<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg117.perseus-grc2"><div type="textpart" subtype="section" n="2"><p rend="indent">καίτοι τοὐναντίον ὁρῶμεν ὑπὸ τῶν νοῦν ἐχόντων τὰ μειράκια καὶ τοὺς νέους ἀποτρεπομένους  
<milestone unit="tlnum" n="15"/> τοῦ τὰ κοινὰ πράττειν· καὶ μαρτυροῦσιν οἱ νόμοι διὰ τοῦ κήρυκος ἐν ταῖς ἐκκλησίαις οὐκ Ἀλκιβιάδας οὐδὲ Πυθέας ἀνιστάντες ἐπὶ τὸ βῆμα πρώτους, ἀλλὰ τοὺς ὑπὲρ πεντήκοντʼ ἔτη γεγονότας, <milestone unit="stephpage" xml:id="stephpage-784d" n="784d"/> λέγειν καὶ συμβουλεύειν παρακαλοῦντες οὐ γὰρ τοσοῦτον <milestone unit="tlnum" n="20"/> ἀήθεια τόλμης καὶ τριβῆς ἔνδεια καὶ προτοόπαιον ἑκάστῳ στρατιωτῶν <gap reason="lost"/><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">οὐ γὰρ τος. ἀηθ. τόλμης ἐμπόδιον καὶ τριβῆς ἔνδεια ἀποτροπὴ ἑκάστῳ τῶν στρατιωτῶν ὅσον ἀνδρὶ πολιτικῷ</foreign><foreign xml:lang="lat">R. Lacunam significavit Duebnerus</foreign></note>. ὁ δὲ Κάτων μετʼ ὀγδοήκοντʼ ἔτη δίκην ἀπολογούμενος ἔφη χαλεπὸν εἶναι βεβιωκότα μετʼ ἄλλων ἐν ἄλλοις ἀπολογεῖσθαι. <pb xml:id="v.5.p.25"/> Καίσαρος δὲ τοῦ καταλύσαντος Ἀντώνιον οὔτι μικρῷ βασιλικώτερα καὶ δημωφελέστερα γενέσθαι πολιτεύματα πρὸς τῇ τελευτῇ πάντες ὁμολογοῦσιν αὐτὸς δὲ τοὺς νέους ἔθεσι καὶ νόμοις αὐστηρῶς σωφρονίζων, <milestone unit="tlnum" n="5"/> ὡς ἐθορύβησαν, <q>ἀκούσατʼ</q> εἶπε <q>νέοι γέροντος <milestone unit="stephpage" xml:id="stephpage-784e" n="784e"/> οὗ νέου γέροντες ἤκουον.</q> ἡ δὲ Περικλέους πολιτεία τὸ μέγιστον ἐν γήρᾳ κράτος ἔσχεν, ὅτε καὶ τὸν πόλεμον ἄρασθαι τοὺς Ἀθηναίους ἔπεισε· καὶ προθυμουμένων οὐ κατὰ καιρὸν μάχεσθαι πρὸς <milestone unit="tlnum" n="10"/> ἑξακισμυρίους ὁπλίτας, ἐνέστη καὶ διεκώλυσε, μονονοὺ τὰ ὅπλα τοῦ δήμου καὶ τὰς κλεῖς τῶν πυλῶν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">κλεῖς τῶν πυλῶν</foreign>] cf. Thucyd. 2, 21</note> ἀποσφραγισάμενος. ἀλλὰ μὴν ἅ γε Ξενοφῶν περὶ Ἀγησιλάου<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ἀγησιλάου</foreign>] Xen. 11, 15</note> γέγραφεν, αὐτοῖς ὀνόμασιν ἄξιόν ἐστι παραθέσθαι <q>ποίας γάρ</q> φησὶ <q>νεότητος οὐ κρεῖττον  
<milestone unit="tlnum" n="15"/> τὸ ἐκείνου γῆρας ἐφάνη; τίς μὲν γὰρ τοῖς ἐχθροῖς ἀκμάζων οὕτω φοβερὸς ἦν, ὡς Ἀγησίλαος τὸ μήκιστον τοῦ αἰῶνος ἔχων; τίνος δʼ ἐκποδὼν γενομένου μᾶλλον ἥσθησαν οἱ πολέμιοι ἢ Ἀγησιλάου, <milestone unit="stephpage" xml:id="stephpage-784f" n="784f"/> καίπερ γηραιοῦ τελευτήσαντος; τίς δὲ συμμάχοις <milestone unit="tlnum" n="20"/> θάρσος παρέσχεν ἢ Ἀγησίλαος, καίπερ ἤδη πρὸς τῷ τέρματι τοῦ βίου ὤν; τίνα δὲ νέον οἱ φίλοι πλέον ἐπόθησαν ἢ Ἀγησίλαον γηραιὸν ἀποθανόντα;</q> </p></div><div type="textpart" subtype="section" n="3"><p rend="indent">εἶτʼ ἐκείνους μὲν τηλικαῦτα πράττειν ὁ χρόνος οὐκ ἐκώλυεν, ἡμεῖς δʼ οἱ νῦν τρυφῶντες ἐν πολιτείαις, <milestone unit="tlnum" n="25"/> μὴ τυραννίδα μὴ πόλεμόν τινα μὴ πολιορκίαν ἐχούσαις, ἀπολέμους δʼ ἁμίλλας καὶ φιλοτιμίας νόμῳ τὰ πολλὰ καὶ λόγῳ μετὰ δίκης περαινομένας, ἀπο-· <pb xml:id="v.5.p.26"/> <milestone unit="stephpage" xml:id="stephpage-785a" n="785a"/> δειλιῶμεν; οὐ μόνον στρατηγῶν τῶν τότε καὶ δημαγωγῶν, ἀλλὰ καὶ ποιητῶν καὶ σοφιστῶν καὶ ὑποκριτῶν ὁμολογοῦντες εἶναι κακίους· εἴγε Σιμωνίδης μὲν ἐν γήρᾳ χοροῖς ἐνίκα, ὡς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὡς</foreign> *: <foreign xml:lang="grc">καὶ</foreign> </note> τοὐπίγραμμα δηλοῖ <milestone unit="tlnum" n="5"/> τοῖς τελευταίοις ἔπεσιν <quote rend="blockquote"><l>ἀμφὶ διδασκαλίῃ δὲ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">δὲ</foreign>] om. mei</note> Σιμωνίδῃ ἕσπετο κῦδος </l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Bergk. 3 p. 496</note><l>ὀγδωκονταέτει παιδὶ Λεωπρέπεος.</l></quote> Σοφοκλῆς δὲ λέγεται μὲν ὑπὸ παίδων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">παίδων</foreign> X: <foreign xml:lang="grc">πολλῶν</foreign> </note> παρανοίας δίκην φεύγων ἀναγνῶναι τὴν ἐν Οἰδίποδι τῷ ἐπὶ <milestone unit="tlnum" n="10"/>Κολωνῷ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Κολωνῷ</foreign> Coraes: <foreign xml:lang="grc">Κολωνοῦ</foreign> </note> πάροδον, ᾗ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ᾗ</foreign>] <foreign xml:lang="lat">malim</foreign><foreign xml:lang="grc">ἡς</foreign></note> ἐστιν ἀρχὴ <quote rend="blockquote"><l>εὐίππου, ξένε, τᾶσδε χώρας </l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἔνθ’ ἁ</foreign>: <foreign xml:lang="grc">ἔνθα</foreign><foreign xml:lang="lat">etiam Sophoclis cod</foreign>.</note><l>ἵκου τὰ κράτιστα γᾶς ἔπαυλα, </l><l> τὸν ἀργῆτα Κολωνόν, ἔνθʼ </l><l>ἁ λίγεια<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">λιγεῖα</foreign> Nauckius</note> μινύρεται  
<milestone unit="tlnum" n="15"/> </l><l> θαμίζουσα μάλιστʼ ἀηδὼν </l><l> χλωραῖς ὑπὸ βάσσαις.</l></quote> <milestone unit="stephpage" xml:id="stephpage-785b" n="785b"/> θαυμαστοῦ δὲ τοῦ μέλους φανέντος, ὥσπερ ἐκ θεάτρου τοῦ δικαστηρίου προπεμφθῆναι μετὰ κρότου καὶ βοῆς τῶν παρόντων. τουτὶ δʼ ὁμολογουμένως <milestone unit="tlnum" n="20"/>Σοφοκλέους ἐστὶ τοὐπιγραμμάτιον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">*: <foreign xml:lang="grc">τὸ ἐπιγραμμάτιον</foreign> </note> <quote rend="blockquote"><l>ᾠδὴν Ἡροδότῳ τεῦξεν Σοφοκλῆς ἐτέων ὢν </l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Bergk. 2 p. 245</note><l>πέντʼ ἐπὶ πεντήκοντα.</l></quote> Φιλήμονα δὲ τὸν κωμικὸν καὶ Ἀλεξιν ἐπὶ τῆς σκηνῆς ἀγωνιζομένους καὶ στεφανουμένους ὁ θάνατος <milestone unit="tlnum" n="25"/> κατέλαβε. πῶλον δὲ τὸν τραγῳδὸν Ἐρατοσθένης <pb xml:id="v.5.p.27"/> καὶ Φιλόχορος ἱστοροῦσιν ἑβδομήκοντʼ ἔτη γεγενημένον <milestone unit="stephpage" xml:id="stephpage-785c" n="785c"/> ὀκτὼ τραγῳδίας ἐν τέτταρσιν ἡμέραις διαγωνίσασθαι μικρὸν ἔμπροσθεν τῆς τελευτῆς.</p></div><div type="textpart" subtype="section" n="4"><p rend="indent">ἆρʼ οὖν οὐκ αἰσχρόν ἐστι τῶν ἀπὸ σκηνῆς <milestone unit="tlnum" n="5"/> γερόντων τοὺς ἀπὸ τοῦ βήματος ἀγεννεστέρους ὁρᾶσθαι, καὶ τῶν ἱερῶν ὡς ἀληθῶς ἐξισταμένους ἀγώνων ἀποτίθεσθαι τὸ πολιτικὸν πρόσωπον, οὐκ οἶδʼ ὁποῖον ἀντιμεταλαμβάνοντας; καὶ γὰρ τὸ τῆς γεωργίας ἐκ βασιλικοῦ ταπεινόν· ὅπου γὰρ ὁ Δημοσθένης<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Δημοσθένης</foreign>] 21, 568</note> <milestone unit="tlnum" n="10"/> φησὶν ἀνάξια πάσχειν τὴν Πάραλον, ἱερὰν οὖσαν τριήρη, ξύλα καὶ χάρακας καὶ βοσκήματα τῷ Μειδίᾳ παρακομίζουσαν, ἦ που πολιτικὸς ἀνὴρ ἀγωνοθεσίας καὶ βοιωταρχίας καὶ τὰς ἐν Ἀμφικτύοσι <milestone unit="stephpage" xml:id="stephpage-785d" n="785d"/> προεδρίας ἀπολιπών, εἶθʼ ὁρώμενος ἐν ἀλφίτων καὶ  
<milestone unit="tlnum" n="15"/> στεμφύλων διαμετρήσει καὶ πόκοις προβάτων οὐ παντάπασι δόξει τοῦτο δὴ τὸ καλούμενον <q>ἵππου γῆρας<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἵππου γῆρας</foreign>] Leutsch. 2 p. 175</note></q> ἐπάγεσθαι, μηδενὸς ἀναγκάζοντος; ἐργασίας γε μὴν βαναύσου καὶ ἀγοραίας<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀγοραίας</foreign>] <foreign xml:lang="grc">ἀγορᾶς</foreign> mei</note> ἅπτεσθαι μετὰ πολιτείαν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πολιτείαν</foreign> Madvigius: <foreign xml:lang="grc">πολιτείας</foreign> </note> ὅμοιόν ἐστι τῷ γυναικὸς ἐλευθέρας καὶ σώφρονος <milestone unit="tlnum" n="20"/> ἔνδυμα περισπάσαντα καὶ περίζωμα δόντα συνέχειν ἐπὶ καπηλείου· καὶ γὰρ τῆς πολιτικῆς ἀρετῆς οὕτως ἀπόλλυται τὸ ἀξίωμα καὶ τὸ μέγεθος <milestone unit="stephpage" xml:id="stephpage-785e" n="785e"/> πρός τινας οἰκονομίας καὶ χρηματισμοὺς ἀγομένης. ἂν δʼ, ὅπερ λοιπόν ἐστι, ῥᾳστώνας καὶ ἀπολαύσεις <milestone unit="tlnum" n="25"/> τὰς ἡδυπαθείας καὶ. τὰς τρυφὰς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τροφὰς</foreign> mei</note> ὀνομάζοντες ἐν ταύταις μαραινόμενον ἡσυχῆ παρακαλῶσι γηράσκειν <pb xml:id="v.5.p.28"/> τὸν πολιτικόν, οὐκ οἶδα ποτέρᾳ δυεῖν εἰκόνων αἰσχρῶν πρέπειν δόξει μᾶλλον ὁ βίος· αὐτοῦ πότερον ἀφροδίσια<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀφροδισίαν αὐτῆς</foreign> mei</note> ναύταις ἄγουσι πάντα τὸν λοιπὸν ἤδη χρόνον οὐκ ἐν λιμένι τὴν ναῦν ἔχουσιν ἀλλʼ <milestone unit="tlnum" n="5"/> ἔτι πλέουσαν ἀπολείπουσιν· ἢ καθάπερ ἔνιοι τὸν Ἡρακλέα παίζοντες οὐκ εὖ γράφουσιν ἐν Ὀμφάλης κροκωτοφόρον ἐνδιδόντα Λυδαῖς θεραπαινίσι ῥιπίζειν καὶ παραπλέκειν ἑαυτόν, οὕτω τὸν πολιτικὸν <milestone unit="stephpage" xml:id="stephpage-785f" n="785f"/> ἐκδύσαντες τὴν λεοντῆν καὶ κατακλίναντες εὐωχήσομεν <milestone unit="tlnum" n="10"/> ἀεὶ καταψαλλόμενον καὶ καταυλούμενον, οὐδὲ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">οὐδὲ</foreign>] <foreign xml:lang="grc">οὐδὲν</foreign> R</note> τῇ τοῦ Πομπηίου Μάγνου φωνῇ διατραπέντες τῇ πρὸς Λεύκολλον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Λεύκολλον</foreign> Duebnerus: <foreign xml:lang="grc">λεύκολλον ἣν εὖπεν</foreign> </note> αὑτὸν μὲν εἰς λουτρὰ καὶ δεῖπνα καὶ συνουσίας μεθημερινὰς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">malim <foreign xml:lang="grc">καθημερινὰς</foreign> </note> καὶ πολὺν ἄλυν καὶ κατασκευὰς οἰκοδομημάτων νεοπρεπεῖς μετὰ τὰς  
<milestone unit="tlnum" n="15"/> στρατείας καὶ πολιτείας ἀφεικότα, τῷ δὲ Πομπηίῳ φιλαρχίαν ἐγκαλοῦντα καὶ φιλοτιμίαν παρʼ ἡλικίαν· ἔφη γὰρ ὁ Πομπήιος ἀωρότερον εἶναι γέροντι τὸ <milestone unit="stephpage" xml:id="stephpage-786a" n="786a"/> τρυφᾶν ἢ τὸ ἄρχειν· ἐπεὶ δὲ νοσοῦντι συνέταξε κίχλην ὁ ἰατρός, ἦν δὲ δυσπόριστον καὶ παρʼ ὥραν, <milestone unit="tlnum" n="20"/> ἔφη δέ τις εἶναι παρὰ Λευκόλλῳ πολλὰς τρεφομένας, οὐκ ἔπεμψεν οὐδʼ ἔλαβεν εἰπών <q>οὐκοῦν, εἰ μὴ Λεύκολλος ἐτρύφα, Πομπήιος οὐκ ἂν ἔζησε;</q></p></div></div></body></text></TEI>