<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg116.perseus-grc2" type="edition" xml:lang="grc"><div n="1" subtype="section" type="textpart"><p rend="indent"><milestone n="779d" unit="stephpage" xml:id="stephpage-779d"/> Πλάτωνα Κυρηναῖοι παρεκάλουν νόμους τε γραψάμενον αὐτοῖς ἀπολιπεῖν καὶ διακοσμῆσαρ τὴν πολιτείαν, ὁ δὲ παρῃτήσατο φήσας χαλεπὸν εἶναι Κυρηναίοις <milestone n="5" unit="tlnum"/> νομοθετεῖν οὕτως εὐτυχοῦσιν <q>οὐδὲν γὰρ οὕτω γαῦρον καὶ τραχὺ καὶ δύσαρκτον ὡς ἀνὴρ ἔφυ</q><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 617</note> εὐπραγίας δοκούσης ἐπιλαμβανόμενος. διὸ τοῖς ἄρχουσι <milestone n="779e" unit="stephpage" xml:id="stephpage-779e"/> χαλεπόν ἐστι σύμβουλον περὶ ἀρχῆς; γενέσθαι τὸν γὰρ λόγον ὥσπερ ἄρχοντα παραδέξασθαι φοβοῦνται, <milestone n="10" unit="tlnum"/> μὴ τῆς ἐξουσίας αὐτῶν τἀγαθὸν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τἀγαθὸν</foreign> *: <foreign xml:lang="grc">τὸ ἀγαθὸν</foreign> </note> κολούσῃ τῷ καθήκοντι δουλωσάμενος;. οὐ γὰρ ἴσασι τὰ Θεοπόμπου τοῦ Σπαρτιατῶν βασιλέως, ὃς πρῶτος ἐν Σπάρτῃ τοῖς βασιλεύουσι καταμίξας τοὺς Ἐφόρους, εἶτʼ ὀνειδιζόμενος ὑπὸ τῆς γυναικός, εἰ τοῖς παισὶν <milestone n="15" unit="tlnum"/> ἐλάττονα παραδώσει τὴν ἀρχὴν ἧς παρέλαβε, <q>μείζονα μὲν οὖν</q> εἶπεν <q>ὅσῳ καὶ βεβαιοτέραν</q> τὸ γὰρ σφοδρὸν ἀνεὶς καὶ ἄκρατον αὐτῆς ἅμα τῷ φθόνῳ <milestone n="779f" unit="stephpage" xml:id="stephpage-779f"/> διέφυγε τὸν κίνδυνον. καίτοι Θεόπομπος μὲν εἰς ἑτέρους τὸ τῆς ἀρχῆς ὥσπερ ῥεύματος μεγάλου παροχετευσάμενος, <milestone n="20" unit="tlnum"/> ὅσον ἄλλοις ἔδωκεν, αὑτοῦ <pb xml:id="v.5.p.12"/> περιέ πρινξιπεμ Ἰνεριιδιτιιμ. κοψεν· ὁ δʼ ἐκ φιλοσοφίας τῷ ἄρχοντι πάρεδρος καὶ φύλαξ ἐγκατοικισθεὶς λόγος, ὥσπερ εὐεξίας τῆς δυνάμεως τὸ ἐπισφαλὲς ἀφαιρῶν, ἀπολείπει τὸ ὑγιαῖνον. <milestone n="5" unit="tlnum"/> </p></div></div></body></text></TEI>