Ἀνάξαρχος μὲν οὖν ἐπὶ τῷ Κλείτου φόνῳ δεινοπαθοῦντα παραμυθούμενος Ἀλέξανδρον ἔφη καὶ τῷ Διὶ τὴν Δίκην εἶναι καὶ τὴν Θέμιν καὶ τῷ Διὶ - τὴν Θέμιν W: κλείτω δὴ - τὴν τῶν θεῶν παρέδρους παρέδρους ] cf. Soph. O. C. 1381 , ἵνα πᾶν πραττόμενον ὑπὸ βασιλέως θεμιτὸν δοκῇ καὶ δίκαιον· οὐκ ὀρθῶς οὐδʼ ὠφελίμως τὴν ἐφʼ οἷς ἥμαρτε μετάνοιαν αὐτοῦ τῷ πρὸς τὰ ὅμοια θαρρύνειν ἰώμενος. εἰ δὲ δεῖ ταῦτʼ εἰκάζειν, ὁ μὲν Ζεὺς οὐκ ἔχει τὴν Δίκην πάρεδρον, ἀλλʼ αὐτὸς Δίκη καὶ Θέμις ἐστὶ καὶ νόμων ὁ πρεσβύτατος καὶ τελειότατος. οἱ δὲ παλαιοὶ οὕτω λέγουσι καὶ γράφουσι καὶ διδάσκουσιν, ὡς ἄνευ Δίκης ἄρχειν μηδὲ τοῦ Διὸς καλῶς δυναμένου ἡ δέ γε γε ] τε Hesiodus (O D. 256) παρθένος ἐστὶ καθʼ Ἡσίοδον ἀδιάφθορος, αἰδοῦς καὶ σωφροσύνης καὶ ὠφελείας ὠφελείας ] ἀληθείας codex X σύνοικος ib. σύνοικος X: ἔνοικος ὅθεν αἰδοίους ib. αἰδοίους cf. Hom. Δ 402. ς 314 προσαγορεύουσι τοὺς βασιλεῖς· μάλιστα, γὰρ αἰδεῖσθαι προσήκει τοῖς ἥκιστα φοβουμένοις. φοβεῖσθαι δὲ δεῖ τὸν ἄρχοντα τοῦ παθεῖν κακῶς μᾶλλον τὸ ποιῆσαι· τοῦτο γὰρ αἴτιόν ἐστιν ἐκείνου καὶ οὗτός ἐστιν ὁ φόβος τοῦ ἄρχοντος φιλάνθρωπος καὶ οὐκ ἀγεννής·, ὑπὲρ τῶν ἀρχομένων δεδιέναι μὴ λάθωσι βλαβέντες, ὡς δὲ κύνες περὶ μῆλα δυσωρήσονται ἐν αὐλῇ, Hom. K 184 θηρὸς ἀκούσαντες κρατερόφρονος,ʼ οὐχ ὑπὲρ αὑτῶν ἀλλʼ ὑπὲρ τῶν φυλαττομένων. ὁ δʼ Ἐπαμεινώνδας, εἰς ἑορτήν τινα καὶ πότον ἀνειμένως τῶν Θηβαίων ῥυέντων, μόνος ἐφώδευε τὰ ὅπλα καὶ τὰ τείχη, νήφειν λέγων καὶ ἀγρυπνεῖν ὡς ἂν ἐξῇ τοῖς ἄλλοις μεθύειν καὶ καθεύδειν. καὶ Κάτων ἐν Ἰτύκῃ ʼτοὺς· ἄλλους ἅπαντας ἀπὸ τῆς ἣττης ἐκήρυττε πέμπειν ἐπὶ θάλατταν· καὶ ἐμβιβάσας, εὔπλοιαν εὐξάμενος ὑπὲρ αὐτῶν, εἰς οἶκον ἐπανελθὼν ἑαυτὸν ἀπέσφαξε διδάξας ὑπὲρ τίνων δεῖ τὸν ἄρχοντα; τῷ φόβῳ χρῆσθαι καὶ τίνων δεῖ τὸν ἄρχοντα καταφρονεῖν. Κλέαρχος δʼ ὁ Ποντικὸς τύραννος εἰς κιβωτὸν ἐνδυόμενος ὥσπερ ὄφις ἐκάθευδε. καὶ Ἀριστόδημος Ἀριστόδημος ] Ἀρίστιππος Vit. Arat. c. 25 ὁ Ἀργεῖος εἰς ὑπερῷον οἴκημα θύραν ἔχον ἐπιρρακτήν, ἧς ἧς ] deleverim ἐπάνω τιθεὶς τὸ κλινίδιον ἐκάθευδε μετὰ τῆς ἑταίρας· ἡ δὲ μήτηρ ἐκείνης ὑφεῖλκε κάτωθεν τὸ κλιμάκιον, εἶθʼ ἡμέρας πάλιν προσετίθει φέρουσα. πῶς οὗτος, οἴεσθε, τὸ θέατρον ἐπεφρίκει καὶ τὸ ἀρχεῖον, τὸ βουλευτήριον, τὸ συμπόσιον, ὁ τὸν θάλαμον ἑαυτῷ δεσμωτήριον πεποιηκώς; τῷ γὰρ ὄντι δεδίασιν οἱ βασιλεῖς ὑπὲρ τῶν ἀρχομένων, οἱ δὲ τύραννοι τοὺς ἀρχομένους διὸ δυνάμει τὸ δέος συναύξουσι πλειόνων γὰρ ἄρχοντες πλείονας φοβοῦνται.