ἀλλὰ μὴν ἥ γε γε Coraes: τε βασιλεία, τελεωτάτη πασῶν οὖσα καὶ μεγίστη τῶν πολιτειῶν, πλείστας φροντίδας ἔχει καὶ πόνους καὶ ἀσχολίας· τὸν γοῦν Σέλευκον ἑκάστοτε λέγειν ἔφασαν, εἰ γνοῖεν οἱ πολλοὶ τὸ γράφειν μόνον ἐπιστολὰς τοσαύτας καὶ ἀναγινώσκειν ὡς ἐργῶδές ἐστιν, ἐρριμμένον οὐκ ἂν ἀνελέσθαι ἂν ἀνελέσθαι R: ἂν ἑλέσθαι διάδημα· τὸν δὲ Φίλιππον ἐν καλῷ χωρίῳ μέλλοντα καταστρατοπεδεύειν, ὡς ἤκουσεν ὅτι χόρτος οὐκ ἔστι τοῖς ὑποζυγίοις ὦ Ἡράκλεις εἰπεῖν idem : εἶπεν οἷος ἡμῶν ὁ βίος, εἰ καὶ πρὸς τὸν τῶν ὄνων καιρὸν ὀφείλομεν ζῆν. ὥρα τοίνυν καὶ βασιλεῖ παραινεῖν πρεσβύτῃ γεγενημένῳ τὸ μὲν διάδημα καταθέσθαι καὶ τὴν πορφύραν, ἱμάτιον δʼ ἀναλαβόντα καὶ καμπύλην ἐν ἀγρῷ διατρίβειν, μὴ δοκῇ περίεργα καὶ ἄωρα πράττειν ἐν πολιαῖς βασιλεύων. εἰ δʼ οὐκ ἄξιον ταῦτα λέγειν περὶ Ἀγησιλάου καὶ Νομᾶ *: νουμᾶ καὶ Δαρείου, μηδὲ τῆς ἐξ Ἀρείου πάγου βουλῆς Σόλωνα μηδὲ τῆς συγκλήτου Κάτωνα διὰ τὸ γῆρας ἐξάγωμεν, οὐκοῦν οὐκοῦν *: οὔκουν μηδὲ Περικλεῖ συμβουλεύωμεν ἐγκαταλιπεῖν τὴν δημοκρατίαν οὐδὲ γὰρ ἄλλως λόγον ἔχει νέον ὄντα κατασκιρτῆσαι τοῦ βήματος, εἶτʼ ἐκχέαντα τὰς μανικὰς ἐκείνας φιλοτιμίας; καὶ ὁρμὰς εἰς τὸ δημόσιον, ὅταν ἡ τὸ φρονεῖν ἐπιφέρουσα διʼ ἐμπειρίαν ἡλικία παραγένηται, προέσθαι καὶ καταλιπεῖν ὥσπερ γυναῖκα τὴν πολιτείαν καταχρησάμενον. ἡ μὲν γὰρ Αἰσώπειος ἀλώπηξ τὸν ἐχῖνον οὐκ εἴα τοὺς κρότωνας αὐτῆς ἀφαιρεῖν βουλόμενον· ἂν γὰρ τούτους ἔφη μεστοὺς ἀπαλλάξῃς, ἕτεροι προσίασι πεινῶντες· τὴν δὲ πολιτείαν ἀεὶ τοὺς γέροντας ἀποβάλλουσαν ἀναπίμπλασθαι νέων ἀνάγκη διψώντων δόξης καὶ δυνάμεως, νοῦν δὲ πολιτικὸν οὐκ ἐχόντων· πόθεν γὰρ, εἰ μηδενὸς ἔσονται μαθηταὶ μηδὲ θεαταὶ πολιτευομένου γέροντος; ἢ πλοίων μὲν ἄρχοντας οὐ ποιεῖ γράμματα κυβερνητικά, μὴ πολλάκις γενομένους ἐν πρύμνῃ θεατὰς τῶν πρὸς κῦμα καὶ πνεῦμα καὶ νύκτα χειμέριον R: χειμερίων ἀγώνων, ὅτε Τυνδαριδᾶν ἀδελφῶν ἅλιον ναύταν πόθος βάλλει; Bergk. 3 p. 719 πόλιν δὲ μεταχειρίσασθαι καὶ πεῖσαι πεῖσαι ] κυβερνῆσαι exhibet in contextu V² δῆμον ἢ βουλὴν δύναιτʼ ἂν ὀρθῶς νέος ἀναγνοὺς βίβλον ἢ σχολὴν περὶ πολιτείας ἐν Λυκείῳ γραψάμενος, ἂν μὴ παρʼ ἡνίαν καὶ παρʼ οἴακα πολλάκις στάς, δημαγωγῶν καὶ στρατηγῶν ἀγωνιζομένων ἐμπειρίαις ἅμα καὶ τύχαις συναποκλίνων ἐπʼ ἀμφότερα, μετὰ κινδύνων καὶ πραγμάτων λάβῃ τὴν μάθησιν; οὐκ ἔστιν εἰπεῖν· ἀλλʼ εἰ διὰ μηδὲν ἄλλο τῷ γέροντι παιδείας ἕνεκα τῶν νέων καὶ διδασκαλίας πολιτευτέον ἐστίν. ὡς γὰρ οἱ γράμματα καὶ μουσικὴν διδάσκοντες, αὐτοὶ προανακρούονται καὶ προαναγινώσκουσιν ὑφηγούμενοι τοῖς μανθάνουσιν, οὕτως ὁ πολιτικὸς οὐ λέγων μόνον οὐδʼ ὑπαγορεύων ἔξωθεν ἀλλὰ πράττων τὰ κοινὰ καὶ διοικῶν ἐπευθύνει ἀπεθύνει R τὸν νέον, ἔργοις ἅμα καὶ λόγοις πλαττόμενον ἐμψύχως ἐμψύχοις M καὶ κατασχηματιζόμενον. ὁ γὰρ τοῦτον ἀσκηθεὶς τὸν τρόπον οὐκ ἐν παλαίστραις καὶ κηρώμασιν ἀκινδύνοις idem : ἀκινδύνως εὐρύθμων σοφιστῶν, ἀλλʼ ὡς ἀληθῶς ἐν Ὀλυμπιακοῖς καὶ Πυθικοῖς ἀγῶσιν ἄθηλος ἵππῳ πῶλος ὣς ἅμα τρέχει Bergk. 2 p. 445 κατὰ Σιμωνίδην, ὡς Ἀριστείδης Κλεισθένει καὶ Κίμων Ἀριστείδῃ καὶ Φωκίων Χαβρίᾳ καὶ Κάτων Μαξίμῳ Φαβίῳ καὶ Σύλλᾳ Πομπήιος καὶ Φιλοποίμενι Πολύβιος· νέοι γὰρ ὄντες πρεσβυτέροις ἐπιβάλλοντες, εἶθʼ οἷον παραβλαστάνοντες καὶ συνεξανιστάμενοι ταῖς ἐκείνων πολιτείαις καὶ πράξεσιν, ἐμπειρίαν καὶ συνήθειαν ἐκτῶντο πρὸς τὰ κοινὰ μετὰ δόξης καὶ δυνάμεως. ὁ μὲν οὖν Ἀκαδημαϊκὸς Αἰσχίνης, σοφιστῶν τινων λεγόντων ὅτι προσποιεῖται γεγονέναι Καρνεάδου μὴ γεγονὼς μαθητής, ἀλλὰ τότε γʼ εἶπεν ἐγὼ Καρνεάδου διήκουον, ὅτε τὴν ῥαχίαν καὶ τὸν ψόφον ἀφεικὼς ὁ λόγος αὐτοῦ διὰ τὸ γῆρας εἰς τὸ χρήσιμον συνῆκτο καὶ κοινωνικόν τῆς δὲ πρεσβυτικῆς πολιτείας οὐ τῷ λόγῳ μόνον ἀλλὰ καὶ ταῖς πράξεσιν ἀπηλλαγμένης πανηγυρισμοῦ καὶ δοξοκοπίας, ὥσπερ τὴν ἶριν ἶριν Coraes: ἴβιν λέγουσιν ὅταν παλαιὰ γενομένη τὸ βρομῶδες ἀποπνεύσῃ καὶ θολερὸν εὐωδέστερον τὸ ἀρωματικὸν ἴσχειν, οὕτως οὐδέν ἐστι δόγμα γεροντικὸν οὐδὲ βούλευμα τεταραγμένον ἀλλʼ ἐμβριθῆ πάντα καὶ καθεστῶτα. διὸ καὶ τῶν νέων ἕνεκα δεῖ, καθάπερ εἴρηται, πολιτεύεσθαι τὸν πρεσβύτην, ἵνα, ὃν τρόπον φησὶ Πλάτων Πλάτων ] de Legg. p. 773 d. In V² post Πλάτων erasae sunt 4 litterae ex quibus tres posteriores: ειν discernuntur; fort. scriptum erat δεῖν ἐπὶ τοῦ μιγνυμένου πρὸς ὕδωρ ἀκράτου, μαινόμενον θεὸν ἑτέρῳ θεῷ νήφοντι σωφρονίζεσθαι κολαζόμενον, οὕτως εὐλάβεια γεροντικὴ κεραννυμένη πρὸς ζέουσαν ἐν δήμῳ νεότητα, βακχεύουσαν ὑπὸ δόξης καὶ φιλοτιμίας, ἀφαιρῇ τὸ μανικὸν καὶ λίαν ἄκρατον.