ΑΥΤΟΒΟΥΛΟΣ. ἔτι δὲ πλείονα λέγειν προθυμουμένου τοῦ Πρωτογένους, ἀντικρούσας ὁ Δαφναῖος εὖ γε νὴ Δίʼ ἔφη τοῦ Σόλωνος ἐμνήσθης; καὶ χρηστέον αὐτῷ γνώμονι τοῦ ἐρωτικοῦ ἀνδρός, ἔσθʼ ἔσθʼ ] ὅς θʼ R ἥβης ἐρατοῖσιν ἐπʼ ἄνθεσι παιδοφιλήσῃ Bergk. 2 p. 50 μηρῶν ἱμείρων ἱμείρων ] om. BE καὶ γλυκεροῦ στόματος. πρόσλαβε δὲ τῷ Σόλωνι καὶ τὸν Αἰσχύλον λέγοντα σέβας δὲ μηρῶν ἁγνὸν ἀγνὸν ] accessit ex Athen. p. 602e οὐκ ἐπῃδέσω οὐκ ἐπῃδέσω idem: οὐ κατηδέσω , Nauck. p. 44 ὦ δυσχάριστε τῶν πυκνῶν πυκνῶν idem: πικρῶν φιλημάτων ἕτεροι μὲν γὰρ καταγελῶσιν αὐτῶν, εἰ καθάπερ θύτας καὶ μάντεις εἰς τὰ μηρία καὶ τὴν ὀσφὺν ἀποβλέπειν τοὺς ἐραστὰς κελεύουσιν ἐγὼ δὲ παμμέγεθες τοῦτο ποιοῦμαι σημεῖον ὑπὲρ τῶν γυναικῶν εἰ γὰρ ἡ παρὰ φύσιν ὁμιλία πρὸς ἄρρενας οὐκ ἀναιρεῖ τὴν ἐρωτικὴν εὔνοιαν οὐδὲ βλάπτει, πολὺ μᾶλλον εἰκός ἐστι τὸν τὸν M: τῶν γυναικῶν ἢ ἢ ] ἢ τὸν Herwerdenus ἀνδρῶν ἔρωτα τῇ φύσει χρώμενον εἰς φιλίαν διὰ χάριτος ἐξικνεῖσθαι. χάρις γὰρ οὖν, ὦ Πρωτόγενες, ἡ τοῦ θήλεος ὕπειξις τῷ ἄρρενι κέκληται πρὸς τῶν παλαιῶν· ὡς καὶ Πίνδαρος Πίνδαρος ] Pyth . 2, 42 ἔφη τὸν Ἥφαιστον ἄνευ χαρίτων ἐκ τῆς Ἥρας γενέσθαι καὶ τὴν οὔπω γάμων ἔχουσαν ὥραν ἡ Σαπφὼ προσαγορεύουσά φησιν, ὅτι σμίκρα μοι em. Bergkius (3 p. 101): σμικρά μοι παῖ ἔμμεναι φαίνεαι πάις ἔμμεν ἐφαίνεο κἄχαρις. ὁ δʼ Ἡρακλῆς ὑπό τινος ἐρωτᾶται, βίᾳ δʼ ἔπραξας δ’ ἔπραξας R: δὲ πράξας χάριτας ἢ πείσας κόρην;. Nauck. p. 916 ἡ δʼ ἀπὸ τῶν ἀρρένων ἀκόντων μὲν μετὰ μὲν μετὰ R: μετὰ βίας γενομένη γενομένη idem: λεγομένη καὶ λεηλασίας, ἂν δʼ ἑκουσίως, σὺν μαλακίᾳ καὶ θηλύτητι, βαίνεσθαι κατὰ Πλάτωνα Πλάτωνα ] Phaedr . p. 250e νόμῳ τετράποδος καὶ παιδοσπορεῖσθαι παρὰ φύσιν ἐνδιδόντων, ἄχαρις χάρις χάρις add. Winckelmannus sed ante ἄχαρις παντάπασι καὶ ἀσχήμων καὶ ἀναφρόδιτος. ὅθεν, οἶμαι, καὶ ὁ Σόλων ἐκεῖνα μὲν ἔγραψε νέος ὢν ἔτι καὶ σπέρματος πολλοῦ μεστός ὡς ὁ Πλάτων Πλάτων ] de Legg. p. 839b φησί· ταυτὶ δὲ πρεσβύτης γενόμενος ἔργα δὲ Κυπρογενοῦς νῦν μοι φίλα καὶ Διονύσου cf. Bergk. 2 p. 50 καὶ Μουσέων, ἃ τίθησʼ τίθησιν BE ἀνδράσιν εὐφροσύνας· ὥσπερ ἐκ ζάλης καὶ χειμῶνος καὶ τῶν παιδικῶν καὶ τῶν παιδικῶν ] i. e. οὕτω καὶ ἐκ τῶν παιδικῶν cf. Plat. Rep. p. 497d ἐρώτων ἔν τινι γαλήνῃ τῇ περὶ γάμον καὶ φιλοσοφίαν θέμενος τὸν βίον. εἰ μὲν οὖν τἀληθὲς τἀληθὲς *: τὸ ἀληθὲς σκοποῦμεν, ὦ Πρωτόγενες ἓν καὶ ταὐτόν ἐστι πρὸς παῖδας καὶ γυναῖκας πάθος τὸ τῶν Ἐρώτων εἰ δὲ βούλοιο φιλονεικῶν διαιρεῖν, οὐ μέτριʼ ἂν μέτρι’ ἂν *: μέτρια δόξειε ποιεῖν ὁ παιδικὸς οὗτος, ἀλλʼ ὥσπερ ὀψὲ γεγονὼς καὶ παρʼ ὥραν τῷ βίῳ νόθος καὶ σκότιος ἐξελαύνειν em. M: ἐελαύνει τὸν γνήσιον Ἔρωτα καὶ πρεσβύτερον. ἐχθὲς γάρ, ὦ ἑταῖρε, καὶ πρῴην μετὰ τὰς ἀποδύσεις καὶ ἀπογυμνώσεις τῶν νέων παραδὺς παραδοὺς BE εἰς τὰ γυμνάσια καὶ προσανατριβόμενος ἡσυχῆ καὶ προσεμβαλών προσεγκαλῶν iidem, unde fort. προσαικάλλων , εἶτα κατὰ μικρὸν ἐν ταῖς παλαίστραις πτεροφυήσας οὐκέτι καθεκτὸς ἐστιν, ἀλλὰ λοιδορεῖ καὶ προπηλακίζει τὸν γαμήλιον ἐκεῖνον καὶ συνεργὸν ἀθανασίας τῷ θνητῷ γένει, σβεννυμένην ἡμῶν τὴν φύσιν εὐθὺς εὐθὺς ] αὖθις R ἐξανάπτοντα διὰ τῶν γενέσεων. οὗτος; δʼ ἀρνεῖται τὴν ἡδονήν· αἰσχύνεται γὰρ καὶ φοβεῖται. δεῖ δέ τινος εὐπρεπείας ἁπτομένῳ καλῶν καὶ ὡραίων· πρόφασις οὖν φιλία καὶ ἀρετή. κονίεται δὲ καὶ ψυχρολουτεῖ καὶ τὰς ὀφρῦς αἴρει καὶ φιλοσοφεῖν φησι καὶ σωφρονεῖν ἔξω διὰ τὸν νόμον· εἶτα νύκτωρ καὶ καθʼ ἡσυχίαν γλυκεῖʼ γλυκεῖα libri ὀπώρα φύλακος ἐκλελοιπότος. Nauck. p. 916. Kock. 3 p. 614 εἰ δʼ, ὥς φησι Πρωτογένης, οὐκ ἔστιν ἀφροδισίων παιδικῶν κοινωνία ἀκοινωνία iidem , πῶς Ἔρως ἔστιν Ἀφροδίτης μὴ παρούσης, ἣν εἴληχε θεραπεύειν ἐκ θεῶν καὶ περιέπειν, τιμῆς τε μετέχειν καὶ δυνάμεως ὅσον ἐκείνη δίδωσιν; εἰ δʼ ἔστι τις Ἔρως χωρὶς Ἀφροδίτης, ὥσπερ μέθη χωρὶς οἴνου πρὸς σύκινον προσίκυνον BE πῶμα ib. *: πόμα καὶ κρίθινον, ἄκαρπον αὐτοῦ καὶ ἀτελὲς τὸ ταρακτικὸν ἐστι καὶ πλήσμιον καὶ ἁψίκορον.