<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg113.perseus-grc2"><div type="textpart" subtype="section" n="22"><p rend="indent"><said who="#Αὐτόβουλος" rend="merge"><label>ΑΥΤΟΒΟΥΛΟΣ.</label><milestone unit="tlnum" n="20"/><q>ἀφθονίας δὲ παραδειγμάτων οὔσης πρὸς γʼ ὑμᾶς τοὺς ὁμοχόρους<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">em. Schottus: <foreign xml:lang="grc">ὁμοχώρους</foreign> </note> τοῦ θεοῦ καὶ θιασώτας, ὅμως τὸ περὶ Κάμμαν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Κάμμαν</foreign> X ex p. 257e: <foreign xml:lang="grc">κάμμαν</foreign> </note> οὐκ ἄξιόν ἐστι τὴν Γαλατικὴν παρελθεῖν, ταύτης γὰρ ἐκπρεπεστάτης τὴν ὄψιν γενομένης, Σινάτῳ δὲ τῷ τετράρχῃ γαμηθείσης, Σινάτῳ <milestone unit="tlnum" n="25"/> ἐρασθεὶς δυνατώτατος Γαλατῶν ἀπέκτεινε τὸν <pb xml:id="v.4.p.453"/> <milestone unit="stephpage" xml:id="stephpage-768c" n="768c"/>Σινάτον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">*: <foreign xml:lang="grc">σινάτον</foreign> </note>, ὡς οὔτε βιάσασθαι δυνάμενος οὔτε πεῖσαι τὴν ἄνθρωπον, ἐκείνου ζῶντος. ἦν δὲ τῇ Κάμμῃ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">καμίμη</foreign> BE</note> καταφυγὴ καὶ παραμυθία τοῦ πάθους ἱερωσύνη πατρῷος Ἀρτέμιδος· καὶ τὰ πολλὰ παρὰ τῇ θεῷ διέτριβεν, <milestone unit="tlnum" n="5"/> οὐδένα προσιεμένη, μνωμένων πολλῶν βασιλέων καὶ δυναστῶν αὐτήν. τοῦ μέντοι Σινόριγος; τολμήσαντος ἐντυχεῖν περὶ γάμου, τὴν πεῖραν οὐκ ἔφυγεν οὐδʼ ἐμέμψατο περὶ τῶν γεγονότων, ὡς διʼ εὔνοιαν αὐτῆς καὶ πόθον οὐκ ἄλλῃ τινὶ μοχθηρίᾳ <milestone unit="tlnum" n="10"/> προαχθέντος τοῦ Σινόριγος. ἧκεν οὖν πιστεύσας ἐκεῖνος καὶ ᾔτει τὸν γάμον· ἡ δʼ ἀπήντησε καὶ δεξιωσαμένη καὶ προσαγαγοῦσα τῷ βωμῷ τῆς θεᾶς <milestone unit="stephpage" xml:id="stephpage-768d" n="768d"/> ἔσπεισεν ἐκ φιάλης μελίκρατον, ὡς ἔοικε, πεφαρμακωμένον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">malim <foreign xml:lang="grc">πεφαρμαγμένον</foreign> ut est p. 258b</note>· εἶθʼ ὅσον ἣμισυ μέρος αὐτὴ προεκπιοῦσα 
<milestone unit="tlnum" n="15"/> παρέδωκε τῷ Γαλάτῃ τὸ λοιπόν· ὡς δʼ εἶδεν ἐκπεπωκότα, λαμπρὸν ἀνωλόλυξε καὶ φθεγξαμένη τοὔνομα τοῦ τεθνεῶτος <q>ταύτην</q> εἶπεν <q>ἐγὼ τὴν ἡμέραν; ὦ φίλτατʼ ἄνερ, προσμένουσα σοῦ χωρὶς ἔζων ἀνιαρῶς· νῦν δὲ κόμισαί με χαίρων· ἠμυνάμην γὰρ <milestone unit="tlnum" n="20"/> ὑπὲρ σοῦ τὸν κάκιστον ἀνθρώπων, σοὶ μὲν βίου τούτῳ δὲ θανάτου κοινωνὸς ἡδέως γενομένη.</q> ὁ μὲν <milestone unit="stephpage" xml:id="stephpage-768e" n="768e"/> οὖν Σινόριξ ἐν φορείῳ κομιζόμενος μετὰ μικρὸν ἐτελεύτησεν, ἡ δὲ Κάμμα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">καμίμα</foreign></note> τὴν ἡμέραν ἐπιβιώσασα καὶ τὴν νύκτα λέγεται μάλʼ εὐθαρσῶς καὶ ἱλαρῶς <milestone unit="tlnum" n="25"/> ἀποθανεῖν.</q></said></p></div></div></body></text></TEI>