<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg117.perseus-grc2"><div type="textpart" subtype="section" n="2"><p rend="indent">καίτοι τοὐναντίον ὁρῶμεν ὑπὸ τῶν νοῦν ἐχόντων τὰ μειράκια καὶ τοὺς νέους ἀποτρεπομένους  
<milestone unit="tlnum" n="15"/> τοῦ τὰ κοινὰ πράττειν· καὶ μαρτυροῦσιν οἱ νόμοι διὰ τοῦ κήρυκος ἐν ταῖς ἐκκλησίαις οὐκ Ἀλκιβιάδας οὐδὲ Πυθέας ἀνιστάντες ἐπὶ τὸ βῆμα πρώτους, ἀλλὰ τοὺς ὑπὲρ πεντήκοντʼ ἔτη γεγονότας, <milestone unit="stephpage" xml:id="stephpage-784d" n="784d"/> λέγειν καὶ συμβουλεύειν παρακαλοῦντες οὐ γὰρ τοσοῦτον <milestone unit="tlnum" n="20"/> ἀήθεια τόλμης καὶ τριβῆς ἔνδεια καὶ προτοόπαιον ἑκάστῳ στρατιωτῶν <gap reason="lost"/><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">οὐ γὰρ τος. ἀηθ. τόλμης ἐμπόδιον καὶ τριβῆς ἔνδεια ἀποτροπὴ ἑκάστῳ τῶν στρατιωτῶν ὅσον ἀνδρὶ πολιτικῷ</foreign><foreign xml:lang="lat">R. Lacunam significavit Duebnerus</foreign></note>. ὁ δὲ Κάτων μετʼ ὀγδοήκοντʼ ἔτη δίκην ἀπολογούμενος ἔφη χαλεπὸν εἶναι βεβιωκότα μετʼ ἄλλων ἐν ἄλλοις ἀπολογεῖσθαι. <pb xml:id="v.5.p.25"/> Καίσαρος δὲ τοῦ καταλύσαντος Ἀντώνιον οὔτι μικρῷ βασιλικώτερα καὶ δημωφελέστερα γενέσθαι πολιτεύματα πρὸς τῇ τελευτῇ πάντες ὁμολογοῦσιν αὐτὸς δὲ τοὺς νέους ἔθεσι καὶ νόμοις αὐστηρῶς σωφρονίζων, <milestone unit="tlnum" n="5"/> ὡς ἐθορύβησαν, <q>ἀκούσατʼ</q> εἶπε <q>νέοι γέροντος <milestone unit="stephpage" xml:id="stephpage-784e" n="784e"/> οὗ νέου γέροντες ἤκουον.</q> ἡ δὲ Περικλέους πολιτεία τὸ μέγιστον ἐν γήρᾳ κράτος ἔσχεν, ὅτε καὶ τὸν πόλεμον ἄρασθαι τοὺς Ἀθηναίους ἔπεισε· καὶ προθυμουμένων οὐ κατὰ καιρὸν μάχεσθαι πρὸς <milestone unit="tlnum" n="10"/> ἑξακισμυρίους ὁπλίτας, ἐνέστη καὶ διεκώλυσε, μονονοὺ τὰ ὅπλα τοῦ δήμου καὶ τὰς κλεῖς τῶν πυλῶν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">κλεῖς τῶν πυλῶν</foreign>] cf. Thucyd. 2, 21</note> ἀποσφραγισάμενος. ἀλλὰ μὴν ἅ γε Ξενοφῶν περὶ Ἀγησιλάου<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ἀγησιλάου</foreign>] Xen. 11, 15</note> γέγραφεν, αὐτοῖς ὀνόμασιν ἄξιόν ἐστι παραθέσθαι <q>ποίας γάρ</q> φησὶ <q>νεότητος οὐ κρεῖττον  
<milestone unit="tlnum" n="15"/> τὸ ἐκείνου γῆρας ἐφάνη; τίς μὲν γὰρ τοῖς ἐχθροῖς ἀκμάζων οὕτω φοβερὸς ἦν, ὡς Ἀγησίλαος τὸ μήκιστον τοῦ αἰῶνος ἔχων; τίνος δʼ ἐκποδὼν γενομένου μᾶλλον ἥσθησαν οἱ πολέμιοι ἢ Ἀγησιλάου, <milestone unit="stephpage" xml:id="stephpage-784f" n="784f"/> καίπερ γηραιοῦ τελευτήσαντος; τίς δὲ συμμάχοις <milestone unit="tlnum" n="20"/> θάρσος παρέσχεν ἢ Ἀγησίλαος, καίπερ ἤδη πρὸς τῷ τέρματι τοῦ βίου ὤν; τίνα δὲ νέον οἱ φίλοι πλέον ἐπόθησαν ἢ Ἀγησίλαον γηραιὸν ἀποθανόντα;</q> </p></div></div></body></text></TEI>