<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg113.perseus-grc2"><div type="textpart" subtype="section" n="9"><p rend="indent"><said who="#Αὐτόβουλος" rend="merge"><label>ΑΥΤΟΒΟΥΛΟΣ.</label> παυσαμένου δὲ τοῦ Πρωτογένους, <q>ὁρᾷς</q> εἶπεν ὁ πατήρ <q>ὦ Ἀνθεμίων, ὅτι πάλιν κοινὴν ποιοῦσι τὴν ὑπόθεσιν καὶ τὸν λόγον ἀναγκαῖον ἡμῖν <milestone unit="stephpage" xml:id="stephpage-753c" n="753c"/> τοῖς οὐκ ἀρνουμένοις; οὐδὲ φεύγουσι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">φεύγουσι</foreign> R: <foreign xml:lang="grc">φεύγειν</foreign> </note> τοῦ περὶ γάμον <milestone unit="tlnum" n="20"/>ἔρωτος εἶναι χορευταῖς;</q> <q>καὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">καὶ</foreign>] malim <foreign xml:lang="grc">ναί</foreign></note> ναὶ μὰ Δίʼ</q> εἶπεν ὁ Ἀνθεμίων· <q>ἄμυνʼ οὖν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἄμυν’ οὖν</foreign> *: <foreign xml:lang="grc">ἀμύνει</foreign> </note> διὰ πλειόνων νῦν αὐτὸς ἐρῶν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">αὐτὸς ἐρῶν· ἔτι δὲ</foreign> W: <foreign xml:lang="grc">αὐτοὺς ἐρᾶν· εἰ δὲ</foreign> idem: <foreign xml:lang="grc">βοηθήσων</foreign> </note>· ἔτι δὲ τῷ πλούτῳ βοήθησον, ᾧ μάλιστα δεδίττεται Πεισίας ἡμᾶς.</q> <q>τί δʼ</q> εἶπεν ὁ πατὴρ <pb xml:id="v.4.p.409"/> <q>οὐκ ἂν ἔγκλημα γένοιτο γυναικός, εἰ διʼ ἔρωτα καὶ πλοῦτον ἀπορρίψομεν Ἰσμηνοδώραν; βαρεῖα γὰρ καὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">καὶ</foreign>] <foreign xml:lang="grc">εἰ</foreign> Emperius</note> πλουσία· τί δʼ εἰ καλὴ καὶ νέα; τί δʼ εἰ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">εἰ - εἰ</foreign> Leonicus: <foreign xml:lang="grc">ἡ - ἡ</foreign> </note> γένει σοβαρὰ καὶ ἔνδοξος; αἱ δὲ σώφρονες οὐδὲ αὐστηρὸν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">οὐδὲ αὐστηρὸν - δυσκαρτέρητον</foreign>] fort. <foreign xml:lang="grc">οὐ τὸ αὐστηρὸν πικρὸν καὶ κατεγνυπωμένον ἐπαχθὲς δὲ τὸ σεμνὸν καὶ δυσκαρτέρητον</foreign></note> <milestone unit="tlnum" n="5"/> καὶ κατεγνυπωμένον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">ib. em. Schneiderus: <foreign xml:lang="grc">κατεγρπωμένον</foreign> </note> ἐπαχθὲς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">ib. lac. 6 E 8 B</note>· καὶ δυσκαρτέρητον ἔχουσι, καὶ ποινὰς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ποινὰς</foreign> Basileensis: <foreign xml:lang="grc">πείνας</foreign> </note> καλοῦσιν αὐτὰς καὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">καὶ</foreign>] <foreign xml:lang="grc">ἀεὶ</foreign> Emperius</note> τοῖς ἀνδράσιν <milestone unit="stephpage" xml:id="stephpage-753d" n="753d"/> ὀργιζομένας, ὅτι σωφρονοῦσιν; ἆρʼ οὖν κράτιστον ἐξ ἀγορᾶς γαμεῖν Ἀβρότονόν τινα Θρῇσσαν ἢ Βακχίδα Μιλησίαν ἀνέγγυον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">em. Winckelmannus: <foreign xml:lang="grc">ἔγγυον</foreign> </note> ἐπαγομένην διʼ ὠνῆς <milestone unit="tlnum" n="10"/> καὶ καταχυσμάτων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">καταχυσμάτων</foreign> idem: <foreign xml:lang="grc">κατεσυμμάτων</foreign> </note>; ἀλλὰ καὶ ταύταις ἴσμεν οὐκ ὀλίγους αἴσχιστα δουλεύσαντας. αὐλητρίδες δὲ Σάμιαι καὶ ὀρχηστρίδες, Ἀριστονίκα καὶ τύμπανον ἔχουσʼ Οἰνάνθη καὶ Ἀγαθόκλεια<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">idem: <foreign xml:lang="grc">ἀγαθοκλία</foreign> </note> διαδήμασι βασιλέων ἐπέβησαν. ἡ δὲ Σύρα Σεμίραμις οἰκότριβος μὲν ἦν 
<milestone unit="tlnum" n="15"/> βασιλικοῦ θεράπαινα παλλακευομένη· Νίνου δὲ τοῦ μεγάλου βασιλέως ἐντυχόντος αὐτῇ καὶ στέρξαντος οὕτως ἐκράτησε καὶ κατεφρόνησεν, ὥστʼ ἀξιῶσαι καὶ <milestone unit="stephpage" xml:id="stephpage-753e" n="753e"/> μίαν ἡμέραν αὐτὴν περιιδεῖν ἐν τῷ θρόνῳ καθεζομένην ἔχουσαν τὸ διάδημα καὶ χρηματίζουσαν. δόντος <milestone unit="tlnum" n="20"/> δʼ ἐκείνου καὶ κελεύσαντος πάντας ὑπηρετεῖν ὥσπερ αὐτῷ καὶ πείθεσθαι, μετρίως ἐχρῆτο τοῖς πρώτοις ἐπιτάγμασι, πειρωμένη τῶν δορυφόρων· ἐπεὶ δʼ ἑώρα μηδὲν ἀντιλέγοντας μηδʼ ὀκνοῦντας, <pb xml:id="v.4.p.410"/> ἐκέλευσε συλλαβεῖν τὸν Νίνον εἶτα δῆσαι, τέλος δʼ ἀποκτεῖναι· πραχθέντων δὲ πάντων, ἐβασίλευσε τῆς <milestone unit="stephpage" xml:id="stephpage-753f" n="753f"/>Ἀσίας ἐπιφανῶς πολὺν χρόνον. ἡ δὲ Βελεστίχη<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Winckelmannus: <foreign xml:lang="grc">βελεστίη</foreign> </note>, πρὸς Διός, οὐ βάρβαρον ἐξ ἀγορᾶς γύναιον, ἧς <milestone unit="tlnum" n="5"/> ἱερὰ καὶ ναοὺς Ἀλεξανδρεῖς ἔχουσιν, ἐπιγράψαντος διʼ ἔρωτα τοῦ βασιλέως <q>Ἀφροδίτης Βελεστίχης<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Βελεστίχης</foreign> idem: <foreign xml:lang="grc">βελεστικῆς</foreign> </note>;</q> ἡ δὲ σύνναος μὲν ἐνταυθοῖ καὶ συνίερος τοῦ Ἔρωτος, ἐν δὲ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δὲ</foreign></note> Δελφοῖς κατάχρυσος ἑστῶσα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἑστῶσα</foreign> W: <foreign xml:lang="grc">δ’ ἑστῶσα</foreign> </note> μετὰ τῶν βασιλέων καὶ βασιλειῶν, ποίᾳ προικὶ τῶν ἐραστῶν ἐκράτησεν; <milestone unit="tlnum" n="10"/> ἀλλʼ ὥσπερ ἐκεῖνοι διʼ ἀσθένειαν ἑαυτῶν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἑαυτοὺς</foreign> Winck. Loco eius lac. 6 E 8 B, nisi quod lac. dat B post <foreign xml:lang="grc">γενόμενοι</foreign> </note> καὶ μαλακίαν ἔλαθον ἑαυτοὺς γενόμενοι λεία γυναικῶν, <milestone unit="stephpage" xml:id="stephpage-754a" n="754a"/> οὕτω πάλιν ἄδοξοι καὶ πένητες; ἕτεροι πλουσίαις γυναιξὶ καὶ λαμπραῖς συνελθόντες οὐ διεφθάρησαν οὐδʼ ὑφῆκάν τι τοῦ φρονήματος, ἀλλὰ 
<milestone unit="tlnum" n="15"/> τιμώμενοι καὶ κρατοῦντες μετʼ εὐνοίας συγκατεβίωσαν. ὁ δὲ συστέλλων τὴν γυναῖκα καὶ συνάγων εἰς μικρόν, ὥσπερ δακτύλιον δακτύλων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δακτύλιον δακτύλων</foreign> *: <foreign xml:lang="grc">δακτύλων</foreign> </note> ἰσχνὸς ὢν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">ib. Coraes: <foreign xml:lang="grc">ἴχνος ὧν</foreign> cf. Vit. Artax. c. 15</note> μὴ περιρρυῇ δεδιώς, ὅμοιός ἐστι τοῖς ἀποκείρουσι τὰς ἵππους εἶτα πρὸς ποταμὸν ἢ λίμνην ἄγουσι· καθορῶσαν <milestone unit="tlnum" n="20"/> γὰρ ἑκάστην τὴν εἰκόνα τῆς ὄψεως ἀκαλλῆ καὶ ἄμορφον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">cf. Nauck. p. 274. 275</note>, ἀφιέναι τὰ φρυάγματα λέγεται καὶ προσδέχεσθαι τὰς τῶν ὄνων ἐπιβάσεις. πλοῦτον δὲ <milestone unit="stephpage" xml:id="stephpage-754b" n="754b"/> γυναικὸς αἱρεῖσθαι μὲν πρὸ ἀρετῆς ἢ γένους ἀφιλότιμον κἀνελεύθερον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">*: <foreign xml:lang="grc">καὶ ἀνελεύθερον</foreign> </note>, ἀρετῇ δὲ καὶ γένει προσόντα <pb xml:id="v.4.p.411"/> φεύγειν ἀβέλτερον. ὁ μὲν γὰρ Ἀντίγονος ὠχυρωμένῳ τὴν Μουνιχίαν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">*: <foreign xml:lang="grc">μουνυχίαν</foreign> </note> τῷ φρουροῦντι γράφων ἐκέλευε ποιεῖν μὴ μόνον τὸν κλοιὸν ἰσχυρὸν ἀλλὰ καὶ τὸν κύνα λεπτόν, ὅπως ὑφαιρῇ τὰς εὐπορίας τῶν <milestone unit="tlnum" n="5"/>Ἀθηναίων ἀνδρὶ δὲ πλουσίας ἢ καλῆς οὐ προσήκει μηδὲ τὴν γυναῖκα ποιεῖν ἄμορφον ἢ πενιχράν, ἀλλʼ ἑαυτὸν ἐγκρατείᾳ καὶ φρονήσει καὶ τῷ μηδὲν ἐκπεπλῆχθαι τῶν περὶ ἐκείνην ἴσον παρέχειν καὶ ἀδούλωτον, ὥσπερ ἐπὶ ζυγοῦ ῥοπὴν τῷ ἤθει προστιθέντα <milestone unit="tlnum" n="10"/> <milestone unit="stephpage" xml:id="stephpage-754c" n="754c"/> καὶ βάρος, ὑφʼ οὗ κρατεῖται καὶ ἄγεται δικαίως ἅμα καὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δικαίως ἅμα καὶ</foreign> *: <foreign xml:lang="grc">καὶ ὡς ἅμα</foreign> </note> συμφερόντως. καὶ μὴν ἡλικία γε πρὸς; γάμον καὶ ὥρα τὸ τίκτειν ἔχουσα καὶ τὸ γεννᾶν εὐάρμοστός ἐστιν· ἀκμάζειν δὲ τὴν γυναῖκα πυνθάνομαι, καὶ ἅμα τῷ Πεισίᾳ προσμειδιάσας οὐδενὸς 
<milestone unit="tlnum" n="15"/> γάρ</q> ἔφη <q>τῶν ἀντεραστῶν πρεσβυτέρα οὐδʼ ἔχει πολιάς, ὥσπερ ἔνιοι τῶν Βάκχωνι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἔνιαι τῶν Βάκχων</foreign> BE</note> προσαναχρωννυμένων. εἰ δʼ οὗτοι καθʼ ὥραν ὁμιλοῦσι, τί κωλύει κἀκείνην ἐπιμεληθῆναι τοῦ νεανίσκου βέλτιον ἡστινοσοῦν νέας; δύσμικτα γὰρ τὰ νέα καὶ <milestone unit="tlnum" n="20"/> δυσκέραστα καὶ μόλις ἐν χρόνῳ πολλῷ τὸ φρύαγμα καὶ τὴν ὕβριν ἀφίησιν, ἐν ἀρχῇ δὲ κυμαίνει καὶ ζυγομαχεῖ καὶ μᾶλλον ἂν Ἔρως ἐγγένηται, καὶ καθάπερ <milestone unit="stephpage" xml:id="stephpage-754d" n="754d"/> πνεῦμα κυβερνήτου μὴ παρόντος, ἐτάραξε καὶ συνέχεε τὸν γάμον οὔτʼ ἄρχειν δυναμένων οὔτʼ <milestone unit="tlnum" n="25"/> ἄρχεσθαι βουλομένων. εἰ δʼ ἄρχει βρέφους μὲν ἡ τίτθη καὶ παιδὸς ὁ διδάσκαλος ἐφήβου δὲ γυμνασίαρχος ἐραστὴς δὲ μειρακίου γενομένου δʼ ἐν <pb xml:id="v.4.p.412"/> ἡλικίᾳ νόμος καὶ στρατηγὸς οὐδεὶς δʼ ἄναρκτος οὐδʼ αὐτοτελής, τί δεινὸν εἰ γυνὴ νοῦν ἔχουσα πρεσβυτέρα κυβερνήσει νέου βίον ἀνδρός, ὠφέλιμος μὲν οὖσα τῷ φρονεῖν μᾶλλον ἡδεῖα δὲ τῷ φιλεῖν καὶ <milestone unit="tlnum" n="5"/> προσηνής; τὸ δʼ ὅλον</q> ἔφη <q>καὶ τὸν Ἡρακλέα Βοιωτοὺς <milestone unit="stephpage" xml:id="stephpage-754e" n="754e"/> ὄντας ἔδει σέβεσθαι καὶ μὴ δυσχεραίνειν τῷ παρʼ ἡλικίαν τοῦ γάμου, γιγνώσκοντας ὅτι κἀκεῖνος τὴν ἑαυτοῦ γυναῖκα Μεγάραν Ἰολάῳ συνῴκισεν ἑκκαιδεκαέτει τότʼ ὄντι τρία καὶ τριάκοντʼ <milestone unit="tlnum" n="10"/> ἔτη γεγενημένην.</q> </said></p></div></div></body></text></TEI>