<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg116.perseus-grc2" type="edition" xml:lang="grc"><div n="1" subtype="section" type="textpart"><p rend="indent"><milestone n="779d" unit="stephpage" xml:id="stephpage-779d"/> Πλάτωνα Κυρηναῖοι παρεκάλουν νόμους τε γραψάμενον αὐτοῖς ἀπολιπεῖν καὶ διακοσμῆσαρ τὴν πολιτείαν, ὁ δὲ παρῃτήσατο φήσας χαλεπὸν εἶναι Κυρηναίοις <milestone n="5" unit="tlnum"/> νομοθετεῖν οὕτως εὐτυχοῦσιν <q>οὐδὲν γὰρ οὕτω γαῦρον καὶ τραχὺ καὶ δύσαρκτον ὡς ἀνὴρ ἔφυ</q><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 617</note> εὐπραγίας δοκούσης ἐπιλαμβανόμενος. διὸ τοῖς ἄρχουσι <milestone n="779e" unit="stephpage" xml:id="stephpage-779e"/> χαλεπόν ἐστι σύμβουλον περὶ ἀρχῆς; γενέσθαι τὸν γὰρ λόγον ὥσπερ ἄρχοντα παραδέξασθαι φοβοῦνται, <milestone n="10" unit="tlnum"/> μὴ τῆς ἐξουσίας αὐτῶν τἀγαθὸν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τἀγαθὸν</foreign> *: <foreign xml:lang="grc">τὸ ἀγαθὸν</foreign> </note> κολούσῃ τῷ καθήκοντι δουλωσάμενος;. οὐ γὰρ ἴσασι τὰ Θεοπόμπου τοῦ Σπαρτιατῶν βασιλέως, ὃς πρῶτος ἐν Σπάρτῃ τοῖς βασιλεύουσι καταμίξας τοὺς Ἐφόρους, εἶτʼ ὀνειδιζόμενος ὑπὸ τῆς γυναικός, εἰ τοῖς παισὶν <milestone n="15" unit="tlnum"/> ἐλάττονα παραδώσει τὴν ἀρχὴν ἧς παρέλαβε, <q>μείζονα μὲν οὖν</q> εἶπεν <q>ὅσῳ καὶ βεβαιοτέραν</q> τὸ γὰρ σφοδρὸν ἀνεὶς καὶ ἄκρατον αὐτῆς ἅμα τῷ φθόνῳ <milestone n="779f" unit="stephpage" xml:id="stephpage-779f"/> διέφυγε τὸν κίνδυνον. καίτοι Θεόπομπος μὲν εἰς ἑτέρους τὸ τῆς ἀρχῆς ὥσπερ ῥεύματος μεγάλου παροχετευσάμενος, <milestone n="20" unit="tlnum"/> ὅσον ἄλλοις ἔδωκεν, αὑτοῦ <pb xml:id="v.5.p.12"/> περιέ πρινξιπεμ Ἰνεριιδιτιιμ. κοψεν· ὁ δʼ ἐκ φιλοσοφίας τῷ ἄρχοντι πάρεδρος καὶ φύλαξ ἐγκατοικισθεὶς λόγος, ὥσπερ εὐεξίας τῆς δυνάμεως τὸ ἐπισφαλὲς ἀφαιρῶν, ἀπολείπει τὸ ὑγιαῖνον. <milestone n="5" unit="tlnum"/> </p></div><div n="2" subtype="section" type="textpart"><p rend="indent">ἀλλὰ νοῦν οὐκ ἔχοντες οἱ πολλοὶ τῶν βασιλέων καὶ ἀρχόντων μιμοῦνται τοὺς ἀτέχνους ἀνδριαντοποιούς, οἳ νομίζουσι μεγάλους καὶ ἁδροὺς φαίνεσθαι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">φαινεῖσθαι</foreign> Madvigius</note> τοὺς κολοσσούς, ἂν διαβεβηκότας σφόδρα <milestone n="780a" unit="stephpage" xml:id="stephpage-780a"/> καὶ διατεταμένους καὶ κεχηνότας πλάσωσι καὶ γὰρ <milestone n="10" unit="tlnum"/> οὗτοι βαρύτητι φωνῆς καὶ βλέμματος τραχύτητι καὶ δυσκολίᾳ τρόπων καὶ ἀμιξίᾳ διαίτης ὄγκον ἡγεμονίας καὶ σεμνότητα μιμεῖσθαι δοκοῦσιν, οὐδʼ ὁτιοῦν τῶν κολοσσικῶν διαφέροντες ἀνδριάντων, οἳ τὴν ἔξωθεν ἡρωικὴν καὶ θεοπρεπῆ μορφὴν ἔχοντες; ἐντός <milestone n="15" unit="tlnum"/> εἰσι γῆς μεστοὶ καὶ λίθου καὶ μολίβδου· πλὴν ὅτι τῶν μὲν ἀνδριάντων ταῦτα τὰ βάρη τὴν ὀρθότητα μόνιμον καὶ ἀκλινῆ διαφυλάττει, οἱ δʼ ἀπαίδευτοι <milestone n="780b" unit="stephpage" xml:id="stephpage-780b"/> στρατηγοὶ καὶ ἡγεμόνες ὑπὸ τῆς ἐντὸς ἀγνωμοσύνης πολλάκις σαλεύονται καὶ περιτρέπονται βάσει γὰρ <milestone n="20" unit="tlnum"/> οὐ κειμένῃ πρὸς ὀρθὰς ἐξουσίαν ἐποικοδομοῦντες ὑψηλὴν συναπονεύουσι., δεῖ δέ, ὥσπερ ὁ κανὼν αὐτός<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">*: <foreign xml:lang="grc">αὐτὸν</foreign> </note>, ἀστραβὴς γενόμενος καὶ ἀδιάστροφος, οὕτως ἀπευθύνει τὰ λοιπὰ τῇ πρὸς αὑτὸν ἐφαρμογῇ καὶ παραθέσει συνεξομοιῶν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">συνεξομοιῶν</foreign> (46, 100): <foreign xml:lang="grc">συνεφομοιῶν</foreign> unde <foreign xml:lang="grc">συναφομοιῶν</foreign> W</note>, παραπλησίως τὸν ἄρχοντα <milestone n="25" unit="tlnum"/> πρῶτον αὑτὸν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὐτὸν</foreign>] om. mei</note> τὴν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τὴν</foreign> R</note> ἀρχὴν κτησάμενον ἐν ἑαυτῷ καὶ κατευθύναντα τὴν ψυχὴν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ψυχὴν</foreign> idem: <foreign xml:lang="grc">ἀρχὴν</foreign> </note> καὶ καταστησάμενον τὸ <pb xml:id="v.5.p.13"/> ἦθος οὕτω συναρμόττειν τὸ ὑπήκοον οὔτε γὰρ πίπτοντός ἐστιν ὀρθοῦν οὔτε διδάσκειν ἀγνοοῦντος οὔτε κοσμεῖν ἀκοσμοῦντος ἢ τάττειν ἀτακτοῦντος ἢ <milestone n="780c" unit="stephpage" xml:id="stephpage-780c"/> ἄρχειν μὴ ἀρχομένου· ἀλλʼ οἱ πολλοὶ κακῶς φρονοῦντες <milestone n="5" unit="tlnum"/> οἴονται πρῶτον ἐν τῷ ἄρχειν ἀγαθὸν εἶναι τὸ μὴ ἄρχεσθαι, καὶ ὅ γε Περσῶν βασιλεὺς πάντας. ἡγεῖτο δούλους πλὴν τῆς αὑτοῦ γυναικός, ἧς μάλιστα δεσπότης ὤφειλεν εἶναι.</p></div><div n="3" subtype="section" type="textpart"><p rend="indent">τίς οὖν ἄρξει τοῦ ἄρχοντος; ὁ νόμος ὁ <milestone n="10" unit="tlnum"/> πάντων βασιλεὺς; θνατῶν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">θνατῶν</foreign> Pindarus (Bergk. 1 p. 439): <foreign xml:lang="grc">θηντῶν</foreign> </note> τε καὶ ἀθανάτων· ὡς ἔφη Πίνδαρος, οὐκ ἐν βιβλίοις ἔξω γεγραμμένος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">M: <foreign xml:lang="grc">γεγραμμένοις</foreign> </note> οὐδέ τισι ξύλοις, ἀλλʼ ἔμψυχος ὢν ἐν αὐτῷ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐν αὐτῷ</foreign> Coraes: <foreign xml:lang="grc">ἑαυτῷ</foreign> aut <foreign xml:lang="grc">ἐν ἑαυτῷ</foreign> </note> λόγος, ἀεὶ συνοικῶν καὶ παραφυλάττων καὶ μηδέποτε τὴν ψυχὴν ἐῶν ἔρημον ἡγεμονίας. ὁ μὲν γὰρ Περσῶν βασιλεὺς <milestone n="15" unit="tlnum"/> ἕνα τῶν κατευναστῶν εἶχε πρὸς τοῦτο τεταγμένον, ὥσθʼ ἕωθεν εἰσιόντα λέγειν πρὸς αὐτὸν <q>ἀνάστα, ὦ βασιλεῦ, καὶ φρόντιζε πραγμάτων, ὧν <milestone n="780d" unit="stephpage" xml:id="stephpage-780d"/> σε φροντίζειν ὁ μέγας Ὠρομάσδης<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μέγας Ὠρομάδης</foreign> Kaltwasserus: <foreign xml:lang="grc">μεσορομάσδης</foreign> cf. <title rend="italic">Vit. Artax</title>. c. 29</note> ἠθέλησε·</q> τοῦ δὲ πεπαιδευμένου καὶ σωφρονοῦντος ἄρχοντος ἐντός <milestone n="20" unit="tlnum"/> ἐστιν ὁ τοῦτο φθεγγόμενος ἀεὶ καὶ παρακελευόμενος Πολέμων γὰρ ἔλεγε τὸν ἔρωτα εἶναι <q>θεῶν ὑπηρεσίαν εἰς νέων ἐπιμέλειαν καὶ σωτηρίαν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ σωτεηρίαν</foreign> addidi ex compar. Thes. et Rom. c. 2</note>.</q> ἀληθέστερον δʼ ἄν τις εἴποι τοὺς ἄρχοντας ὑπηρετεῖν θεῷ πρὸς ἀνθρώπων ἐπιμέλειαν καὶ σωτηρίαν; ὅπως ὧν <pb xml:id="v.5.p.14"/> θεὸς δίδωσιν ἀνθρώποις καλῶν καὶ ἀγαθῶν τὰ μὲν νέμωσι τὰ δὲ φυλάττωσιν. <quote rend="blockquote"><l>ὁρᾷς τὸν ὑψοῦ τόνδʼ ἄπειρον αἰθέρα, </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 663</note><l>καὶ γῆν πέριξ ἔχονθʼ ὑγραῖς ἐν ἀγκάλαις<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἔχοντα αὐταῖς ἀγκάλαις</foreign> mei</note>;</l></quote> <milestone n="5" unit="tlnum"/> ὁ μὲν καθίησιν ἀρχὰς σπερμάτων προσηκόντων γῆ δʼ ἀναδίδωσιν, αὔξεται δὲ τὰ μὲν ὄμβροις τὰ δʼ ἀνέμοις τὰ δʼ ἄστροις ἐπιθαλπόμενα καὶ σελήνῃ, <milestone n="780e" unit="stephpage" xml:id="stephpage-780e"/> κοσμεῖ δʼ ἥλιος ἅπαντα καὶ πᾶσι τοῦτο δὴ τὸ παρʼ αὑτοῦ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὐτοῦ</foreign> *: <foreign xml:lang="grc">αὐτοῦ</foreign> </note> φίλτρον ἐγκεράννυσιν. ἀλλὰ τῶν τοιούτων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τοιούτων</foreign> *: <foreign xml:lang="grc">τοσούτων</foreign> cf. Stob. 46, 101</note> <milestone n="10" unit="tlnum"/> καὶ τηλικούτων ἃ θεοὶ χαρίζονται δώρων καὶ ἀγαθῶν οὐκ ἔστιν ἀπόλαυσις οὐδὲ χρῆσις ὀρθὴ δίχα νόμου καὶ δίκης καὶ ἄρχοντος. δίκη μὲν οὖν νόμου τέλος ἐστί, νόμος δʼ ἄρχοντος ἔργον, ἄρχων δʼ εἰκὼν θεοῦ τοῦ πάντα κοσμοῦντος, οὐ Φειδίου δεόμενος <milestone n="15" unit="tlnum"/> πλάττοντος οὐδὲ Πολυκλείτου καὶ Μύρωνος, ἀλλʼ αὐτὸς αὑτὸν εἰς ὁμοιότητα θεῷ διʼ ἀρετῆς καθιστὰς; <milestone n="780f" unit="stephpage" xml:id="stephpage-780f"/> καὶ δημιουργῶν ἀγαλμάτων τὸ ἣδιστον ὀφθῆναι καὶ θεοπρεπέστατον. οἷον δʼ ἣλιον ἐν οὐρανῷ περικαλλὲς εἴδωλον ἑαυτοῦ καὶ σελήνην ὁ. θεὸς <milestone n="20" unit="tlnum"/> ἐνίδρυσε, τοιοῦτον ἐν πόλεσι μίμημα καὶ φέγγος ἄρχων ὅστε θεουδὴς εὐδικίας; ἀνέχῃσι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">cf. Hom. <foreign xml:lang="grc">τ</foreign> 109. 111</note>, τουτέστι θεοῦ λόγον ἔχων διάνοιαν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ διάνοιαν</foreign> R, sed recte se habet vulgata</note>, οὐ σκῆπτρον οὐδὲ κεραυνὸν οὐδὲ τρίαιναν, ὡς ἔνιοι πλάττουσιν ἑαυτοὺς καὶ γράφουσι τῷ ἀνεφίκτῳ ποιοῦντες ἐπίφθονον <milestone n="25" unit="tlnum"/> τὸ ἀνόητον νεμεσᾷ γὰρ ὁ θεὸς τοῖς <pb xml:id="v.5.p.15"/> ἀπομιμουμένοις βροντὰς καὶ κεραυνοὺς καὶ ἀκτινοβολίας, <milestone n="781a" unit="stephpage" xml:id="stephpage-781a"/> τοὺς δὲ τὴν ἀρετὴν ζηλοῦντας αὐτοῦ καὶ πρὸς τὸ καλὸν καὶ φιλάνθρωπον ἀφομοιοῦντας ἑαυτοὺς ἡδόμενος αὔξει καὶ μεταδίδωσι τῆς περὶ αὐτὸν εὐνομίας <milestone n="5" unit="tlnum"/> καὶ δίκης καὶ ἀληθείας καὶ πραότητος· ὧν θειότερον οὐ πῦρ ἐστιν οὐ φῶς οὐχ ἡλίου δρόμος οὐκ ἀνατολαὶ καὶ δύσεις ἄστρων οὐ τὸ ἀίδιον καὶ ἀθάνατον. οὐ γὰρ χρόνῳ ζωῆς ὁ θεὸς εὐδαίμων ἀλλὰ τῆς ἀρετῆς τῷ ἄρχοντι τοῦτο γὰρ θεῖόν ἐστι, <milestone n="10" unit="tlnum"/> καλὸν δʼ αὐτῆς καὶ τὸ ἀρχόμενον. </p></div><div n="4" subtype="section" type="textpart"><p rend="indent">Ἀνάξαρχος μὲν οὖν ἐπὶ τῷ Κλείτου φόνῳ δεινοπαθοῦντα παραμυθούμενος Ἀλέξανδρον ἔφη καὶ <milestone n="781b" unit="stephpage" xml:id="stephpage-781b"/> τῷ Διὶ τὴν Δίκην εἶναι καὶ τὴν Θέμιν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ τῷ Διὶ - τὴν Θέμιν</foreign> W: <foreign xml:lang="grc">κλείτω δὴ - τὴν τῶν θεῶν</foreign> </note> παρέδρους<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">παρέδρους</foreign>] cf. Soph. O. C. 1381</note>, ἵνα πᾶν πραττόμενον ὑπὸ βασιλέως θεμιτὸν δοκῇ <milestone n="15" unit="tlnum"/> καὶ δίκαιον· οὐκ ὀρθῶς οὐδʼ ὠφελίμως τὴν ἐφʼ οἷς ἥμαρτε μετάνοιαν αὐτοῦ τῷ πρὸς τὰ ὅμοια θαρρύνειν ἰώμενος. εἰ δὲ δεῖ ταῦτʼ εἰκάζειν, ὁ μὲν Ζεὺς οὐκ ἔχει τὴν Δίκην πάρεδρον, ἀλλʼ αὐτὸς Δίκη καὶ Θέμις ἐστὶ καὶ νόμων ὁ πρεσβύτατος καὶ τελειότατος. <milestone n="20" unit="tlnum"/> οἱ δὲ παλαιοὶ οὕτω λέγουσι καὶ γράφουσι καὶ διδάσκουσιν, ὡς ἄνευ Δίκης ἄρχειν μηδὲ τοῦ Διὸς καλῶς δυναμένου <q>ἡ δέ γε<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">γε</foreign>] <foreign xml:lang="grc">τε</foreign> Hesiodus (O D. 256)</note> παρθένος ἐστὶ</q> καθʼ <milestone n="781c" unit="stephpage" xml:id="stephpage-781c"/>Ἡσίοδον ἀδιάφθορος, αἰδοῦς καὶ σωφροσύνης καὶ ὠφελείας<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὠφελείας</foreign>] <foreign xml:lang="grc">ἀληθείας</foreign> codex X</note> σύνοικος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">ib. <foreign xml:lang="grc">σύνοικος</foreign> X: <foreign xml:lang="grc">ἔνοικος</foreign> </note> ὅθεν <q>αἰδοίους<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">ib. <foreign xml:lang="grc">αἰδοίους</foreign> cf. Hom. <foreign xml:lang="grc">Δ</foreign> 402. <foreign xml:lang="grc">ς</foreign> 314</note></q> προσαγορεύουσι <milestone n="25" unit="tlnum"/> τοὺς βασιλεῖς· μάλιστα, γὰρ αἰδεῖσθαι προσήκει τοῖς <pb xml:id="v.5.p.16"/> ἥκιστα φοβουμένοις. φοβεῖσθαι δὲ δεῖ τὸν ἄρχοντα τοῦ παθεῖν κακῶς μᾶλλον τὸ ποιῆσαι· τοῦτο γὰρ αἴτιόν ἐστιν ἐκείνου καὶ οὗτός ἐστιν ὁ φόβος τοῦ ἄρχοντος φιλάνθρωπος καὶ οὐκ ἀγεννής·, ὑπὲρ τῶν <milestone n="5" unit="tlnum"/> ἀρχομένων δεδιέναι μὴ λάθωσι βλαβέντες, <quote rend="blockquote"><l>ὡς δὲ κύνες περὶ μῆλα δυσωρήσονται ἐν αὐλῇ, </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. K 184</note><l>θηρὸς ἀκούσαντες κρατερόφρονος,ʼ</l></quote> οὐχ ὑπὲρ αὑτῶν ἀλλʼ ὑπὲρ τῶν φυλαττομένων. ὁ δʼ Ἐπαμεινώνδας, εἰς ἑορτήν τινα καὶ πότον ἀνειμένως <milestone n="10" unit="tlnum"/> <milestone n="781d" unit="stephpage" xml:id="stephpage-781d"/> τῶν Θηβαίων ῥυέντων, μόνος ἐφώδευε τὰ ὅπλα καὶ τὰ τείχη, νήφειν λέγων καὶ ἀγρυπνεῖν ὡς ἂν ἐξῇ τοῖς ἄλλοις μεθύειν καὶ καθεύδειν. καὶ Κάτων ἐν Ἰτύκῃ ʼτοὺς· ἄλλους ἅπαντας ἀπὸ τῆς ἣττης ἐκήρυττε πέμπειν ἐπὶ θάλατταν· καὶ ἐμβιβάσας, <milestone n="15" unit="tlnum"/> εὔπλοιαν εὐξάμενος ὑπὲρ αὐτῶν, εἰς οἶκον ἐπανελθὼν ἑαυτὸν ἀπέσφαξε διδάξας ὑπὲρ τίνων δεῖ τὸν ἄρχοντα; τῷ φόβῳ χρῆσθαι καὶ τίνων δεῖ τὸν ἄρχοντα καταφρονεῖν. Κλέαρχος δʼ ὁ Ποντικὸς τύραννος εἰς κιβωτὸν ἐνδυόμενος ὥσπερ ὄφις ἐκάθευδε. <milestone n="20" unit="tlnum"/> <milestone n="781e" unit="stephpage" xml:id="stephpage-781e"/> καὶ Ἀριστόδημος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἀριστόδημος</foreign>] <foreign xml:lang="grc">Ἀρίστιππος</foreign> Vit. Arat. c. 25</note> ὁ Ἀργεῖος εἰς ὑπερῷον οἴκημα θύραν ἔχον ἐπιρρακτήν, ἧς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἧς</foreign>] deleverim</note> ἐπάνω τιθεὶς τὸ κλινίδιον ἐκάθευδε μετὰ τῆς ἑταίρας· ἡ δὲ μήτηρ ἐκείνης ὑφεῖλκε κάτωθεν τὸ κλιμάκιον, εἶθʼ ἡμέρας πάλιν προσετίθει φέρουσα. πῶς οὗτος, οἴεσθε, τὸ <milestone n="25" unit="tlnum"/> θέατρον ἐπεφρίκει καὶ τὸ ἀρχεῖον, τὸ βουλευτήριον, τὸ συμπόσιον, ὁ τὸν θάλαμον ἑαυτῷ δεσμωτήριον πεποιηκώς; τῷ γὰρ ὄντι δεδίασιν οἱ βασιλεῖς ὑπὲρ <pb xml:id="v.5.p.17"/> τῶν ἀρχομένων, οἱ δὲ τύραννοι τοὺς ἀρχομένους διὸ δυνάμει τὸ δέος συναύξουσι πλειόνων γὰρ ἄρχοντες πλείονας φοβοῦνται. <milestone n="781f" unit="stephpage" xml:id="stephpage-781f"/> </p></div><div n="5" subtype="section" type="textpart"><p rend="indent">οὐ γὰρ εἰκὸς οὐδὲ πρέπον, ὥσπερ ἔνιοι φιλόσοφοι <milestone n="5" unit="tlnum"/> λέγουσι, τὸν θεὸν ἐν ὕλῃ πάντα πασχούσῃ καὶ πράγμασι μυρίας δεχομένοις ἀνάγκας καὶ τύχας καὶ μεταβολὰς ὑπάρχειν ἀναμεμιγμένον ἀλλʼ ὁ μὲν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὁ μὲν</foreign> W: <foreign xml:lang="grc">ἡμῖν</foreign> </note> ἄνω που περὶ τὴν ἀεὶ κατὰ ταὐτὰ οὕτω<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὕτω</foreign>] <foreign xml:lang="grc">ὠσαύτως</foreign> R</note> φύσιν ἔχουσαν ἱδρυμένος ἐν βάθροις ἁγίοις, ᾗ φησι Πλάτων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Πλάτων</foreign>] <title>de Legg.</title> p. 716a. cf. <title>Phaedr.</title> p. 254 b</note>, <milestone n="10" unit="tlnum"/> εὐθείᾳ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">εὐθεία</foreign> R: <foreign xml:lang="grc">εὐθέα</foreign> cf. p. 601b</note> περαίνει κατὰ φύσιν περιπορευόμενος οἷον δʼ ἥλιος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οἶον δ’ ἥλιος κἑ</foreign>] fort. corrig. <foreign xml:lang="grc">οἶον δ’ ἥλιος ἐν οὐρ. μίμημά τε περικαλλὲς αὐτοῦ καὶ εἲδωλον ἀναφαίνεται</foreign> cett. deleto <foreign xml:lang="grc">δι’ ἐσόπτρου</foreign> ut glossemate ad <foreign xml:lang="grc">δι’ αὐτοῦ</foreign> (lin. 13); an emendandum <foreign xml:lang="grc">δίκην ἐσόπτρου καὶ εἴδωλον</foreign>?</note> ἐν οὐρανῷ μίμημα τὸ περικαλλὲς αὐτοῦ διʼ ἐσόπτρου εἴδωλον ἀναφαίνεται τοῖς ἐκεῖνον ἐνορᾶν διʼ αὐτοῦ δυνατοῖς, οὕτω τὸ ἐν πόλεσι φέγγος εὐδικίας καὶ λόγου τοῦ περὶ αὑτὸν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὐτὸν</foreign> Abreschius: <foreign xml:lang="grc">αὐτὴν</foreign> aut <foreign xml:lang="grc">αὐτὸν</foreign> </note> ὥσπερ <milestone n="15" unit="tlnum"/> <milestone n="782a" unit="stephpage" xml:id="stephpage-782a"/> εἰκόνα κατέστησεν, ἣν οἱ μακάριοι καὶ σώφρονες ἐκ φιλοσοφίας ἀπογράφονται πρὸς τὸ κάλλιστον τῶν πραγμάτων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τῶν παραδειγμάτων</foreign> M</note> πλάττοντες ἑαυτούς. ταύτην δʼ οὐδὲν ἐμποιεῖ τὴν διάθεσιν ἢ λόγος ἐκ φιλοσοφίας παραγενόμενος· ἵνα μὴ πάσχωμεν τὸ τοῦ Ἀλεξάνδρου, <milestone n="20" unit="tlnum"/> ὃς ἐν Κορίνθῳ Διογένην θεασάμενος καὶ διʼ εὐφυΐαν ἀγαπήσας καὶ θαυμάσας τὸ φρόνημα καὶ τὸ μέγεθος τἀνδρὸς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">*: <foreign xml:lang="grc">τοῦ ἀνδρὸς</foreign> </note> εἶπεν <q>εἰ μὴ Ἀλέξανδρος ἤμην, <pb xml:id="v.5.p.18"/> Διογένης ἂν ἤμην·</q> ὀλίγου δέων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δέων</foreign>] <foreign xml:lang="grc">δέω</foreign> Madvigius. <foreign xml:lang="grc">δεῖν</foreign> Coraes</note> εἰπεῖν, τὴν περὶ αὑτὸν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὐτὸν</foreign> Duebnerus: <foreign xml:lang="grc">αὐτὸν</foreign> </note> εὐτυχίαν καὶ λαμπρότητα καὶ δύναμιν ὡς κώλυσιν <milestone n="782b" unit="stephpage" xml:id="stephpage-782b"/> ἀρετῆς καὶ ἀσχολίαν βαρυνόμενος καὶ ζηλοτυπῶν τὸν τρίβωνα καὶ τὴν πήραν, ὅτι τούτοις ἦν ἀνίκητος <milestone n="5" unit="tlnum"/> καὶ ἀνάλωτος Διογένης, οὐχ ὡς ἐκεῖνος ὅπλοις καὶ ἵπποις καὶ σαρίσσαις. ἐξῆν οὖν φιλοσοφοῦντα καὶ τῇ διαθέσει γίγνεσθαι Διογένην καὶ τῇ τύχῃ μένειν Ἀλέξανδρον, καὶ διὰ τοῦτο γενέσθαι Διογένην μᾶλλον, ὅτι ἦν Ἀλέξανδρος, ὡς πρὸς τύχην <milestone n="10" unit="tlnum"/> μεγάλην πολὺ πνεῦμα καὶ σάλον ἔχουσαν ἕρματος πολλοῦ καὶ κυβερνήτου μεγάλου δεόμενον. </p></div></div></body></text></TEI>