ΑΥΤΟΒΟΥΛΟΣ. σκόπει τοίνυν αὖθις ἔφη τοῖς ἀρηίοις ἔργοις ὅσον Ἔρως περίεστιν, οὐκ ἀργὸς ὤν, ὡς Εὐριπίδης Εὐριπίδης ] Nauck. p. 455 ἔλεγεν, οὐδʼ ἀστράτευτος οὐδʼ ἐν μαλακαῖσιν ἐννυχεύων ἐννυχεύων Canterus ex Soph. Antig. 784: 4 E 7 B ων παρειαῖς νεανίδων. ἀνὴρ γὰρ ὑποπλησθεὶς Ἔρωτος οὐδὲν Ἄρεος δεῖται μαχόμενος πολεμίοις, ἀλλὰ τὸν αὑτοῦ θεὸν ἔχων συνόντα πῦρ καὶ θάλασσαν καὶ πνοὰς τὰς αἰθέρος Nauck. p. 917 περᾶν ἕτοιμος ὑπὲρ τοῦ φίλου οὗπερ ἂν κελεύῃ. τῶν μὲν γὰρ τοῦ Σοφοκλέους Νιοβιδῶν R: νιοβίδων βαλλομένων καὶ θνησκόντων ἀνακαλεῖταί τις οὐδένα βοηθὸν ἄλλον οὐδὲ σύμμαχον ἢ τὸν ἐραστήν, ὦ Nauck. p. 229 lac. 12 E 9 B. Tentavi haec: ὦ φίλτατ’ αἰτῶ σ’ ἀμφ’ ἐμοὶ (aut ἀμφ’ ἔμ’ εὖ ) στεὶλαι πέπλον ἀμφʼ ἐμοῦ στεῖλαι. Κλεόμαχον δὲ τὸν Φαρσάλιον ἴστε δήπουθεν ἐξ ἧς αἰτίας ἐτελεύτησεν ἀγωνιζόμενος. οὐχ ἡμεῖς γοῦν οἱ περὶ Πεμπτίδην ἔφασαν ἀλλ ἡδέως ἂν πυθοίμεθα. καὶ γὰρ ἄξιον ἔφη ὁ πατήρ· ἧκεν ἐπίκουρος Χαλκιδεῦσι τοῦ Θεσσαλικοῦ μετὰ τοῦ Θεσσαλικοῦ C. F. Hermannus. Malim τοῦ Θεσσαλ [ ικοῦ καθηγεμὼν ἱππ ] ικοῦ, τοῦ πολέμου κἑ , πολέμου πρὸς Ἐρετριεῖς ἀκμάζοντος· καὶ τὸ μὲν πεζὸν ἐδόκει τοῖς Χαλκιδεῦσιν ἐρρῶσθαι, τοὺς δʼ ἱππέας μέγʼ ἔργον ἦν ὤσασθαι τῶν πολεμίων· παρεκάλουν δὴ τὸν Κλεόμαχον ἄνδρα λαμπρὸν ὄντα τὴν ψυχὴν οἱ σύμμαχοι πρῶτον ἐμβάλλειν εἰς τοὺς ἱππέας. ὁ δʼ ἠρώτησε παρόντα τὸν ἐρώμενον, εἰ μέλλοι θεᾶσθαι τὸν ἀγῶνα· φήσαντος δὲ τοῦ νεανίσκου καὶ φιλοφρόνως αὐτὸν ἀσπασαμένου καὶ τὸ κράνος ἐπιθέντος, ἐπιγαυρωθεὶς ὁ Κλεόμαχος καὶ τοὺς ἀρίστους τῶν Θεσσαλῶν συναγαγὼν περὶ αὑτὸν ἐξήλασε λαμπρῶς καὶ προσέπεσε τοῖς πολεμίοις, ὥστε συνταράξαι καὶ τρέψασθαι τὸ ἱππικόν· ἐκ δὲ τούτου καὶ τῶν ὁπλιτῶν φυγόντων, ἐνίκησαν κατὰ κράτος οἱ Χαλκιδεῖς. τὸν μέντοι Κλεόμαχον ἀποθανεῖν συνέτυχε· τάφον δʼ αὐτοῦ δεικνύουσιν ἐν ἀγορᾷ Χαλκιδεῖς, ἐφʼ οὗ μέχρι νῦν ὁ μέγας ἐφέστηκε κίων· καὶ τὸ παιδεραστεῖν πρότερον ἐν ψόγῳ τιθέμενοι τότε μᾶλλον ἑτέρων ἠγάπησαν καὶ ἐτίμησαν. Ἀριστοτέλης Ἀριστοτέλης ] Fragm. 98 δὲ τὸν μὲν Κλεόμαχον ἄλλως ἀποθανεῖν φησι, κρατήσαντα τῶν Ἐρετριέων τῇ μάχῃ· τὸν δʼ ὑπὸ τοῦ ἐρωμένου φιληθέντα τῶν ἀπὸ Θρᾴκης Χαλκιδέων γενέσθαι, πεμφθέντα τοῖς ἐν Εὐβοίᾳ Χαλκιδεῦσιν ἐπίκουρον· ὅθεν ᾄδεσθαι παρὰ τοῖς Χαλκιδεῦσιν ὦ παῖδες, οἳ οἵ ] ὅσοι idem χαρίτων τε καὶ πατέρων λάχετʼ λάχετʼ Meinekius: ἐλάχετε ἐσθλῶν, cf. Bergk. 3 p. 673 μὴ φθονεῖθʼ idem: φθονεῖτε ὥρας ἀγαθοῖσιν ὁμιλίαν ib. ὁμιλεῖν Bergkius · σὺν γὰρ ἀνδρείᾳ ἀνδρία BE καὶ ὁ λυσιμελὴς Ἔρως ἐνὶ ἐνὶ *: ἐπὶ Χαλκιδέων θάλλει πόλεσιν. Ἄντων ἦν ὄνομα τῷ ἐραστῇ τῷ δʼ ἐρωμένῳ Φίλιστος, ὡς ἐν τοῖς Αἰτίοις Αἰτίοις X: ἀντίοις Διονύσιος Διονύσιος ] cf. Suidas ὁ ποιητὴς ἱστόρησε ib. malim ἱστόρηκε . παρʼ ὑμῖν δʼ, ὦ Πεμπτίδη, τοῖς Θηβαίοις οὐ πανοπλίᾳ ὁ ἐραστὴς ἐδωρεῖτο τὸν ἐρώμενον ἐς ἄνδρας ἐς ἄνδρας Winckelmannus: ἀνδέτας ἐγγραφόμενον; ἢλλαξε δὲ καὶ μετέθηκε τάξιν τῶν ὁπλιτῶν ἐρωτικὸς ἀνὴρ Παμμένης, Ὅμηρον Ὁμηρον ] B 362 ἐπιμεμψάμενος ὡς ἀνέραστον, ὅτι κατὰ φῦλα καὶ φρήτρας συνελόχιζε τοὺς Ἀχαιούς, οὐκ ἐρώμενον ἔταττε παρʼ ἐραστήν, ἵνʼ οὕτω γένηται τὸ ἀσπὶς δʼ ἀσπίδʼ ultima verba versus homerici ἀνέρα δ’ ἀνὴρ (N 131) sine ulla idonea ratione omissa adici monuit Winckelm. ἔρειδε κόρυς δὲ κόρυν, ὡς μόνον ἀήττητον ὄντα τὸν Ἔρωτα ὡς μόνον - ὄντα τὸν ἔρωτα *: μόνον - ὄντα cf. Praefat. p. LIX τῶν στρατηγῶν. καὶ γὰρ φυλέτας καὶ οἰκείους καὶ νὴ Δία γονεῖς καὶ παῖδας ἐγκαταλείπουσιν· ἐραστοῦ δὲ θω δὲ θω δὲ ] σῶος ? καὶ ἐρωμένου μέσος οὐδεὶς πώποτε διεξῆλθε πολέμιος οὐδὲ διεξήλασεν ὅπου καὶ μηδὲν δεομένοις ἔπεισιν ἔπεισιν X ἐπιδεικνύναι τὸ φιλοκίνδυνον κἀφιλόψυχον κἀφιλόψυχον scripsi cum eodem: καὶ φιλόψυχον ὡς Θήρων ὁ Θεσσαλὸς προσβαλὼν τὴν χεῖρα τῷ τοίχῳ τὴν εὐώνυμον καὶ σπασάμενος τὴν μάχαιραν ἀπέκοψε τὸν ἀντίχειρα προκαλούμενος τὸν ἀντεραστήν. ἕτερος δέ τις ἐν μάχῃ πεσὼν ἐπὶ πρόσωπον, ὡς ἔμελλε παίσειν αὐτὸν ὁ πολέμιος, ἐδεήθη περιμεῖναι μικρόν, ὅπως μὴ ὁ ὅπως μὴ ὁ *: ὁ ἐρώμενος ἴδῃ em. X: ἤδη κατὰ νώτου τετρωμένον. οὐ μόνον τοίνυν τὰ μαχιμώτατα τῶν ἐθνῶν τῶν νῦν ἐθνῶν ἐρωτικώτατα, Βοιωτοὶ καὶ Λακεδαιμόνιοι καὶ Κρῆτες, ἀλλὰ καὶ τῶν παλαιῶν ὁ Μελέαγρος ὁ quartum ὁ add. W Ἀχιλλεὺς ὁ Ἀριστομένης ὁ Κίμων ὁ Ἐπαμεινώνδας· καὶ γὰρ οὗτος ἐρωμένους ἔσχεν Ἀσώπιχον ἀσωπικὸν BE καὶ Καφισόδωρον, ὃς αὐτῷ συναπέθανεν ἐν Μαντινείᾳ καὶ τέθαπται πλησίον. τὸν δὲ μω lac. 8 E 6 B. Fort. τὸν δ’ Ἀσώπικον cf. Athen. p. 605a φοβερώτατον em. R: φοβερώτερον γενόμενον τοῖς πολεμίοις καὶ δεινότατον ὁ πρῶτος ὑποστὰς καὶ πατάξας Εὔκναμος Ἀμφισσεὺς ὁ Ἀμφισσεὺς ? ἡρωικὰς ἔσχε τιμὰς παρὰ Φωκεῦσιν. Ἡρακλέους δὲ τοὺς μὲν ἄλλους ἔρωτας ἔργον ἐστὶν εἰπεῖν διὰ πλῆθος· Ἰόλαον δὲ νομίζοντες ἐρώμενον αὐτοῦ γεγονέναι μέχρι νῦν σέβονται καὶ τιμῶσιν, ἔρωτος ὅρκους τε καὶ πίστεις ἐπὶ τοῦ τάφου παρὰ τῶν ἐρωμένων λαμβάνοντες. λέγεται δὲ καὶ τὴν Ἄλκηστιν ἰατρικὸς ὢν ἀπεγνωσμένην σῶσαι τῷ Ἀδμήτῳ χαριζόμενος, ἐρῶντι μὲν αὐτῷ τῆς γυναικός, ἐρωμένου δʼ αὐτοῦ γενομένου· καὶ γὰρ τὸν Ἀπόλλωνα μυθολογοῦσιν ἐραστὴν γενόμενον Ἀδμήτῳ παραθητεῦσαι μέγαν εἰς ἐνιαυτόν. cf. Clem. Alex. p. 383 Pott. εὖ δέ πως ἐπὶ μνήμην ἦλθεν ἡμῖν Ἄλκηστις. Ἄρεος γὰρ οὐ πάνυ μέτεστι γυναικί, ἡ δʼ ἐξ Ἔρωτος κατοχὴ προάγεταί τι τολμᾶν παρὰ φύσιν καὶ καὶ ] καὶ δὴ καὶ ? ἀποθνήσκειν. εἰ δέ πού δέ που R: δήπου τι καὶ μύθων πρὸς πίστιν ὄφελός ἐστι, δηλοῖ τὰ περὶ Ἄλκηστιν καὶ Πρωτεσίλεων καὶ Εὐρυδίκην τὴν Ὀρφέως, ὅτι μόνῳ θεῶν ὁ Ἅιδης Ἔρωτι ποιεῖ τὸ προσταττόμενον· καίτοι πρός γε τοὺς ἄλλους, ὥς φησι Σοφοκλῆς Σοφοκλῆς ] Nauck. p. 298 , ἅπαντας οὔτε τοὐπιεικὲς τοὐπιεικὲς Clemens Alex. (p. 494 Pott.): τὸ ἐπιεικὲς οὔτε τὴν χάριν οἶδεν X: οἶδε , μόνην δʼ ἔστερξε δ’ ἔστερξε Ritschelius: δὲ στέρξαι τὴν ἁπλῶς δίκην· αἰδεῖται δὲ τοὺς ἐρῶντας καὶ μόνοις τούτοις οὔκ ἐστιν ἀδάμαστος οὐδʼ ἀμείλιχος. ὅθεν ἀγαθὸν μέν, ὦ ἑταῖρε, τῆς· ἐν Ἐλευσῖνι τελετῆς μετασχεῖν ἐγὼ δʼ ὁρῶ τοῖς Ἔρωτος ὀργιασταῖς καὶ μύσταις ἐν Ἅιδου βελτίονα μοῖραν οὖσαν, οὔτι τοῖς μύθοις πειθόμενος οὐ μὴν οὐδʼ ἀπιστῶν παντάπασιν εὖ γὰρ δὴ λέγουσι, καὶ θείᾳ τινὶ τύχῃ ψαύουσι τἀληθοῦς οἱ τοῦ ἀληθοῦς οἱ R: τοῦ 9 E 10 B λέγοντες ἐξ Ἅιδου Ἅιδου ] ἄλλου BE τοῖς ἐρωτικοῖς ἄνοδον εἰς φῶς ὑπάρχειν, ὅπη δὲ καὶ ὅπως ἀγνοοῦσιν, ὥσπερ ἀτραποῦ διαμαρτόντες ἣν πρῶτος ἀνθρώπων διὰ φιλοσοφίας Πλάτων κατεῖδε. καίτοι λεπταί τινες ἀπορροαὶ *: ἀπόρροιαι καὶ ἀμυδραὶ τῆς ἀληθείας ἔνεισι ταῖς Αἰγυπτίων ἐνδιεσπαρμέναι μυθολογίαις, ἀλλʼ ἰχνηλάτου δεινοῦ δέονται καὶ μεγάλα μικροῖς ἑλεῖν δυναμένου. διὸ ταῦτα μὲν ἐῶμεν, μετὰ δὲ τὴν ἰσχὺν τοῦ Ἔρωτος οὖσαν τοσαύτην ἢδη τὴν πρὸς ἀνθρώπους εὐμένειαν καὶ χάριν ἐπισκοπῶμεν ἐπισκοπῶ BE , οὐκ εἰ πολλὰ τοῖς χρωμένοις ἀγαθὰ περιποιεῖ δῆλα γάρ ἐστι ταῦτά γε πᾶσιν ἀλλʼ εἰ πλείονα καὶ μείζονα τοὺς ἐρῶντας αὐτοὺς Amyotus: αὐτοῦ ὀνίνησιν· ἐπεί, καίπερ ὢν ἐρωτικὸς ὁ Εὐριπίδης, τὸ σμικρότατον ἀπεθαύμασεν εἰπὼν εἰπὼν Valckenarius: ἐπεὶ ποιητὴν δʼ δʼ Valckenarius ἄρα Nauck. p. 569 ἔρως διδάσκει, κἂν ἄμουσος τὸ πρίν. συνετόν τε γὰρ ποιεῖ, κἂν ῥᾴθυμος ᾖ τὸ πρίν πρὶν ] πρᾶγμα BE · καὶ ἀνδρεῖον, λέλεκται, τὸν ἄτολμον, ὥσπερ οἱ τὰ ξύλα πυρακτοῦντες ἐκ μαλακῶν ἰσχυρὰ ποιοῦσι. δωρητικὸς δὲ καὶ ἁπλοῦς καὶ μεγαλόφρων γίγνεται πᾶς ἐραστής, κἂν γλίσχρος πρότερον, τῆς μικρολογίας καὶ φιλαργυρίας δίκην σιδήρου διὰ πυρὸς ἀνιεμένης· ὥστε χαίρειν τοῖς ἐρωμένοις διδόντας, ὡς παρʼ ἑτέρων οὐ χαίρουσιν αὐτοὶ λαμβάνοντες ἴστε γὰρ δήπου, ὡς Ἀνύτῳ τῷ τῷ W Ἀνθεμίωνος, ἐρῶντι μὲν Ἀλκιβιάδου ξένους δʼ ἑστιῶντι φιλοτίμως καὶ λαμπρῶς, ἐπεκώμασεν ὁ Ἀλκιβιάδης καὶ λαβὼν ἀπὸ τῆς τραπέζης εἰς ἣμισυ τῶν ἐκπωμάτων ἀπῆλθεν. ἀχθομένων δὲ τῶν ξένων καὶ λεγόντων ὑβριστικῶς σοι κέχρηται καὶ ὑπερηφάνως τὸ μειράκιον φιλανθρώπως μὲν οὖν ὁ Ἄνυτος εἶπε· πάντα γὰρ ἐξῆν ἐξῆν *: ἐνῆν cf. Vit. Alcib. c. 13 αὐτῷ λαβεῖν, ὁ δὲ κἀμοὶ τοσαῦτα καταλέλοιπεν.