ΑΥΤΟΒΟΥΛΟΣ. κἀκεῖνος οὕτως ἔφη νὴ Δία παντὸς μᾶλλον· ἄτοπον γὰρ ἀμέλει τοὐναντίον ἐκεῖνο δʼ ὁ πατήρ οὐκ ἄτοπον εἶπεν εἰ τέσσαρα γένη τῆς φιλίας ἐχούσης, ὥσπερ οἱ παλαιοὶ διώρισαν, τὸ φυσικὸν πρῶτον εἶτα τὸ συγγενικὸν συγγενικὸν ] ξενικὸν Berth. Mueller et Madvigius quos tamen ipsius Plutarchi de hac re testimonium p. 481f cur effugerit mirum est ἐπὶ τούτῳ καὶ τρίτον τὸ ἑταιρικὸν καὶ τελευταῖον τὸ ἐρωτικόν, ἔχει τούτων ἕκαστον ἐπιστάτην θεὸν ἢ φίλιον ἢ ξένιον ἢ ὁμόγνιον καὶ πατρῷον μόνον δὲ τὸ ἐρωτικὸν ὥσπερ δυσιεροῦν ἀνόσιον em. R: ἄνοσον καὶ ἀδέσποτον ἀφεῖται, καὶ ταῦτα πλείστης ἐπιμελείας καὶ κυβερνήσεως δεόμενον; ἔχει καὶ ταῦτα ὁ Ζεύξιππος εἶπεν οὐ μικρὰν ἀλογίαν οὐ μικρὰν ἀλογίαν Duebnerus: οὐ μὴν ἀλλοτρίαν . ἀλλὰ μήν ὁ πατὴρ ἔφη τά γε γε W: τε τοῦ Πλάτωνος ἐπιλάβοιτʼ ἂν τοῦ λόγου καὶ παρεξιόντος. em. Winckelmannus: παρεξιόντα cf. Plat. Rep. p. 503a. μανία γὰρ ἡ μὲν ἀπὸ σώματος ἐπὶ ψυχὴν ἀνεσταλμένη δυσκρασίαις τισὶν ἢ posterius ἢ del. R συμμίξεσιν ἢ πνεύματος βλαβεροῦ περιφερομένου τραχεῖα καὶ χαλεπὴ καὶ νοσώδης· ἑτέρα δʼ ἐστὶν οὐκ ἀθείαστος οὐδʼ οἰκογενής, ἀλλʼ ἔπηλυς ἐπίπνοια καὶ παρατροπὴ τοῦ λογιζομένου καὶ φρονοῦντος ἀρχὴν ἀρχὴν ] aut delendum aut corr. ἀπό τινος vid. Symb. κρείττονος δυνάμεως ἀρχὴν ἔχουσα καὶ κίνησιν ἧς τὸ μὲν κοινὸν ἐνθουσιαστικὸν καλεῖται πάθος· ὡς γὰρ ἔμπνουν τὸ πνεύματος πληρωθὲν ἔμφρον δὲ τὸ φρονήσεως, οὕτως ὁ τοιοῦτος σάλος σάλος ] λάλος BE ψυχῆς ἐνθουσιασμὸς ὠνόμασται μετοχῇ καὶ κοινωνίᾳ θειοτέρας δυνάμεως· ἐνθουσιασμοῦ δὲ τὸ μαντικὸν ἐξ Ἀπόλλωνος ἐπιπνοίας καὶ κατοχῆς, τὸ δὲ βακχεῖον ἐκ Διονύσου, κἀπὶ Κυρβάντεσι χορεύσατε Nauck. p. 313 φησὶ Σοφοκλῆς τὰ γὰρ μητρῷα καὶ πανικὰ κοινωνεῖ τοῖς βακχικοῖς ὀργιασμοῖς. τρίτη τρίτη κἑ ] ex Plat. Phaedr. p. 245a δʼ ἀπὸ Μουσῶν λαβοῦσʼ ἁπαλὴν καὶ ἄβατον ψυχὴν τὸ ποιητικὸν καὶ μουσικὸν ἐξώρμησε καὶ ἀνερρίπισεν. ἡ δʼ ἀρειμάνιος ἀριμάνιος BE αὕτη αὐτὴ vel αὔτη BE λεγομένη καὶ πολεμικὴ παντὶ δῆλον ὅτῳ ὅτῳ W: ὅτι τῶ θεῶν θεῶν *: θεῶ ἀνίεται καὶ βακχεύεται ἄχορον ἄχορον Winckhelm. ex Aesch. Suppl. 681: ἄχαριν ἀκίθαριν δακρυογόνον Ἄρη βοὰν τʼ ἔνδημον ἐξοπλίζουσα ib. ἀκίθαριν - ἐξοπλίζουσα Porson ex eodem: ἀκίθαριν ἀκ 3-4 BE γονον ἀρ 4E 6B τατε ( τᾶτε B) δῆμον ἐξοπλίζουσαν . λείπεται δὲ τῆς ἐξαλλαγῆς ἐν ἀνθρώπῳ καὶ παρατροπῆς οὐκ ἀμαυρὸν οὐδʼ ἡσυχαῖον, ὦ Δαφναῖε, μόριον, ὑπὲρ οὗ βούλομαι τουτονὶ Πεμπτίδην ἐρέσθαι lac. 2-3 E 3-4 B τίς supplevit Winckelmannus: τί 4-5 BE καρπον καλλίκαρπον θύρσον ἀνασείει θεῶν, Nauck. p. 917 τὸν φιλητικὸν τοῦτον περὶ παῖδας ἀγαθοὺς καὶ σώφρονας; γυναῖκας ἐνθουσιασμὸν πολὺ δριμύτατον ὄντα καὶ θερμότατον; ἢ γὰρ οὐχ ὁρᾷς, ὡς ὁ μὲν στρατιώτης τὰ ὅπλα θεὶς πέπαυται τῆς πολεμικῆς μανίας, Hom. H 121 τοῦ μὲν ἔπειτα Hom. H 121 γηθόσυνοι θεράποντες ἀπʼ ὤμων τεύχεʼ ἕλοντο καὶ κάθηται τῶν ἄλλων ἀπόλεμος πολεμούντων τῶν ἄλλων supplet R; malim τῶν ἄλλων πολεμούντων θεατής, ταυτὶ δὲ τὰ βακχικὰ καὶ κορυβαντικὰ σκιρτήματα τὸν ῥυθμὸν μεταβάλλοντες ἐκ τροχαίου καὶ τὸ μέλος ἐκ Φρυγίου πραΰνουσι καὶ καταπαύουσιν, ὡς δʼ αὔτως ἡ Πυθία τοῦ τρίποδος ἐκβᾶσα καὶ τοῦ πνεύματος ἐν γαλήνῃ καὶ ἡσυχίᾳ διατελεῖ; τὴν δʼ ἐρωτικὴν μανίαν τἀνθρώπου *: τοῦ ἀνθρώπου καθαψαμένην ἀληθῶς καὶ διακαύσασαν οὐ μοῦσά τις οὐκ ἐπῳδὴ θελκτήριος οὐ τόπου μεταβολὴ καθίστησιν ἀλλὰ καὶ παρόντες ἐρῶσι καὶ ἀπόντες ποθοῦσι καὶ μεθʼ ἡμέραν διώκουσι καὶ νύκτωρ θυραυλοῦσι, καὶ νήφοντες καλοῦσι τοὺς καλοὺς καὶ πίνοντες ᾄδουσι. καὶ οὐχ ὥς τις εἶπεν αἱ ποιητικαὶ φαντασίαι διὰ τὴν ἐνάργειαν Victorius: ἐνέργειαν cf. Bergk. 1 p. 469 fr. 289 ἐγρηγορότων ἐνύπνιά εἰσίν, ἀλλὰ μᾶλλον αἱ τῶν ἐρώντων, διαλεγομένων ὡς πρὸς παρόντας, ἀσπαζομένων, ἐγκαλούντων. ἡ γὰρ ὄψις ἔοικε τὰς μὲν ἄλλας φαντασίας ἐφʼ ὑγροῖς ζωγραφεῖν, ταχὺ μαραινομένας καὶ ἀπολειπούσας τὴν διάνοιαν· αἱ δὲ τῶν ἐρωμένων εἰκόνες ὑπʼ αὐτῆς οἷον ἐν ἐγκαύμασι γραφόμεναι διὰ πυρὸς εἴδωλα ταῖς μνήμαις ἐναπολείπουσι κινούμενα καὶ ζῶντα καὶ φθεγγόμενα καὶ παραμένοντα τὸν ἄλλον χρόνον. ὁ μὲν γὰρ Ῥωμαῖος Κάτων ἔλεγε τὴν ψυχὴν τοῦ ἐρῶντος ἐνδιαιτᾶσθαι τῇ τοῦ ἐρωμένου W praeeunte lacunam signavi quam explendam puto hunc in modum: τοῦ ἐρωμένου· [ ἔμοιγε δὲ δοκοῦσιν ἐνεῖναι τῇ τοῦ ἐρῶτος ψυχῇ τοῦ ἐρωμένου ] καὶ τὸ εἶδος κἑ · καὶ τὸ εἶδος καὶ τὸ ἦθος καὶ ὁ βίος καὶ αἱ πράξεις, ὑφʼ ὧν ἀγόμενος ταχὺ συναιρεῖ πολλὴν ὁδόν fort. ὁδόν, καὶ ὥσπερ (aut ὥσπερ δʼ ) - εὐρίσκεται πορείαν κἑ , ὥσπερ οἱ Κυνικοὶ λέγουσι σύντονον ὁμοῦ καὶ σύντομον εὑρηκέναι πορείαν ἐπʼ ἀρετήν· καὶ γὰρ ἐπὶ τὴν φιλίαν lac. 18BE. Fort καὶ γὰρ ἐπὶ τὴν φιλίαν [ ἡγεῖται καὶ ἀρετὴν ἡ ψυχὴ cf. p. 758c] καθάπερ κἑ καθάπερ ἐπὶ κύματος τοῦ πάθους ἅμα θεῷ φερομένη· λέγω δὴ κεφάλαιον, ὡς οὔτʼ ἀθείαστον ὁ τῶν ἐρώντων ἐνθουσιασμός ἐστιν οὔτʼ ἄλλον ἔχει θεὸν ἐπιστάτην καὶ ἡνίοχον ἢ τοῦτον, ᾧ νῦν ἑορτάζομεν καὶ θύομεν. ὅμως δʼ ἐπεὶ ἐπεὶ M: ἐπὶ δυνάμει καὶ ὠφελείᾳ μάλιστα θεοῦ lac. 9 BE. Fort. θεοὺς διακρίνομεν vel διορίζομεν καθότι καὶ τῶν ἀνθρωπίνων ἀγαθῶν δύο ταῦτα, βασιλείαν καὶ ἀρετήν, θειότατα καὶ νομίζομεν καὶ ὀνομάζομεν, ὥρα σκοπεῖν πρότερον, εἴ τινι θεῶν ὁ Ἔρως ὑφίεται δυνάμεως. καίτοι μέγα μὲν σθένος ἁ Κύπρις ἐκφέρεται νίκας Soph. Trach. 497 ὥς φησι καὶ Σοφοκλῆς, μεγάλη δʼ ἡ τοῦ Ἄρεος ἰσχύς· καὶ τρόπον τινὰ τῶν ἄλλων θεῶν νενεμημένην M: νενεμημένων δίχα τὴν δύναμιν ἐν τούτοις ὁρῶμεν· ἡ μὲν γὰρ οἰκειωτικὴ πρὸς τὸ καλὸν ἡ δʼ ἀντιτακτικὴ πρὸς τὸ αἰσχρὸν ἀρχῆθεν ἐγγέγονε ταῖς ψυχαῖς verbis διεῖλε τῆς ψυχῆς supplet W lac. 13 E 15 B , ὥς που καὶ Πλάτων τὰ εἴδη. σκοπῶμεν οὖν εὐθύς, ὅτι τῆς Ἀφροδίτης τοὔργον *: τὸ ἔργον ἔρωτος ἄνευ ἔρωτος R. Malim ἐρωΤΟΣ μὴ παρόνΤΟΣ ut est p. 764d ὤνιόν ἐστι δραχμῆς, καὶ οὔτε πόνον οὐδεὶς οὔτε κίνδυνον ἀφροδισίων ἕνεκα μὴ ἐρῶν ὑπέμεινε. καὶ ὅπως ἐνταῦθα μὴ Φρύνην ὀνομάζωμεν, ὦ ἑταῖρε, ἢ Λαΐς τις ἢ ἢ Λαϊς τις ἢ *: λάϊε τι ση Γναθαίνιον ἐφέσπερον δαίουσα δέουσα BE λαμπτῆρος σέλας Nauck. p. 917 ἐκδεχομένη καὶ καλοῦσα παροδεύεται πολλάκις ἐλθὼν δʼ ἐξαπίνης ἄνεμος Hom. P 57 σὺν ἔρωτι πολλῷ σὺν ἔρωτι πολλῷ ] σὺν λαίλαπι πολλῇ dixit Homerus καὶ πόθῳ ταὐτὸ τοῦτο · τῶν Ταντάλου λεγομένων ταλάντων καὶ τῆς αὐτοῦ ἀρχῆς ἀντάξιον ἐποίησεν. οὕτως ἀσθενὴς καὶ ἁψίκορός ἐστιν ἡ τῆς Ἀφροδίτης χάρις, Ἔρωτος μὴ ἐπιπνεύσαντος ἐπινεύσαντος BE . ἔτι δὲ μᾶλλον κἀκεῖθεν ἂν συνίδοις· πολλοὶ γὰρ ἀφροδισίων ἑτέροις ἐκοινώνησαν, οὐ μόνον ἑταίρας ἀλλὰ καὶ γαμετὰς προαγωγεύοντες· ὥσπερ καὶ ὁ Ῥωμαῖος ἐκεῖνος, ὦ ἑταῖρε, Γάλβας em. R: κάββας cf. p. 726a εἱστία Μαικήναν ὡς ἔοικεν, εἶθʼ ὁρῶν διαπληκτιζόμενον ἀπὸ νευμάτων πρὸς τὸ γύναιον, ἀπέκλινεν ἡσυχῆ τὴν κεφαλὴν ὡς δὴ καθεύδων ἐν τούτῳ δὴ τῶν οἰκετῶν τινος προσρυέντος ἔξωθεν τῇ τραπέζῃ καὶ τὸν οἶνον ὑφαιρουμένου, διαβλέψας κακόδαιμον εἶπεν οὐκ οἶσθʼ ὅτι μόνῳ Μαικήνᾳ καθεύδω; τοῦτο μὲν οὖν ἴσως οὐ οὐ ] om. BE δεινόν ἐστιν· ἦν γὰρ ὁ Γάλβας γελωτοποιός ἐν δʼ Ἄργει Νικόστρατος ἀντεπολιτεύσατο πρὸς Φάυλλον em. R hic et infra: φάϋλον ἐπιδημήσαντος οὖν Φιλίππου τοῦ βασιλέως, ἐπίδοξος ἦν διὰ τῆς γυναικὸς ὁ Φάυλλος ἐκπρεποῦς οὔσης, εἰ συγγένοιτο τῷ Φιλίππῳ, διαπράξασθαί τινα δυναστείαν αὑτῷ καὶ ἀρχήν. αἰσθομένων δὲ τῶν περὶ Νικόστρατον τοῦτο καὶ παρὰ τὰς θύρας τῆς οἰκίας περιπατούντων, ὁ Φάυλλος ὑποδήσας τὴν γυναῖκα κρηπῖσι καὶ χλαμύδα περιθεὶς καὶ καυσίαν Μακεδονικήν, ὡς ἕνα τῶν βασιλικῶν νεανίσκων παρεισέπεμψε λαθοῦσαν. ἆρʼ οὖν, ἐραστῶν τοσούτων γεγονότων καὶ ὄντων, οἶσθʼ ἐπὶ ταῖς τοῦ Διὸς τιμαῖς προαγωγὸν ἐρωμένου γενόμενον; ἐγὼ μὲν οὐκ οἶμαι· πόθεν γάρ, ὅπου καὶ τοῖς τυράννοις ἀντιλέγων μὲν οὐδεὶς οὔτʼ ἀντιπολιτευόμενὸς ἐστιν, ἀντερῶντες δὲ πολλοὶ καὶ φιλοτιμούμενοι περὶ τῶν καλῶν καὶ ὡραίων; ἀκούετε R: ἀκούεται γὰρ ὅτι καὶ Ἀριστογείτων ὁ Ἀθηναῖος καὶ Ἀντιλέων Ἀντιλέων ὁ *: ὁ ἀντιλέων ὁ Μεταποντῖνος καὶ Μελάνιππος ὁ Ἀκραγαντῖνος οὐ διεφέροντο τοῖς τυράννοις, πάντα τὰ πράγματα λυμαινομένους καὶ παροινοῦντας ὁρῶντες· ἐπεὶ δὲ τοὺς ἐρωμένους αὐτῶν ἐπείρων, ὥσπερ ἱεροῖς ἀσύλοις καὶ ἀθίκτοις ἀμύνοντες ἠφείδησαν ἑαυτῶν. λέγεται καὶ καὶ ] δὲ καὶ ? Ἀλέξανδρος ἐπιστεῖλαι Θεοδώρῳ Πρωτέου ἀδελφῷ πέμψον μοι τὴν μουσουργὸν δέκα τάλαντα λαβών, εἰ μὴ ἐρᾷς αὐτῆς· ἑτέρου δὲ τῶν ἑταίρων Ἀντιπατρίδου μετὰ ψαλτρίας ἐπικωμάσαντος, ἡδέως διατεθεὶς πρὸς τὴν ἄνθρωπον ἐρέσθαι τὸν Ἀντιπατρίδην οὐ δήπου σὺ τυγχάνεις ἐρῶν ταύτης; τοῦ δὲ καὶ πάνυ φήσαντος, εἰπών ἀπόλοιο τοίνυν κακὸς κακῶς ἀποσχέσθαι καὶ μὴ θιγεῖν θίγειν BE τῆς γυναικός.