<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg117.perseus-grc2"><div type="textpart" subtype="section" n="11"><p rend="indent">ἀλλὰ μὴν ἥ γε<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">γε</foreign> Coraes: <foreign xml:lang="grc">τε</foreign> </note> βασιλεία, τελεωτάτη πασῶν οὖσα καὶ μεγίστη τῶν πολιτειῶν, πλείστας φροντίδας <milestone unit="tlnum" n="20"/> ἔχει καὶ πόνους καὶ ἀσχολίας· τὸν γοῦν Σέλευκον ἑκάστοτε λέγειν ἔφασαν, εἰ γνοῖεν οἱ πολλοὶ τὸ γράφειν μόνον ἐπιστολὰς τοσαύτας καὶ ἀναγινώσκειν <milestone unit="stephpage" xml:id="stephpage-790b" n="790b"/> ὡς ἐργῶδές ἐστιν, ἐρριμμένον οὐκ ἂν ἀνελέσθαι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἂν ἀνελέσθαι</foreign> R: <foreign xml:lang="grc">ἂν ἑλέσθαι</foreign> </note> διάδημα· τὸν δὲ Φίλιππον ἐν καλῷ χωρίῳ <milestone unit="tlnum" n="25"/> μέλλοντα καταστρατοπεδεύειν, ὡς ἤκουσεν ὅτι χόρτος οὐκ ἔστι τοῖς ὑποζυγίοις <q>ὦ Ἡράκλεις</q> εἰπεῖν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="lat">idem</foreign>: <foreign xml:lang="grc">εἶπεν</foreign></note> <q>οἷος <pb xml:id="v.5.p.40"/> ἡμῶν ὁ βίος, εἰ καὶ πρὸς τὸν τῶν ὄνων καιρὸν ὀφείλομεν ζῆν.</q> ὥρα τοίνυν καὶ βασιλεῖ παραινεῖν πρεσβύτῃ γεγενημένῳ τὸ μὲν διάδημα καταθέσθαι καὶ τὴν πορφύραν, ἱμάτιον δʼ ἀναλαβόντα καὶ καμπύλην <milestone unit="tlnum" n="5"/> ἐν ἀγρῷ διατρίβειν, μὴ δοκῇ περίεργα καὶ ἄωρα πράττειν ἐν πολιαῖς βασιλεύων. εἰ δʼ οὐκ ἄξιον ταῦτα λέγειν περὶ Ἀγησιλάου καὶ Νομᾶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">*: <foreign xml:lang="grc">νουμᾶ</foreign> </note> καὶ <milestone unit="stephpage" xml:id="stephpage-790c" n="790c"/>Δαρείου, μηδὲ τῆς ἐξ Ἀρείου πάγου βουλῆς Σόλωνα μηδὲ τῆς συγκλήτου Κάτωνα διὰ τὸ γῆρας ἐξάγωμεν, <milestone unit="tlnum" n="10"/> οὐκοῦν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">οὐκοῦν</foreign> *: <foreign xml:lang="grc">οὔκουν</foreign> </note> μηδὲ Περικλεῖ συμβουλεύωμεν ἐγκαταλιπεῖν τὴν δημοκρατίαν οὐδὲ γὰρ ἄλλως λόγον ἔχει νέον ὄντα κατασκιρτῆσαι τοῦ βήματος, εἶτʼ ἐκχέαντα τὰς μανικὰς ἐκείνας φιλοτιμίας; καὶ ὁρμὰς εἰς τὸ δημόσιον, ὅταν ἡ τὸ φρονεῖν ἐπιφέρουσα διʼ 
<milestone unit="tlnum" n="15"/> ἐμπειρίαν ἡλικία παραγένηται, προέσθαι καὶ καταλιπεῖν ὥσπερ γυναῖκα τὴν πολιτείαν καταχρησάμενον.</p></div><div type="textpart" subtype="section" n="12"><p rend="indent">ἡ μὲν γὰρ Αἰσώπειος ἀλώπηξ τὸν ἐχῖνον οὐκ εἴα τοὺς κρότωνας αὐτῆς ἀφαιρεῖν βουλόμενον· <milestone unit="stephpage" xml:id="stephpage-790d" n="790d"/> <q>ἂν γὰρ τούτους</q> ἔφη <q>μεστοὺς ἀπαλλάξῃς, ἕτεροι <milestone unit="tlnum" n="20"/> προσίασι πεινῶντες·</q> τὴν δὲ πολιτείαν ἀεὶ τοὺς γέροντας ἀποβάλλουσαν ἀναπίμπλασθαι νέων ἀνάγκη διψώντων δόξης καὶ δυνάμεως, νοῦν δὲ πολιτικὸν οὐκ ἐχόντων· πόθεν γὰρ, εἰ μηδενὸς ἔσονται μαθηταὶ μηδὲ θεαταὶ πολιτευομένου γέροντος; ἢ πλοίων <milestone unit="tlnum" n="25"/> μὲν ἄρχοντας οὐ ποιεῖ γράμματα κυβερνητικά, μὴ πολλάκις γενομένους ἐν πρύμνῃ θεατὰς τῶν πρὸς κῦμα καὶ πνεῦμα καὶ νύκτα χειμέριον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">R: <foreign xml:lang="grc">χειμερίων</foreign> </note> ἀγώνων, <pb xml:id="v.5.p.41"/> <quote rend="blockquote"><l>ὅτε Τυνδαριδᾶν ἀδελφῶν ἅλιον ναύταν πόθος βάλλει;</l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Bergk. 3 p. 719</note></quote> πόλιν δὲ μεταχειρίσασθαι καὶ πεῖσαι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πεῖσαι</foreign>] <foreign xml:lang="grc">κυβερνῆσαι</foreign><foreign xml:lang="lat">exhibet in contextu</foreign> V² </note> δῆμον ἢ βουλὴν <milestone unit="stephpage" xml:id="stephpage-790e" n="790e"/> δύναιτʼ ἂν ὀρθῶς νέος ἀναγνοὺς βίβλον ἢ <milestone unit="tlnum" n="5"/> σχολὴν περὶ πολιτείας ἐν Λυκείῳ γραψάμενος, ἂν μὴ παρʼ ἡνίαν καὶ παρʼ οἴακα πολλάκις στάς, δημαγωγῶν καὶ στρατηγῶν ἀγωνιζομένων ἐμπειρίαις ἅμα καὶ τύχαις συναποκλίνων ἐπʼ ἀμφότερα, μετὰ κινδύνων καὶ πραγμάτων λάβῃ τὴν μάθησιν; οὐκ ἔστιν <milestone unit="tlnum" n="10"/> εἰπεῖν· ἀλλʼ εἰ διὰ μηδὲν ἄλλο τῷ γέροντι παιδείας ἕνεκα τῶν νέων καὶ διδασκαλίας πολιτευτέον ἐστίν. ὡς γὰρ οἱ γράμματα καὶ μουσικὴν διδάσκοντες, αὐτοὶ προανακρούονται καὶ προαναγινώσκουσιν ὑφηγούμενοι <milestone unit="stephpage" xml:id="stephpage-790f" n="790f"/> τοῖς μανθάνουσιν, οὕτως ὁ πολιτικὸς οὐ 
<milestone unit="tlnum" n="15"/> λέγων μόνον οὐδʼ ὑπαγορεύων ἔξωθεν ἀλλὰ πράττων τὰ κοινὰ καὶ διοικῶν ἐπευθύνει<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀπεθύνει</foreign> R</note> τὸν νέον, ἔργοις ἅμα καὶ λόγοις πλαττόμενον ἐμψύχως<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐμψύχοις</foreign> M</note> καὶ κατασχηματιζόμενον. ὁ γὰρ τοῦτον ἀσκηθεὶς τὸν τρόπον οὐκ ἐν παλαίστραις καὶ κηρώμασιν ἀκινδύνοις<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="lat">idem</foreign>: <foreign xml:lang="grc">ἀκινδύνως</foreign></note> εὐρύθμων <milestone unit="tlnum" n="20"/> σοφιστῶν, ἀλλʼ ὡς ἀληθῶς ἐν Ὀλυμπιακοῖς καὶ Πυθικοῖς ἀγῶσιν <quote rend="blockquote"><l>ἄθηλος ἵππῳ πῶλος ὣς ἅμα τρέχει</l></quote><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Bergk. 2 p. 445</note> κατὰ Σιμωνίδην, ὡς Ἀριστείδης Κλεισθένει καὶ <milestone unit="stephpage" xml:id="stephpage-791a" n="791a"/>Κίμων Ἀριστείδῃ καὶ Φωκίων Χαβρίᾳ καὶ Κάτων <milestone unit="tlnum" n="25"/>Μαξίμῳ Φαβίῳ καὶ Σύλλᾳ Πομπήιος καὶ Φιλοποίμενι Πολύβιος· νέοι γὰρ ὄντες πρεσβυτέροις <pb xml:id="v.5.p.42"/> ἐπιβάλλοντες, εἶθʼ οἷον παραβλαστάνοντες καὶ συνεξανιστάμενοι ταῖς ἐκείνων πολιτείαις καὶ πράξεσιν, ἐμπειρίαν καὶ συνήθειαν ἐκτῶντο πρὸς τὰ κοινὰ μετὰ δόξης καὶ δυνάμεως. <milestone unit="tlnum" n="5"/> </p></div><div type="textpart" subtype="section" n="13"><p rend="indent">ὁ μὲν οὖν Ἀκαδημαϊκὸς Αἰσχίνης, σοφιστῶν τινων λεγόντων ὅτι προσποιεῖται γεγονέναι Καρνεάδου μὴ γεγονὼς μαθητής, <q>ἀλλὰ τότε γʼ</q> εἶπεν <q>ἐγὼ Καρνεάδου διήκουον, ὅτε τὴν ῥαχίαν καὶ τὸν <milestone unit="stephpage" xml:id="stephpage-791b" n="791b"/> ψόφον ἀφεικὼς ὁ λόγος αὐτοῦ διὰ τὸ γῆρας εἰς τὸ <milestone unit="tlnum" n="10"/> χρήσιμον συνῆκτο καὶ κοινωνικόν</q> τῆς δὲ πρεσβυτικῆς πολιτείας οὐ τῷ λόγῳ μόνον ἀλλὰ καὶ ταῖς πράξεσιν ἀπηλλαγμένης πανηγυρισμοῦ καὶ δοξοκοπίας, ὥσπερ τὴν ἶριν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἶριν</foreign> Coraes: <foreign xml:lang="grc">ἴβιν</foreign> </note> λέγουσιν ὅταν παλαιὰ γενομένη τὸ βρομῶδες ἀποπνεύσῃ καὶ θολερὸν εὐωδέστερον 
<milestone unit="tlnum" n="15"/> τὸ ἀρωματικὸν ἴσχειν, οὕτως οὐδέν ἐστι δόγμα γεροντικὸν οὐδὲ βούλευμα τεταραγμένον ἀλλʼ ἐμβριθῆ πάντα καὶ καθεστῶτα. διὸ καὶ τῶν νέων ἕνεκα δεῖ, καθάπερ εἴρηται, πολιτεύεσθαι τὸν πρεσβύτην, ἵνα, ὃν τρόπον φησὶ Πλάτων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Πλάτων</foreign>] de Legg. p. 773 d. In V² post <foreign xml:lang="grc">Πλάτων</foreign> erasae sunt 4 litterae ex quibus tres posteriores: <foreign xml:lang="grc">ειν</foreign> discernuntur; fort. scriptum erat <foreign xml:lang="grc">δεῖν</foreign> </note> ἐπὶ τοῦ μιγνυμένου <milestone unit="tlnum" n="20"/> πρὸς ὕδωρ ἀκράτου, μαινόμενον θεὸν ἑτέρῳ <milestone unit="stephpage" xml:id="stephpage-791c" n="791c"/> θεῷ νήφοντι σωφρονίζεσθαι κολαζόμενον, οὕτως εὐλάβεια γεροντικὴ κεραννυμένη πρὸς ζέουσαν ἐν δήμῳ νεότητα, βακχεύουσαν ὑπὸ δόξης καὶ φιλοτιμίας, ἀφαιρῇ τὸ μανικὸν καὶ λίαν ἄκρατον. <milestone unit="tlnum" n="25"/> </p></div></div></body></text></TEI>