόν τινα γέροντα τῶν ἀκηκοότων Περικλέους καὶ εἰπεῖν, ὡς ἐκείνῳ, τἀνδρὶ προσεοικὼς τὴν φύσιν οὐ δικαίως αὑτοῦ κατέγνωκεν. οὕτω δὲ καὶ Τιμόθεον Εὐριπίδης συριττόμενον ἐπὶ τῇ καινοτομίᾳ καὶ παρανομεῖν εἰς τὴν μουσικὴν δοκοῦντα θαρρεῖν ἐκέλευσεν, ὡς ὀλίγου χρόνου τῶν θεάτρων ὑπʼ αὐτῷ γενησομένων. καθόλου δʼ ὥσπερ ἐν Ῥώμῃ ταῖς Ἑστιάσι παρθένοις τοῦ χρόνου διώρισται τὸ μὲν μανθάνειν τὸ δὲ δρᾶν τὰ νενομισμένα τὸ δὲ τρίτον ἤδη διδάσκειν, καὶ τῶν ἐν Ἐφέσῳ περὶ τὴν Ἄρτεμιν ὁμοίως ἑκάστην ἑκάστην X: ἑκάστου Μελλιέρην τὸ πρῶτον εἶθʼ Ἱέρην τὸ δὲ τρίτον Παριέρην πανιέρην ? vid. Symbol. καλοῦσιν· οὕτως ὁ τελέως πολιτικὸς ἀνὴρ τὰ μὲν πρῶτα μανθάνων ἔτι πολιτεύεται W: πολιτεύεσθαι καὶ μυούμενος τὰ δʼ ἔσχατα διδάσκων καὶ μυσταγωγῶν · τὸ μὲν γὰρ ἐπιστατεῖν ἀθλοῦσιν ἑτέροις οὐκ ἔστιν αὐτὸν ἀθλεῖν, ὁ δὲ παιδοτριβῶν νέον ἐν πράγμασι κοινοῖς καὶ δημοσίοις ἀγῶσι καὶ παρασκευάζων τῇ πατρίδι μύθων τε ῥητῆρʼ ἔμεναι πρηκτῆρά τε ἔργων Hom. I 443 ἐν οὐ μικρῷ μέρει πολιτείας οὐδὲ φαύλῳ χρήσιμός ἐστιν, ἀλλʼ εἰς ὃ μάλιστα καὶ πρῶτον ὁ Λυκοῦργος ἐντείνας ἑαυτὸν εἴθισε· τοὺς νέους παντὶ πρεσβύτῃ καθάπερ νομοθέτῃ πειθομένους διατελεῖν· ἐπεὶ πρὸς τί βλέψας ὁ Λύσανδρος· εἶπεν, ὡς ἐν Λακεδαίμονι κάλλιστα γηρῶσιν; ἆρʼ ὅτι γʼ ἀργεῖν γε ἀργεῖν Faehsius: γεωργεῖν ἔξεστι μάλιστα τοῖς πρεσβυτέροις ἐκεῖ καὶ δανείζειν ἢ κυβεύειν συγκαθεζομένους ἢ πίνειν ἐν ὥρᾳ συνάγοντας ἐν ὥρα συνάγοντας ] cf. Athen. p. 279 f. 365 c ; οὐκ ἂν εἴποις· ἀλλʼ ὅτι τρόπον τινὰ πάντες οἱ τηλικοῦτοι τάξιν ἀρχόντων ἤ τινων πατρονόμων ἢ παιδαγωγῶν ἔχοντες; οὐ τὰ κοινὰ μόνον ἐπισκοποῦσιν, ἀλλὰ καὶ τῶν νέων ἕκαστʼ ἀεὶ περί τε τὰ γυμνάσια καὶ παιδιὰς Amyotus: παιδείας καὶ διαίτας καταμανθάνουσιν οὐ παρέργως, φοβεροὶ μὲν ὄντες τοῖς ἁμαρτάνουσιν post ἁμαρτάνουσιν ] erasae sunt 11 fere litt. in V ². Fortasse adiectivum excidit αἰδεστοὶ δὲ τοῖς ἀγαθοῖς καὶ ποθεινοί· θεραπεύουσι γὰρ ἀεὶ καὶ διώκουσιν αὐτοὺς οἱ νέοι, τὸ κόσμιον καὶ τὸ γενναῖον αὔξοντας; καὶ συνεπιγαυροῦντας ἄνευ φθόνου. τοῦτο γὰρ τὸ πάθος οὐδενὶ χρόνῳ πρέπον ἡλικίας, ὅμως ἐν νέοις εὐπορεῖ χρηστῶν ὀνομάτων, ἅμιλλα καὶ ζῆλος καὶ φιλοτιμία προσαγορευόμενον, ἐν δὲ πρεσβύταις παντελῶς ἄωρόν ἐστι καὶ ἄγριον καὶ ἀγεννές. διὸ δεῖ πορρωτάτω τοῦ φθονεῖν ὄντα τὸν πολιτικὸν γέροντα, μὴ καθάπερ τὰ βάσκανα post βάσκανα lac. 10 fere litt. est in V ² γεράνδρυα τῶν παραβλαστανόντων καὶ ὑποφυομένων σαφῶς ἀφαιρεῖσθαι καὶ κολούειν καὶ κολούειν Aldina (ubi κωλούειν male scriptum est); mei omiserunt τὴν βλάστην καὶ, τὴν αὔξησιν, ἀλλʼ εὐμενῶς προσδέχεσθαι καὶ παρέχειν τοῖς ἀντιλαμβανομένοις καὶ προσπλεκομένοις ἑαυτὸν ὀρθοῦντα καὶ χειραγωγοῦντα καὶ τρέφοντα μὴ μόνον ὑφηγήσεσι καὶ συμβουλίαις ἀγαθαῖς, ἀλλὰ καὶ παραχωρήσεσι πολιτευμάτων τιμὴν ἐχόντων καὶ δόξαν ἤ τινας ὑπουργίας ἀβλαβεῖς μὲν ἡδείας δὲ τοῖς πολλοῖς καὶ πρὸς χάριν ἐσομένας· ὅσα δʼ ἐστὶν ἀντίτυπα καὶ προσάντη καὶ καθάπερ, τὰ φάρμακα δάκνει παραχρῆμα καὶ λυπεῖ τὸ δὲ καλὸν καὶ λυσιτελὲς ὕστερον ἀποδίδωσι, μὴ τοὺς νέους ἐπὶ ταῦτα προσάγοντα μηδʼ ὑποβάλλοντα θορύβοις, ὄχλων ἀγνωμονούντων ἀήθεις ὄντας, ἀλλʼ ἀλλʼ ] om. mei, nisi quod eius loco vacuum spatium in V ² est αὐτὸν ἐκδεχόμενον τὰς ὑπὲρ τῶν συμφερόντων ἀπεχθείας· τούτῳ γὰρ εὐνουστέρους τε ποιήσει τοὺς νέους καὶ προθυμοτέρους ἐν ταῖς ἄλλαις ὑπηρεσίαις.