οὐ γὰρ εἰκὸς οὐδὲ πρέπον, ὥσπερ ἔνιοι φιλόσοφοι λέγουσι, τὸν θεὸν ἐν ὕλῃ πάντα πασχούσῃ καὶ πράγμασι μυρίας δεχομένοις ἀνάγκας καὶ τύχας καὶ μεταβολὰς ὑπάρχειν ἀναμεμιγμένον ἀλλʼ ὁ μὲν ὁ μὲν W: ἡμῖν ἄνω που περὶ τὴν ἀεὶ κατὰ ταὐτὰ οὕτω οὕτω ] ὠσαύτως R φύσιν ἔχουσαν ἱδρυμένος ἐν βάθροις ἁγίοις, ᾗ φησι Πλάτων Πλάτων ] de Legg. p. 716a. cf. Phaedr. p. 254 b , εὐθείᾳ εὐθεία R: εὐθέα cf. p. 601b περαίνει κατὰ φύσιν περιπορευόμενος οἷον δʼ ἥλιος οἶον δ’ ἥλιος κἑ ] fort. corrig. οἶον δ’ ἥλιος ἐν οὐρ. μίμημά τε περικαλλὲς αὐτοῦ καὶ εἲδωλον ἀναφαίνεται cett. deleto δι’ ἐσόπτρου ut glossemate ad δι’ αὐτοῦ (lin. 13); an emendandum δίκην ἐσόπτρου καὶ εἴδωλον ? ἐν οὐρανῷ μίμημα τὸ περικαλλὲς αὐτοῦ διʼ ἐσόπτρου εἴδωλον ἀναφαίνεται τοῖς ἐκεῖνον ἐνορᾶν διʼ αὐτοῦ δυνατοῖς, οὕτω τὸ ἐν πόλεσι φέγγος εὐδικίας καὶ λόγου τοῦ περὶ αὑτὸν αὐτὸν Abreschius: αὐτὴν aut αὐτὸν ὥσπερ εἰκόνα κατέστησεν, ἣν οἱ μακάριοι καὶ σώφρονες ἐκ φιλοσοφίας ἀπογράφονται πρὸς τὸ κάλλιστον τῶν πραγμάτων τῶν παραδειγμάτων M πλάττοντες ἑαυτούς. ταύτην δʼ οὐδὲν ἐμποιεῖ τὴν διάθεσιν ἢ λόγος ἐκ φιλοσοφίας παραγενόμενος· ἵνα μὴ πάσχωμεν τὸ τοῦ Ἀλεξάνδρου, ὃς ἐν Κορίνθῳ Διογένην θεασάμενος καὶ διʼ εὐφυΐαν ἀγαπήσας καὶ θαυμάσας τὸ φρόνημα καὶ τὸ μέγεθος τἀνδρὸς *: τοῦ ἀνδρὸς εἶπεν εἰ μὴ Ἀλέξανδρος ἤμην, Διογένης ἂν ἤμην· ὀλίγου δέων δέων ] δέω Madvigius. δεῖν Coraes εἰπεῖν, τὴν περὶ αὑτὸν αὐτὸν Duebnerus: αὐτὸν εὐτυχίαν καὶ λαμπρότητα καὶ δύναμιν ὡς κώλυσιν ἀρετῆς καὶ ἀσχολίαν βαρυνόμενος καὶ ζηλοτυπῶν τὸν τρίβωνα καὶ τὴν πήραν, ὅτι τούτοις ἦν ἀνίκητος καὶ ἀνάλωτος Διογένης, οὐχ ὡς ἐκεῖνος ὅπλοις καὶ ἵπποις καὶ σαρίσσαις. ἐξῆν οὖν φιλοσοφοῦντα καὶ τῇ διαθέσει γίγνεσθαι Διογένην καὶ τῇ τύχῃ μένειν Ἀλέξανδρον, καὶ διὰ τοῦτο γενέσθαι Διογένην μᾶλλον, ὅτι ἦν Ἀλέξανδρος, ὡς πρὸς τύχην μεγάλην πολὺ πνεῦμα καὶ σάλον ἔχουσαν ἕρματος πολλοῦ καὶ κυβερνήτου μεγάλου δεόμενον.