<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg117.perseus-grc2"><div type="textpart" subtype="section" n="20"><p rend="indent">οὐδὲ γὰρ ἐν ἀρχαῖς τὸν τηλικοῦτον ὥρα <pb xml:id="v.5.p.50"/> <milestone unit="stephpage" xml:id="stephpage-794b" n="794b"/> φέρεσθαι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">φέρεσθαι</foreign>] <foreign xml:lang="lat">malim</foreign><foreign xml:lang="grc">φαίνεσθαι</foreign><foreign xml:lang="lat">cum pr. m.</foreign><foreign xml:lang="grc">ϝ² </foreign></note>, πλὴν· ὅσαι γε μέγεθός τι κέκτηνται καὶ ἀξίωμα· καθάπερ ἣν σὺ νῦν Ἀθήνησι μεταχειρίζῃ τῆς ἐξ Ἀρείου πάγου βουλῆς ἐπιστασίαν καὶ νὴ Δία τὸ πρόσχημα τῆς· Ἀμφικτυονίας, ἥν σοι διὰ τοῦ <milestone unit="tlnum" n="5"/> βίου παντὸς ἡ πατρὶς ἀνατέθεικε <q>πόνον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πόνον κἑ</foreign>] cf. Eur. <title rend="italic">Bacch</title>. 66</note> ἡδὺν κάματὸν τ̓ εὐκάματον</q> ἔχουσαν. δεῖ δὲ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">δὲ</foreign>] <foreign xml:lang="lat">om. mei</foreign></note> καὶ ταύτας μὴ διώκειν τὰς τιμὰς ἀλλὰ φεύγοντας ἄρχειν, μηδʼ αἰτουμένους<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">αἰτοῦντας</foreign> R, <foreign xml:lang="lat">sed auctor usus fuisse vid.</foreign> <foreign xml:lang="grc">αἰτουμένους</foreign> <foreign xml:lang="lat">forma media propter insequens</foreign> <foreign xml:lang="grc">παραιτουμένους</foreign> </note> ἀλλὰ παραιτουμένους, μηδʼ ὡς αὑτοῖς τὸ ἄρχειν λαμβάνοντας ἀλλʼ ὡς αὑτοὺς τῷ ἄρχειν <milestone unit="tlnum" n="10"/> ἐπιδιδόντας. οὐ γάρ, ὡς Τιβέριος ὁ Καῖσαρ ἔλεγε, <milestone unit="stephpage" xml:id="stephpage-794c" n="794c"/> τὸ τὴν χεῖρα τῷ ἰατρῷ προτείνειν ὑπὲρ ἑξήκοντʼ ἔτη γεγονότας αἰσχρόν ἐστιν, ἀλλὰ μᾶλλον τὸ τὴν χεῖρα τῷ δήμῳ προτείνειν ψῆφον αἰτοῦντας ἢ φωνὴν ἀρχαιρεσιάζουσαν· ἀγεννὲς γὰρ τοῦτο καὶ ταπεινόν 
<milestone unit="tlnum" n="15"/> ὡς τοὐναντίον ἔχει τινὰ σεμνότητα καὶ κόσμον, αἱρουμένης τῆς πατρίδος καὶ καλούσης καὶ περιμενούσης, κατιόντα μετὰ τιμῆς καὶ φιλοφροσύνης γεραρὸν ὡς ἀληθῶς καὶ περίβλεπτον ἀσπάσασθαι καὶ δεξιώσασθαι τὸ γέρας. <milestone unit="tlnum" n="20"/> </p></div><div type="textpart" subtype="section" n="21"><p rend="indent">οὕτω δέ πως καὶ λόγῳ χρηστέον ἐν ἐκκλησίᾳ πρεσβύτην γενόμενον, μὴ ἐπιπηδῶντα συνεχῶς τῷ βήματι μηδʼ ἀεὶ δίκην ἀλεκτρυόνος ἀντᾴδοντα τοῖς φθεγγομένοις, μηδὲ τῷ συμπλέκεσθαι καὶ διερεθίζειν ἀποχαλινοῦντα τὴν πρὸς αὐτὸν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">αὑτὸν</foreign>?</note> αἰδῶ τῶν <milestone unit="tlnum" n="25"/> <milestone unit="stephpage" xml:id="stephpage-794d" n="794d"/> νέων μηδὲ μελέτην ἐμποιοῦντα καὶ συνήθειαν <pb xml:id="v.5.p.51"/> ἀπειθείας καὶ δυσηκοΐας, ἀλλὰ καὶ παριέντα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">παριόντα</foreign> mei</note> ποτὲ καὶ διδόντα πρὸς δόξαν ἀναχαιτίσαι καὶ θρασύνασθαι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Coraes: <foreign xml:lang="grc">θρασύνεσθαι</foreign> </note>, μηδὲ παρόντα μηδὲ πολυπραγμονοῦντα, ὅπου μὴ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὅπου γε</foreign> Duebnerus</note> μέγα τὸ κινδυνευόμενόν ἐστι πρὸς σωτηρίαν κοινὴν <milestone unit="tlnum" n="5"/> ἢ τὸ καλὸν καὶ πρέπον. ἐκεῖ δὲ χρὴ καὶ μηδενὸς καλοῦντος ὠθεῖσθαι δρόμῳ παρὰ δύναμιν, ἀναθέντα χειραγωγοῖς αὑτὸν ἢ φοράδην κομιζόμενον, ὥσπερ ἱστοροῦσιν ἐν Ῥώμῃ Κλαύδιον Ἄππιον · ἡττημένων γὰρ ὑπὸ Πύρρου μάχῃ μεγάλῃ, πυθόμενος τὴν σύγκλητον <milestone unit="tlnum" n="10"/> <milestone unit="stephpage" xml:id="stephpage-794e" n="794e"/> ἐνδέχεσθαι λόγους περὶ σπονδῶν καὶ εἰρήνης οὐκ ἀνασχετὸν ἐποιήσατο, καίπερ ἀμφοτέρας ἀποβεβληκὼς τὰς ὄψεις, ἀλλʼ ἧκε διʼ ἀγορᾶς φερόμενος πρὸς τὸ βουλευτήριον εἰσελθὼν δὲ καὶ καταστὰς εἰς μέσον ἔφη πρότερον μὲν ἄχθεσθαι τῷ 
<milestone unit="tlnum" n="15"/> τῶν ὀμμάτων στέρεσθαι, νῦν δʼ ἂν εὔξασθαι μηδʼ ἀκούειν οὕτως αἰσχρὰ καὶ ἀγεννῆ βουλευομένους καὶ πράττοντας ἐκείνους. ἐκ δὲ τούτου τὰ μὲν καθαψάμενος αὐτῶν τὰ δὲ διδάξας καὶ παρορμήσας, <milestone unit="stephpage" xml:id="stephpage-794f" n="794f"/> ἔπεισεν εὐθὺς ἐπὶ τὰ ὅπλα χωρεῖν καὶ διαγωνίζεσθαι <milestone unit="tlnum" n="20"/> περὶ τῆς Ἰταλίας πρὸς τὸν Πύρρον. ὁ δὲ Σόλων, τῆς Πεισιστράτου δημαγωγίας, ὅτι τυραννίδος ἦν μηχάνημα, φανερᾶς γενομένης, μηδενὸς ἀμύνεσθαι μηδὲ κωλύειν τολμῶντος, αὐτὸς ἐξενεγκάμενος τὰ ὅπλα καὶ πρὸ τῆς οἰκίας θέμενος ἠξίου βοηθεῖν <milestone unit="tlnum" n="25"/> τοὺς πολίτας· πέμψαντος δὲ τοῦ Πεισιστράτου πρὸς αὐτὸν καὶ πυνθανομένου τίνι πεποιθὼς ταῦτα πράττει<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="lat">malim</foreign><foreign xml:lang="grc">πράττοι</foreign></note>, <q>τῷ γήρᾳ</q> εἶπεν.<pb xml:id="v.5.p.52"/> </p></div><div type="textpart" subtype="section" n="22"><p rend="indent">ἀλλὰ μὲν οὕτως ἀναγκαῖα καὶ τοὺς ἀπεσβηκότας κομιδῇ γέροντας·, ἂν μόνον ἐμπνέωσιν, ἐξάπτει καὶ διανίστησιν ἐν δὲ τοῖς ἄλλοις ποτὲ μέν, ὥσπερ εἴρηται, παραιτούμενος ἐμμελὴς ἔσται <milestone unit="tlnum" n="5"/> <milestone unit="stephpage" xml:id="stephpage-795a" n="795a"/> τὰ γλίσχρα καὶ διακονικὰ καὶ μείζονας ἔχοντα τοῖς πράττουσιν ἀσχολίας ἢ διʼ οὓς πράττεται χρείας καὶ ὠφελείας· ἔστι δʼ ὅπου περιμένων καλέσαι καὶ ποθῆσαι καὶ μετελθεῖν οἴκοθεν τοὺς πολίτας ἀξιοπιστότερος δεομένοις κάτεισι. τὰ δὲ πλεῖστα καὶ παρὼν <milestone unit="tlnum" n="10"/> σιωπῇ τοῖς νεωτέροις λέγειν παρίησιν, οἷον βραβεύων φιλοτιμίας πολιτικῆς ἅμιλλαν ἐὰν δʼ ὑπερβάλλῃ τὸ μέτριον, καθαπτόμενος ἠπίως καὶ μετʼ εὐμενείας ἀφαιρῶν φιλονεικίας καὶ βλασφημίας καὶ ὀργάς, ἐν δὲ ταῖς γνώμαις τὸν ἁμαρτάνοντα παραμυθούμενος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">παραμυθούμενος</foreign>] <foreign xml:lang="grc">ἐπανορθούμενος</foreign> W <foreign xml:lang="lat">hic et paulo post</foreign> (p. 53 lin. 8)</note> 
<milestone unit="tlnum" n="15"/> ἄνευ ψόγου καὶ διδάσκων, ἐπαινῶν δʼ ἀφόβως<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀφόβως</foreign>] <foreign xml:lang="grc">ἀφθόνως</foreign> R</note> τὸν κατορθοῦντα καὶ νικώμενος ἑκουσίως <milestone unit="stephpage" xml:id="stephpage-795b" n="795b"/> καὶ προϊέμενος τὸ πεῖσαι καὶ περιγενέσθαι πολλάκις ὅπως αὐξάνωνται καὶ θαρσῶσιν, ἐνίοις δʼ καὶ συναναπληρῶν μετʼ εὐφημίας τὸ ἐλλεῖπον, ὡς ὁ Νέστωρ <milestone unit="tlnum" n="20"/> <quote rend="blockquote"><l>οὔτις τοι τὸν μῦθον ὀνόσσεται ὅσσοι Ἀχαιοί, </l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Hom. I 55 ib. <foreign xml:lang="grc">Ἀχαιοί</foreign> <foreign xml:lang="lat">idem</foreign>: <foreign xml:lang="grc">ἀχαιῶν</foreign> </note><l>οὐδὲ πάλιν ἐρέει· ἀτὰρ οὐ τέλος ἵκεο· μύθων, </l><l>ἦ μὴν καὶ νέος ἐσσί, ἐμὸς δέ κε καὶ πάις εἴης.</l></quote> </p></div></div></body></text></TEI>