<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg117.perseus-grc2"><div type="textpart" subtype="section" n="16"><p rend="indent">διὸ καὶ τοὺς βασιλεῖς φασι γίγνεσθαι βελτίονας ἐν τοῖς πολέμοις καὶ ταῖς στρατείαις ἢ σχολὴν <milestone unit="tlnum" n="25"/> ἄγοντας. Ἄτταλον γοῦν τὸν Εὐμένους<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Coraes: <foreign xml:lang="grc">εὐμενοῦς</foreign> </note> ἀδελφόν, <pb xml:id="v.5.p.45"/> <milestone unit="stephpage" xml:id="stephpage-792b" n="792b"/> ὑπʼ ἀργίας μακρᾶς καὶ εἰρήνης ἐκλυθέντα κομιδῇ, Φιλοποίμην εἷς τῶν ἑταίρων ἐποίμαινεν ἀτεχνῶς πιαινόμενον· ὥστε καὶ τοὺς Ῥωμαίους παίζοντας ἑκάστοτε διαπυνθάνεσθαι παρὰ τῶν ἐξ Ἀσίας πλεόντων, <milestone unit="tlnum" n="5"/> εἰ δύναται παρὰ τῷ Φιλοποίμενι βασιλεύς Λευκόλλου δὲ Ῥωμαίων οὐ πολλοὺς ἄν τις εὕροι δεινοτέρους στρατηγούς, ὅτε τῷ πράττειν τὸ φρονεῖν συνεῖχεν· ἐπεὶ δὲ μεθῆκεν ἑαυτὸν εἰς βίον ἄπρακτον καὶ δίαιταν οἰκουρὸν καὶ ἄφροντιν, ὥσπερ <milestone unit="tlnum" n="10"/> οἱ σπόγγοι ταῖς γαλήναις ἐννεκρωθεὶς καὶ καταμαρανθείς, εἶτα Καλλισθένει τινὶ τῶν ἀπελευθέρων <milestone unit="stephpage" xml:id="stephpage-792c" n="792c"/> βόσκειν καὶ τιθασεύειν παρέχων τὸ γῆρας, ἐδόκει καταφαρμακεύεσθαι φίλτροις ὑπʼ αὐτοῦ καὶ γοητεύμασιν, ἄχρι οὗ Μάρκος ὁ ἀδελφὸς ἀπελάσας τὸν<milestone unit="tlnum" n="15"/> ἄνθρωπον αὐτὸς ᾠκονόμει καὶ ἐπαιδαγώγει<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">διεπαιδαγώγει</foreign> Turnebus</note> τὸν λοιπὸν αὐτοῦ βίον, οὐ πολὺν γενόμενον. ἀλλὰ Δαρεῖος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Δαρεῖος</foreign>] cf. p. 172 f</note> ὁ Ξέρξου πατὴρ ἔλεγεν αὐτὸς αὑτοῦ παρὰ τὰ δεινὰ γίγνεσθαι φρονιμώτερος, ὁ δὲ Σκύθης Ἀτέας<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ἀτέας</foreign>] <foreign xml:lang="grc">ἀτμὰς</foreign> mei</note> μηδὲν οἴεσθαι τῶν ἱπποκόμων διαφέρειν ἑαυτόν, <milestone unit="tlnum" n="20"/> ὅτε σχολάζοι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">p. 176a: <foreign xml:lang="grc">σχολάζει</foreign> </note> Διονύσιος δʼ ὁ πρεσβύτερος πρὸς τὸν πυθόμενον εἰ σχολάζοι μηδέποτʼ εἶπεν <q>ἐμοὶ τοῦτο συμβαίη</q> τόξον μὲν γάρ, ὥς φασιν, ἐπιτεινόμενον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀεὶ τεινόμενον</foreign> R</note> <milestone unit="stephpage" xml:id="stephpage-792d" n="792d"/> ῥήγνυται, ψυχὴ δʼ ἀνιεμένη. καὶ γὰρ ἁρμονικοὶ τὸ κατακούειν ἡρμοσμένου καὶ γεωμέτραι τὸ ἀναλύειν 
   <milestone unit="tlnum" n="25"/> καὶ ἀριθμητικοὶ τὴν ἐν τῷ λογίζεσθαι συνέχειαν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">συνέχειαν</foreign>] <foreign xml:lang="lat">malim</foreign><foreign xml:lang="grc">συνήθειαν</foreign></note> ἐκλιπόντες ἅμα ταῖς ἐνεργείαις ἀμαυροῦσι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">συναμαυροῦσι</foreign> R</note> ταῖς <pb xml:id="v.5.p.46"/> ἡλικίαις<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἡλικίαις</foreign>] <foreign xml:lang="grc">μαλακίαις</foreign>? vid. Symbol.</note> τὰς ἕξεις, καίπερ οὐ πρακτικὰς ἀλλὰ θεωρητικὰς τέχνας ἔχοντες· ἡ δὲ τῶν πολιτικῶν ἕξις, εὐβουλία καὶ φρόνησις καὶ δικαιοσύνη, πρὸς δὲ τούτοις ἐμπειρία στοχαστικὴ καιρῶν καὶ λόγων, πειθοῦς <milestone unit="tlnum" n="5"/> δημιουργὸς δύναμις οὖσα, τῷ λέγειν ἀεί τι καὶ πράττειν καὶ λογίζεσθαι καὶ δικάζειν συνέχεται καὶ δεινόν, εἰ τούτων ἀποδρᾶσα περιόψεται τηλικαύτας ἀρετὰς καὶ τοσαύτας ἐκρυείσας τῆς ψυχῆς <milestone unit="stephpage" xml:id="stephpage-792e" n="792e"/>καὶ γὰρ τὸ φιλάνθρωπον εἰκός ἐστιν ἀπομαραίνεσθαι <milestone unit="tlnum" n="10"/> καὶ τὸ κοινωνικὸν καὶ τὸ εὐχάριστον, ὧν οὐδεμίαν εἶναι δεῖ τελευτὴν οὐδὲ πέρας.</p></div><div type="textpart" subtype="section" n="17"><p rend="indent">εἰ γοῦν πατέρα τὸν Τιθωνὸν εἶχες,· ἀθάνατον μὲν ὄντα χρείαν δʼ ἔχοντα διὰ γῆρας ἀεὶ πολλῆς ἐπιμελείας, οὐκ ἂν οἶμαὶ σε φυγεῖν οὐδʼ ἀπείπασθαι 
<milestone unit="tlnum" n="15"/> τὸ θεραπεύειν καὶ προσαγορεύειν καὶ βοηθεῖν ὡς λελειτουργηκότα πολὺν χρόνον ἡ δὲ πατρὶς καὶ μητρὶς ὡς Κρῆτες καλοῦσι, πρεσβύτερα καὶ μείζονα δίκαια γονέων ἔχουσα, πολυχρόνιος μὲν <milestone unit="stephpage" xml:id="stephpage-792f" n="792f"/> ἐστιν οὐ μὴν ἀγήρως οὐδʼ αὐτάρκης, ἀλλʼ ἀεὶ πολυωρίας <milestone unit="tlnum" n="20"/> δεομένη καὶ βοηθείας καὶ φροντίδος ἐπισπᾶται καὶ κατέχει τὸν πολιτικὸν <quote rend="blockquote"><l>εἱανοῦ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="lat">ib</foreign>. <foreign xml:lang="grc">εἰανοῦ</foreign> mei</note> ἁπτομένη καὶ τʼ ἐσσύμενον κατερύκει.</l></quote><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Hom. <foreign xml:lang="grc">Π</foreign> 9</note> καὶ μὴν οἶσθά με τῷ Πυθίῳ λειτουργοῦντα πολλὰς Πυθιάδας· ἀλλʼ οὐκ ἂν εἴποις <q>ἱκανά σοι, ὦ Πλούταρχε, <milestone unit="tlnum" n="25"/> τέθυται καὶ πεπόμπευται καὶ κεχόρευται, νῦν δʼ ὥρα πρεσβύτερον ὄντα τὸν στέφανον ἀποθέσθαι καὶ τὸ χρηστήριον ἀπολιπεῖν διὰ τὸ γῆρας.</q> οὐκοῦν <pb xml:id="v.5.p.47"/> μηδὲ σεαυτὸν οἴου δεῖν, τῶν πολιτικῶν ἱερῶν ἔξαρχον ὄντα καὶ προφήτην, ἀφεῖναι τὰς τοῦ Πολιέως καὶ Ἀγοραίου τιμὰς Διός, ἔκπαλαι κατωργιασμένον αὐταῖς. <milestone unit="tlnum" n="5"/> <milestone unit="stephpage" xml:id="stephpage-793a" n="793a"/> </p></div><div type="textpart" subtype="section" n="18"><p rend="indent">ἀλλʼ ἀφέντες, εἰ βούλει, τὸν ἀποσπῶντα τῆς πολιτείας λόγον ἐκεῖνο σκοπῶμεν ἤδη καὶ φιλοσοφῶμεν, ὅπως μηδὲν ἀπρεπὲς μηδὲ βαρὺ τῷ γήρᾳ προσάξωμεν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">*: <foreign xml:lang="grc">προσάξωμεν</foreign> </note> ἀγώνισμα, πολλὰ μέρη τῆς πολιτείας ἐχούσης ἁρμόδια καὶ πρόσφορα τοῖς τηλικούτοις <milestone unit="tlnum" n="10"/> ὥσπερ γάρ, εἰ καθῆκον ἦν ᾅδοντας διατελεῖν, ἔδει, πολλῶν τόνων καὶ τρόπων ὑποκειμένων φωνῆς, οὓς ἁρμονίας οἱ μουσικοὶ καλοῦσι, μὴ τὸν ὀξὺν ἅμα καὶ σύντονον διώκειν γέροντας γενομένους, ἀλλʼ ἐν ᾧ τὸ ῥᾴδιον ἔπεστι μετὰ τοῦ πρέποντος ἤθους 
<milestone unit="tlnum" n="15"/> <milestone unit="stephpage" xml:id="stephpage-793b" n="793b"/> οὕτως, ἐπεὶ τὸ πράττειν καὶ λέγειν μᾶλλον ἀνθρώποις ἢ κύκνοις τὸ ᾄδειν ἄχρι τελευτῆς κατὰ φύσιν ἔστιν, οὐκ ἀφετέον τὴν πρᾶξιν ὥσπερ τινὰ λύραν σύντονον ἀλλʼ ἀνετέον ἐπὶ τὰ κοῦφα καὶ μέτρια καὶ προσῳδὰ πρεσβύταις πολιτεύματα μεθαρμοττομένους. <milestone unit="tlnum" n="20"/> οὐδὲ γὰρ τὰ σώματα παντελῶς ἀκίνητα καὶ ἀγύμναστα περιορῶμεν, ὅτε μὴ δυνάμεθα σκαφείοις μηδʼ ἁλτῆρσι χρῆσθαι μηδὲ δισκεύειν μηδʼ ὁπλομαχεῖν ὡς καὶ πρότερον, ἀλλʼ αἰώραις καὶ περιπάτοις, ἔνιοι δὲ καὶ σφαίρᾳ προσπαλαίοντες ἐλαφρῶς καὶ <milestone unit="tlnum" n="25"/> διαλεγόμενοι κινοῦσι τὸ πνεῦμα καὶ τὸ θερμὸν <milestone unit="stephpage" xml:id="stephpage-793c" n="793c"/> ἀναρριπίζουσι · μήτε δὴ τελέως ἐκπαγέντας ἑαυτοὺς καὶ καταψυχθέντας ἀπραξίᾳ περιίδωμεν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Coraes: <foreign xml:lang="grc">περίδοιμεν</foreign> </note> μήτʼ αὖ <pb xml:id="v.5.p.48"/> πάλιν πᾶσαν ἀρχὴν ἐπαιρόμενοι καὶ παντὸς ἐπιδραττόμενοι πολιτεύματος ἀναγκάζωμεν τὸ γῆρας ἐξελεγχόμενον ἐπὶ τοιαύτας φωνὰς καταφέρεσθαι <quote rend="blockquote"><l>ὦ δεξιὰ χείρ, ὡς ποθεῖς λαβεῖν δόρυ·<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Eur. <title rend="italic">Herc</title>. 269</note> <milestone unit="tlnum" n="5"/> </l><l>ἐν δʼ ἀσθενείᾳ τὸν πόθον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πόνον</foreign> Nauck.</note> διώλεσας.</l></quote> οὐδὲ γὰρ ἀκμάζων καὶ δυνάμενος ἀνὴρ ἐπαινεῖται, πάντα συλλήβδην ἀνατιθεὶς; ἑαυτῷ τὰ κοινὰ πράγματα <milestone unit="stephpage" xml:id="stephpage-793d" n="793d"/> καὶ μηδὲν ἑτέρῳ παριέναι βουλόμενος, ὥσπερ οἱ Στωικοὶ τὸν Δία λέγουσιν, εἰς πάντα παρενείρων <milestone unit="tlnum" n="10"/> καὶ πᾶσι καταμιγνὺς ἑαυτὸν ἀπληστίᾳ δόξης ἢ φθόνῳ τῶν μεταλαμβανόντων ἁμωσγέπως τιμῆς τινος ἐν τῇ πόλει καὶ δυνάμεως· πρεσβύτῃ δὲ κομιδῇ, κἂν τὸ ἄδοξον ἀφέλῃς, ἐπίπονος καὶ ταλαίπωρος ἡ πρὸς πᾶν μὲν ἀεὶ κληρωτήριον ἀπαντῶσα φιλαρχία, 
<milestone unit="tlnum" n="15"/> παντὶ δʼ ἐφεδρεύουσα δικαστηρίου καιρῷ καὶ συνεδρίου πολυπραγμοσύνη, πᾶσαν δὲ πρεσβείαν καὶ <milestone unit="stephpage" xml:id="stephpage-793e" n="793e"/> προδικίαν ὑφαρπάζουσα φιλοτιμία. καὶ γὰρ ταῦτα πράττειν καὶ μετʼ εὐνοίας βαρὺ παρʼ ἡλικίαν, συμβαίνει δέ γε τἀναντία μισοῦνται μὲν γὰρ ὑπὸ τῶν <milestone unit="tlnum" n="20"/> νέων, ὡς οὐ προϊέμενοι πράξεων αὐτοῖς ἀφορμὰς μηδʼ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">μηδʼ</foreign>] <foreign xml:lang="grc">οὐδʼ</foreign>?</note> εἰς μέσον ἐῶντες προελθεῖν, ἀδοξεῖ δὲ παρὰ τοῖς ἄλλοις τὸ φιλόπρωτον αὐτῶν καὶ φίλαρχον οὐχ ἧττον ἢ τὸ φιλόπλουτον ἑτέρων γερόντων καὶ φιλήδονον. <milestone unit="tlnum" n="25"/> </p></div><div type="textpart" subtype="section" n="19"><p rend="indent"> ʼ · ὥσπερ οὖν τὸν Βουκέφαλον ὁ Ἀλέξανδρος πρεσβύτερον ὄντα μὴ βουλόμενος πιέζειν ἑτέροις ἐπωχεῖτο πρὸ τῆς μάχης ἵπποις, ἐφοδεύων τὴν <pb xml:id="v.5.p.49"/> φάλαγγα καὶ καθιστὰς εἰς τὴν τάξιν, εἶτα δοὺς τὸ <milestone unit="stephpage" xml:id="stephpage-793f" n="793f"/> σύνθημα καὶ μεταβὰς ἐπʼ ἐκεῖνον εὐθὺς ἐπῆγε τοῖς πολεμίοις καὶ διεκινδύνευεν · οὕτως ὁ πολιτικός, ἂν ἔχῃ νοῦν, αὐτὸς αὑτὸν ἡνιοχῶν πρεσβύτην γενόμενον <milestone unit="tlnum" n="5"/> ἀφέξεται τῶν οὐκ ἀναγκαίων καὶ παρήσει τοῖς ἀκμάζουσι χρῆσθαι πρὸς τὰ μικρότερα τὴν πόλιν, ἐν δὲ τοῖς μεγάλοις αὐτὸς ἀγωνιεῖται προθύμως. οἱ μὲν γὰρ ἀθληταὶ τὰ σώματα τῶν· ἀναγκαίων πόνων ἄθικτα τηροῦσι καὶ ἀκέραια πρὸς τοὺς ἀχρήστους· <milestone unit="tlnum" n="10"/> ἡμεῖς δὲ τοὐναντίον, ἐῶντες τὰ μικρὰ καὶ φαῦλα, τοῖς ἀξίοις σπουδῆς φυλάξομεν ἑαυτούς· <q>νέῳ</q> μὲν γὰρ ἴσως <q>ἐπέοικε</q> καθʼ Ὅμηρον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ὁμηρον</foreign>] X 71</note> <q>πάντα,</q> καὶ δέχονται<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">W: <foreign xml:lang="grc">ἔχονται</foreign> </note> καὶ ἀγαπῶσι τὸν μὲν μικρὰ καὶ πολλὰ πράττοντα δημοτικὸν καὶ φιλόπονον τὸν δὲ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="lat">ib</foreign>. <foreign xml:lang="grc">τὸν μὲν - τὸν δὲ</foreign> W: <foreign xml:lang="grc">τὰ μὲν - τὰ δὲ</foreign> </note> λαμπρὰ 
<milestone unit="tlnum" n="15"/> <milestone unit="stephpage" xml:id="stephpage-794a" n="794a"/> καὶ σεμνὰ γενναῖον καὶ μεγαλόφρονα καλοῦντες· ἔστι δʼ ὅπου καὶ τὸ φιλόνεικον καὶ παράβολον ὥραν ἔχει τινὰ καὶ χάριν ἐπιπρέπουσαν τοῖς τηλικούτοις ὁ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὁ</foreign>] <foreign xml:lang="lat">deleverim</foreign></note> πρεσβύτης δʼ ἀνὴρ ἐν πολιτείᾳ διακονικὰς λειτουργίας ὑπομένων, οἷα τελῶν πράσεις καὶ λιμένων <milestone unit="tlnum" n="20"/> ἐπιμελείας καὶ ἀγορᾶς, ἔτι δὲ πρεσβείας καὶ ἀποδημίας πρὸς ἡγεμόνας καὶ δυνάστας ὑποτρέχων, ἐν αἷς ἀναγκαῖον οὐδὲν οὐδὲ σεμνὸν ἔνεστιν ἀλλὰ θεραπεία καὶ τὸ πρὸς χάριν, ἐμοὶ μὲν οἰκτρόν, ὦ φίλε, φαίνεται καὶ ἄζηλον, ἑτέροις δʼ ἴσως καὶ ἐπαχθὲς <milestone unit="tlnum" n="25"/> φαίνεται<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">φανεῖται</foreign> Coraes, <foreign xml:lang="lat">del. M fortasse rectius</foreign></note> καὶ φορτικόν.</p></div><div type="textpart" subtype="section" n="20"><p rend="indent">οὐδὲ γὰρ ἐν ἀρχαῖς τὸν τηλικοῦτον ὥρα <pb xml:id="v.5.p.50"/> <milestone unit="stephpage" xml:id="stephpage-794b" n="794b"/> φέρεσθαι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">φέρεσθαι</foreign>] <foreign xml:lang="lat">malim</foreign><foreign xml:lang="grc">φαίνεσθαι</foreign><foreign xml:lang="lat">cum pr. m.</foreign><foreign xml:lang="grc">ϝ² </foreign></note>, πλὴν· ὅσαι γε μέγεθός τι κέκτηνται καὶ ἀξίωμα· καθάπερ ἣν σὺ νῦν Ἀθήνησι μεταχειρίζῃ τῆς ἐξ Ἀρείου πάγου βουλῆς ἐπιστασίαν καὶ νὴ Δία τὸ πρόσχημα τῆς· Ἀμφικτυονίας, ἥν σοι διὰ τοῦ <milestone unit="tlnum" n="5"/> βίου παντὸς ἡ πατρὶς ἀνατέθεικε <q>πόνον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πόνον κἑ</foreign>] cf. Eur. <title rend="italic">Bacch</title>. 66</note> ἡδὺν κάματὸν τ̓ εὐκάματον</q> ἔχουσαν. δεῖ δὲ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">δὲ</foreign>] <foreign xml:lang="lat">om. mei</foreign></note> καὶ ταύτας μὴ διώκειν τὰς τιμὰς ἀλλὰ φεύγοντας ἄρχειν, μηδʼ αἰτουμένους<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">αἰτοῦντας</foreign> R, <foreign xml:lang="lat">sed auctor usus fuisse vid.</foreign> <foreign xml:lang="grc">αἰτουμένους</foreign> <foreign xml:lang="lat">forma media propter insequens</foreign> <foreign xml:lang="grc">παραιτουμένους</foreign> </note> ἀλλὰ παραιτουμένους, μηδʼ ὡς αὑτοῖς τὸ ἄρχειν λαμβάνοντας ἀλλʼ ὡς αὑτοὺς τῷ ἄρχειν <milestone unit="tlnum" n="10"/> ἐπιδιδόντας. οὐ γάρ, ὡς Τιβέριος ὁ Καῖσαρ ἔλεγε, <milestone unit="stephpage" xml:id="stephpage-794c" n="794c"/> τὸ τὴν χεῖρα τῷ ἰατρῷ προτείνειν ὑπὲρ ἑξήκοντʼ ἔτη γεγονότας αἰσχρόν ἐστιν, ἀλλὰ μᾶλλον τὸ τὴν χεῖρα τῷ δήμῳ προτείνειν ψῆφον αἰτοῦντας ἢ φωνὴν ἀρχαιρεσιάζουσαν· ἀγεννὲς γὰρ τοῦτο καὶ ταπεινόν 
<milestone unit="tlnum" n="15"/> ὡς τοὐναντίον ἔχει τινὰ σεμνότητα καὶ κόσμον, αἱρουμένης τῆς πατρίδος καὶ καλούσης καὶ περιμενούσης, κατιόντα μετὰ τιμῆς καὶ φιλοφροσύνης γεραρὸν ὡς ἀληθῶς καὶ περίβλεπτον ἀσπάσασθαι καὶ δεξιώσασθαι τὸ γέρας. <milestone unit="tlnum" n="20"/> </p></div></div></body></text></TEI>