ΑΥΤΟΒΟΥΛΟΣ. Κιουίλιος Κιουίλιος (Civilis) em. Madvigius: Κιούλιος γάρ, ὁ τὴν ἐν Γαλατίᾳ κινήσας ἀπόστασιν, ἄλλους τε πολλοὺς ὡς εἰκὸς ἔσχε κοινωνοὺς καὶ Σαβῖνον ἄνδρα νέον οὐκ ἀγεννῆ, πλούτῳ δὲ καὶ δόξῃ ἀνθρώπων πάντων τῶν ἄλλων πάντων W sed cf. lin. 20 πασῶν (sc. γυναικῶν ) ἀρίστην ἐπιφανέστατον. ἁψάμενοι δὲ πραγμάτων μεγάλων ἐσφάλησαν καὶ δίκην δώσειν προσδοκῶντες οἱ μὲν αὑτοὺς ἀνῄρουν, οἱ δὲ φεύγοντες ἡλίσκοντο. τῷ δὲ Σαβίνῳ τὰ μὲν ἄλλα πράγματα ῥᾳδίως παρεῖχεν ἐκποδὼν γενέσθαι καὶ καταφυγεῖν εἰς τοὺς βαρβάρους· ἣν ἣν *: ἦν δὲ γυναῖκα πασῶν ἀρίστην ἠγμένος ἠγμένος ἦν *: ἠγμένος, ἣν ita enim Plut. constanter loquitur vid. Symb. ἦν — ἐκεῖ μὲν Ἐμπονὴν Ἐμπονὴν ] Epponinam Tacitus. Ἐμπονίναν Amyotus. Σεμόνην Salmasius ἐκάλουν, Ἑλληνιστὶ δʼ ἄν τις Ἡρωίδα προσαγορεύσειεν· — οὔτʼ ἀπολιπεῖν ib. malim ἀπολείπειν δυνατὸς ἦν οὔτε οὔτε ] ταύτην οὔτε aut ἢν οὔτε corrigunt male vid. Symb. μεθʼ ἑαυτοῦ κομίζειν. ἔχων οὖν κατʼ ἀγρὸν ἀποθήκας χρημάτων ὀρυκτὰς ὑπογείους, ἃς δύο μόνοι τῶν ἀπελευθέρων συνῄδεσαν *: συνῄδεισαν , τοὺς μὲν ἄλλους ἀπήλλαξεν οἰκέτας, ὡς μέλλων φαρμάκοις ἀναιρεῖν ἑαυτόν, δύο δὲ πιστοὺς παραλαβὼν εἰς τὰ ὑπόγεια κατέβη· πρὸς δὲ τὴν γυναῖκα Μαρτιάλιον ἔπεμψεν ἀπελεύθερον ἀπαγγελοῦντα τεθνάναι μὲν ὑπὸ φαρμάκων, συμπεφλέχθαι δὲ μετὰ τοῦ σώματος τὴν ἔπαυλιν· ἐβούλετο γὰρ τῷ πένθει χρῆσθαι πένθει χρῆσθαι M: 13 BE τῆς γυναικὸς ἀληθινῷ ib. idem: ἀληθινῶς πρὸς πίστιν τῆς λεγομένης τελευτῆς ὃ καὶ συνέβη· ῥίψασα γάρ, ὅπως ἔτυχε, τὸ σῶμα μετʼ οἴκτων οἴκτων Winckelmannus (coll. p. 116e): 6 E 8 B καὶ ὀλοφυρμῶν ἡμέρας τρεῖς καὶ νύκτας ἄσιτος διεκαρτέρησε. ταῦτα δʼ ὁ Σαβῖνος πυνθανόμενος καὶ φοβηθείς, μὴ διαφθείρῃ παντάπασιν ἑαυτήν, ἐκέλευσε φράσαι κρύφα τὸν Μαρτιάλιον πρὸς αὐτήν, ὅτι ζῇ καὶ κρύπτεται, δεῖται δʼ αὐτῆς ὀλίγον ἐμμεῖναι τῷ πένθει, καὶ μηδὲ lac. 19 E 22 B. Supplendum cum R καὶ μηδὲν ὅλως παραλιπεῖν ὥστε aut καὶ μηδὲν δράματος ἐλλείπειν ὥστε cf. p. 749a πιθανὴν ἐν τῇ προσποιήσει γενέσθαι. τὰ μὲν οὖν ἄλλα παρὰ τῆς γυναικὸς ἐναγωνίως συνετραγῳδεῖτο τῇ δόξῃ τοῦ πάθους· ἐκεῖνον δʼ ἰδεῖν ποθοῦσα νυκτὸς ᾤχετο, καὶ πάλιν ἐπανῆλθεν· ἐκ δὲ τούτου λανθάνουσα τοὺς ἄλλους ὀλίγον ἀπέδει συζῆν ἐν Ἅιδου τἀνδρὶ πλέον *: τῷ ἀνδρὶ πλέον Winck.: πλὴν . Fort. Plut. dixerat πλεῖν more Attico ἑξῆς ἑπτὰ μηνῶν ἐν οἷς κατασκευάσασα τὸν Σαβῖνον ἐσθῆτι καὶ κουρᾷ καὶ καταδέσει τῆς κεφαλῆς ἄγνωστον εἰς Ῥώμην ἐκόμισε μεθʼ ἑαυτῆς τινῶν ἐλπίδων ἐλπίδων add. R sed ante τινῶν ἐνδεδομένων. πράξασα δʼ οὐδὲν αὖθις ἐπανῆλθε, καὶ τὰ μὲν πολλὰ ἐκείνῳ συνῆν ὑπὸ γῆς, διὰ χρόνου δʼ εἰς πόλιν ἐφοίτα ταῖς φίλαις ὁρωμένη καὶ οἰκείαις γυναιξί. τὸ δὲ πάντων ἀπιστότατον ἀπιστότατον ] ἄπιστον τούτων BE , ἔλαθε κυοῦσα λουομένη μετὰ τῶν γυναικῶν· τὸ γὰρ φάρμακον, ᾧ τὴν κόμην αἱ γυναῖκες ἐναλειφόμεναι ἀναλειφόμεναι iidem ποιοῦσι χρυσοειδῆ καὶ πυρράν ib. πυρὰν iidem , ἔχει λίπασμα σαρκοποιὸν ἢ χαυνωτικὸν σαρκός, ὥσθʼ οἷον διάχυσὶν τινα ἢ διόγκωσιν ἐμποιεῖν· ἀφθόνῳ δὴ χρωμένη τούτῳ πρὸς τὰ λοιπὰ μέρη τοῦ σώματος, αἰρόμενον καὶ ἀναπιμπλάμενον ἀπέκρυπτε τὸν τῆς γαστρὸς ὄγκον. τὰς δʼ ὠδῖνας αὐτὴ καθʼ ἑαυτὴν διήνεγκεν, ὥσπερ ἐν φωλεῷ λέαινα καταδῦσα πρὸς τὸν ἄνδρα, καὶ τοὺς γενομένους ὑπεθρέψατο σκύμνους ἄρρενας· δύο γὰρ ἔτεκε. τῶν δʼ υἱῶν ὁ μὲν ἐν Αἰγύπτῳ πεσὼν ἐτελεύτησεν, ὁ δʼ ἕτερος ἄρτι καὶ πρῴην γέγονεν ἐν Δελφοῖς παρʼ ἡμῖν ὄνομα Σαβῖνος. ἀποκτείνει μὲν οὖν αὐτὴν ὁ Καῖσαρ· ἀποκτείνας δὲ δίδωσι δίκην, ἐν ὀλίγῳ χρόνῳ τοῦ γένους παντὸς ἄρδην ἀναιρεθέντος. οὐδὲν γὰρ ἤνεγκεν ἡ τόθʼ ἡγεμονία σκυθρωπότερον ἤνεγκε τότε ἦγεμονίαν σκυθρωποτέραν iidem οὐδὲ μᾶλλον ἑτέραν εἰκὸς ἦν καὶ θεοὺς καὶ δαίμονας ὄψιν ἀποστραφῆναι· καίτοι τὸν οἶκτον ἐξῄρει τῶν θεωμένων τὸ θαρραλέον αὐτῆς καὶ μεγαλήγορον, ᾧ καὶ μάλιστα παρώξυνε τὸν Οὐεσπασιανόν οὐεσπεσιανὸν BE , ὡς ἀπέγνω τῆς σωτηρίας πρὸς αὐτὸν ἀλλαγὴν ἀλλαγὴν ] ἀπάγειν ὑπὸ γῆν aut ἀπάγειν R πρὸς αὐλὸν ἀπάγειν Emperius. προσαιτεῖν ἄλλαγὴν Madvigius κελεύουσα· βεβιωκέναι γὰρ ὑπὸ σκότῳ καὶ κατὰ γῆς ἥδιον ἢ βασιλεύειν ἐκείνῳ scripsi ἢ βασιλεύειν ἐκείνῳ i. e. τὸ βεβιωκέναι ὑπὸ σκότῳ ἦν ἥδιον αὐτῇ ἢ ἐκείνῳ τὸ βασιλεύειν . Libri dant ἢ βασιλεύων ἐκείνως ( ἐκεινῶς B) .