<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg116.perseus-grc2" type="edition" xml:lang="grc"><div n="7" subtype="section" type="textpart"><p rend="indent">οὐδὲ γὰρ λαθεῖν οἷόν τε τὰς κακίας ἐν ταῖς <milestone n="20" unit="tlnum"/> ἐξουσίαις· ἀλλὰ τοὺς μὲν ἐπιληπτικούς, ἂν ἐν ὕψει τινὶ γένωνται καὶ περιενεχθῶσιν, ἴλιγγος ἴσχει καὶ σάλος, ἐξελέγχων τὸ πάθος αὐτῶν, τοὺς δʼ ἀπαιδεύτους καὶ ἀμαθεῖς ἡ τύχη μικρὸν ἐκκουφίσασα πλούτοις τισὶν ἢ δόξαις ἢ ἀρχαῖς μετεώρους γενομένους <milestone n="25" unit="tlnum"/> εὐθὺς,ἑπιδείκνυσι πίπτοντας· μᾶλλον δʼ.ʼ, ὥσπερ <pb xml:id="v.5.p.20"/> τῶν κενῶν ἀγγείων οὐκ ἂν διαγνοίης τὸ ἀκέραιον καὶ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ</foreign>] <foreign xml:lang="grc">ἢ</foreign> Coraes</note> πεπονηκός, ἀλλʼ ὅταν ἐγχέῃς, φαίνεται τὸ ῥέον <milestone n="782f" unit="stephpage" xml:id="stephpage-782f"/> οὕτως; αἱ σαθραὶ ψυχαὶ τὰς ἐξουσίας μὴ στέγουσαι ῥέουσιν ἔξω ταῖς ἐπιθυμίαις, ταῖς ὀργαῖς, ταῖς ἀλαζονείαις, <milestone n="5" unit="tlnum"/> ταῖς ἀπειροκαλίαις καίτοι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καίτοι</foreign> R: <foreign xml:lang="grc">καὶ</foreign> </note> τί δεῖ ταῦτα λέγειν, ὅπου καὶ τὰ σμικρότατα τῶν ἐλλειμμάτων περὶ τοὺς ἐπιφανεῖς καὶ ἐνδόξους συκοφαντεῖται; Κίμωνος ἦν ὁ οἶνος διαβολή, Σκιπίωνος ὁ ὕπνος, Λεύκολλος ἐπὶ τῷ δειπνεῖν πολυτελέστερον ἤκουε κακῶς.</p></div></div></body></text></TEI>