ΑΥΤΟΒΟΥΛΟΣ. ἐνταῦθα μὲν ὁ πατὴρ ἔφη τὸν περὶ Ἔρωτος αὐτοῖς τελευτῆσαι λόγον, τῶν Θεσπιῶν θεσπιέων BE ἐγγὺς οὖσιν· ὀφθῆναι δὲ προσιόντα θᾶττον ἢ βάδην πρὸς αὐτοὺς ἕνα τῶν Πεισίου ἑταίρων Διογένη· τοῦ δὲ Σωκλάρου πρὸς αὐτὸν ἔτι πόρρωθεν εἰπόντος cf. Leutsch. 2 p. 84 οὐ πόλεμὸν γʼ ὦ Διόγενες, ἀπαγγέλλων, cf. Plat. Symp. p. 201e ἐκεῖνον οὐκ εὐφημήσετε φάναι γάμων ὄντων καὶ προάξετε θᾶσσον, ὡς ὑμᾶς τῆς θυσίας περιμενούσης; πάντας μὲν οὖν ἡσθῆναι, τὸν δὲ Ζεύξιππον ἐρέσθαι em. W: ἐρᾶσθαι ἔτι E. ὁρᾶσθαι ὅτι B , εἰ ἔτι χαλεπός ἐστι. πρῶτος μὲν οὖν ἔφη ἔφη (sc. Διογένης ) scripsi cum W: ἐν ἡ συνεχώρησε συνεχώρησε ] sc. Πεισίας τῇ Ἰσμηνοδώρᾳ· καὶ νῦν ἑκὼν στέφανον καὶ λευκὸν ἱμάτιον λαβὼν λαβών ] om. E. Fort. λαβὼν omisso corrigendum ἑκὼν in ἔχων οἷός ἐστιν ἡγεῖσθαι διʼ ἀγορᾶς πρὸς τὸν θεόν. ἀλλʼ ἴωμεν, ναὶ μὰ Δία τὸν πατέρα εἰπεῖν ἴωμεν, ὅπως ἐπεγγελάσωμεν τἀνδρὶ *: τῷ ἀνδρὶ καὶ τὸν θεὸν προσκυνήσωμεν· δῆλος γάρ ἐστι χαίρων καὶ παρὼν εὐμενὴς τοῖς πραττομένοις.