ἀλλὰ νοῦν οὐκ ἔχοντες οἱ πολλοὶ τῶν βασιλέων καὶ ἀρχόντων μιμοῦνται τοὺς ἀτέχνους ἀνδριαντοποιούς, οἳ νομίζουσι μεγάλους καὶ ἁδροὺς φαίνεσθαι φαινεῖσθαι Madvigius τοὺς κολοσσούς, ἂν διαβεβηκότας σφόδρα καὶ διατεταμένους καὶ κεχηνότας πλάσωσι καὶ γὰρ οὗτοι βαρύτητι φωνῆς καὶ βλέμματος τραχύτητι καὶ δυσκολίᾳ τρόπων καὶ ἀμιξίᾳ διαίτης ὄγκον ἡγεμονίας καὶ σεμνότητα μιμεῖσθαι δοκοῦσιν, οὐδʼ ὁτιοῦν τῶν κολοσσικῶν διαφέροντες ἀνδριάντων, οἳ τὴν ἔξωθεν ἡρωικὴν καὶ θεοπρεπῆ μορφὴν ἔχοντες; ἐντός εἰσι γῆς μεστοὶ καὶ λίθου καὶ μολίβδου· πλὴν ὅτι τῶν μὲν ἀνδριάντων ταῦτα τὰ βάρη τὴν ὀρθότητα μόνιμον καὶ ἀκλινῆ διαφυλάττει, οἱ δʼ ἀπαίδευτοι στρατηγοὶ καὶ ἡγεμόνες ὑπὸ τῆς ἐντὸς ἀγνωμοσύνης πολλάκις σαλεύονται καὶ περιτρέπονται βάσει γὰρ οὐ κειμένῃ πρὸς ὀρθὰς ἐξουσίαν ἐποικοδομοῦντες ὑψηλὴν συναπονεύουσι., δεῖ δέ, ὥσπερ ὁ κανὼν αὐτός *: αὐτὸν , ἀστραβὴς γενόμενος καὶ ἀδιάστροφος, οὕτως ἀπευθύνει τὰ λοιπὰ τῇ πρὸς αὑτὸν ἐφαρμογῇ καὶ παραθέσει συνεξομοιῶν συνεξομοιῶν (46, 100): συνεφομοιῶν unde συναφομοιῶν W , παραπλησίως τὸν ἄρχοντα πρῶτον αὑτὸν αὐτὸν ] om. mei τὴν τὴν R ἀρχὴν κτησάμενον ἐν ἑαυτῷ καὶ κατευθύναντα τὴν ψυχὴν ψυχὴν idem: ἀρχὴν καὶ καταστησάμενον τὸ ἦθος οὕτω συναρμόττειν τὸ ὑπήκοον οὔτε γὰρ πίπτοντός ἐστιν ὀρθοῦν οὔτε διδάσκειν ἀγνοοῦντος οὔτε κοσμεῖν ἀκοσμοῦντος ἢ τάττειν ἀτακτοῦντος ἢ ἄρχειν μὴ ἀρχομένου· ἀλλʼ οἱ πολλοὶ κακῶς φρονοῦντες οἴονται πρῶτον ἐν τῷ ἄρχειν ἀγαθὸν εἶναι τὸ μὴ ἄρχεσθαι, καὶ ὅ γε Περσῶν βασιλεὺς πάντας. ἡγεῖτο δούλους πλὴν τῆς αὑτοῦ γυναικός, ἧς μάλιστα δεσπότης ὤφειλεν εἶναι. τίς οὖν ἄρξει τοῦ ἄρχοντος; ὁ νόμος ὁ πάντων βασιλεὺς; θνατῶν θνατῶν Pindarus (Bergk. 1 p. 439): θηντῶν τε καὶ ἀθανάτων· ὡς ἔφη Πίνδαρος, οὐκ ἐν βιβλίοις ἔξω γεγραμμένος M: γεγραμμένοις οὐδέ τισι ξύλοις, ἀλλʼ ἔμψυχος ὢν ἐν αὐτῷ ἐν αὐτῷ Coraes: ἑαυτῷ aut ἐν ἑαυτῷ λόγος, ἀεὶ συνοικῶν καὶ παραφυλάττων καὶ μηδέποτε τὴν ψυχὴν ἐῶν ἔρημον ἡγεμονίας. ὁ μὲν γὰρ Περσῶν βασιλεὺς ἕνα τῶν κατευναστῶν εἶχε πρὸς τοῦτο τεταγμένον, ὥσθʼ ἕωθεν εἰσιόντα λέγειν πρὸς αὐτὸν ἀνάστα, ὦ βασιλεῦ, καὶ φρόντιζε πραγμάτων, ὧν σε φροντίζειν ὁ μέγας Ὠρομάσδης μέγας Ὠρομάδης Kaltwasserus: μεσορομάσδης cf. Vit. Artax . c. 29 ἠθέλησε· τοῦ δὲ πεπαιδευμένου καὶ σωφρονοῦντος ἄρχοντος ἐντός ἐστιν ὁ τοῦτο φθεγγόμενος ἀεὶ καὶ παρακελευόμενος Πολέμων γὰρ ἔλεγε τὸν ἔρωτα εἶναι θεῶν ὑπηρεσίαν εἰς νέων ἐπιμέλειαν καὶ σωτηρίαν καὶ σωτεηρίαν addidi ex compar. Thes. et Rom. c. 2 . ἀληθέστερον δʼ ἄν τις εἴποι τοὺς ἄρχοντας ὑπηρετεῖν θεῷ πρὸς ἀνθρώπων ἐπιμέλειαν καὶ σωτηρίαν; ὅπως ὧν θεὸς δίδωσιν ἀνθρώποις καλῶν καὶ ἀγαθῶν τὰ μὲν νέμωσι τὰ δὲ φυλάττωσιν. ὁρᾷς τὸν ὑψοῦ τόνδʼ ἄπειρον αἰθέρα, Nauck. p. 663 καὶ γῆν πέριξ ἔχονθʼ ὑγραῖς ἐν ἀγκάλαις ἔχοντα αὐταῖς ἀγκάλαις mei ; ὁ μὲν καθίησιν ἀρχὰς σπερμάτων προσηκόντων γῆ δʼ ἀναδίδωσιν, αὔξεται δὲ τὰ μὲν ὄμβροις τὰ δʼ ἀνέμοις τὰ δʼ ἄστροις ἐπιθαλπόμενα καὶ σελήνῃ, κοσμεῖ δʼ ἥλιος ἅπαντα καὶ πᾶσι τοῦτο δὴ τὸ παρʼ αὑτοῦ αὐτοῦ *: αὐτοῦ φίλτρον ἐγκεράννυσιν. ἀλλὰ τῶν τοιούτων τοιούτων *: τοσούτων cf. Stob. 46, 101 καὶ τηλικούτων ἃ θεοὶ χαρίζονται δώρων καὶ ἀγαθῶν οὐκ ἔστιν ἀπόλαυσις οὐδὲ χρῆσις ὀρθὴ δίχα νόμου καὶ δίκης καὶ ἄρχοντος. δίκη μὲν οὖν νόμου τέλος ἐστί, νόμος δʼ ἄρχοντος ἔργον, ἄρχων δʼ εἰκὼν θεοῦ τοῦ πάντα κοσμοῦντος, οὐ Φειδίου δεόμενος πλάττοντος οὐδὲ Πολυκλείτου καὶ Μύρωνος, ἀλλʼ αὐτὸς αὑτὸν εἰς ὁμοιότητα θεῷ διʼ ἀρετῆς καθιστὰς; καὶ δημιουργῶν ἀγαλμάτων τὸ ἣδιστον ὀφθῆναι καὶ θεοπρεπέστατον. οἷον δʼ ἣλιον ἐν οὐρανῷ περικαλλὲς εἴδωλον ἑαυτοῦ καὶ σελήνην ὁ. θεὸς ἐνίδρυσε, τοιοῦτον ἐν πόλεσι μίμημα καὶ φέγγος ἄρχων ὅστε θεουδὴς εὐδικίας; ἀνέχῃσι cf. Hom. τ 109. 111 , τουτέστι θεοῦ λόγον ἔχων διάνοιαν καὶ διάνοιαν R, sed recte se habet vulgata , οὐ σκῆπτρον οὐδὲ κεραυνὸν οὐδὲ τρίαιναν, ὡς ἔνιοι πλάττουσιν ἑαυτοὺς καὶ γράφουσι τῷ ἀνεφίκτῳ ποιοῦντες ἐπίφθονον τὸ ἀνόητον νεμεσᾷ γὰρ ὁ θεὸς τοῖς ἀπομιμουμένοις βροντὰς καὶ κεραυνοὺς καὶ ἀκτινοβολίας, τοὺς δὲ τὴν ἀρετὴν ζηλοῦντας αὐτοῦ καὶ πρὸς τὸ καλὸν καὶ φιλάνθρωπον ἀφομοιοῦντας ἑαυτοὺς ἡδόμενος αὔξει καὶ μεταδίδωσι τῆς περὶ αὐτὸν εὐνομίας καὶ δίκης καὶ ἀληθείας καὶ πραότητος· ὧν θειότερον οὐ πῦρ ἐστιν οὐ φῶς οὐχ ἡλίου δρόμος οὐκ ἀνατολαὶ καὶ δύσεις ἄστρων οὐ τὸ ἀίδιον καὶ ἀθάνατον. οὐ γὰρ χρόνῳ ζωῆς ὁ θεὸς εὐδαίμων ἀλλὰ τῆς ἀρετῆς τῷ ἄρχοντι τοῦτο γὰρ θεῖόν ἐστι, καλὸν δʼ αὐτῆς καὶ τὸ ἀρχόμενον.