<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg113.perseus-grc2"><div type="textpart" subtype="section" n="14"><p rend="indent"><said who="#Αὐτόβουλος" rend="merge"><label>ΑΥΤΟΒΟΥΛΟΣ.</label><q>ὁρῶ</q> εἶπεν ὁ Πεμπτίδης <q>ἀλλʼ οὔτε πάθη τοὺς θεοὺς ποιεῖν ὅσιον οὔτε αὖ πάλιν τὰ πάθη θεοὺς νομίζειν</q> καὶ ὁ πατήρ <q>τί οὖν</q> ἔφη <q>τὸν <milestone unit="tlnum" n="20"/>Ἄρην, θεὸν εἶναι νομίζεις ἢ πάθος ἡμέτερον;</q> ἀποκριναμένου δὲ τοῦ Πεμπτίδου θεὸν ἡγεῖσθαι τὸν Ἄρην κοσμοῦντα τὸ θυμοειδὲς ἡμῶν καὶ ἀνδρῶδες; ἀνακραγὼν ὁ πατήρ <q>εἶτʼ</q> ἔφη <q>τὸ μὲν παθητικόν, <pb xml:id="v.4.p.420"/> ὦ Πεμπτίδη, καὶ πολεμικὸν καὶ ἀντίπαλον θεὸν ἔχει, τὸ δὲ φιλητικὸν καὶ κοινωνικὸν καὶ συνελευστικὸν <milestone unit="stephpage" xml:id="stephpage-757d" n="757d"/> ἄθεόν ἐστι; καὶ κτείνοντας μὲν ἄρα καὶ κτεινομένους ἀνθρώπους ὅπλα τε καὶ βέλη καὶ τειχομαχίας <milestone unit="tlnum" n="5"/> καὶ λεηλασίας ἔστι τις ἐφορῶν καὶ βραβεύων θεὸς Ἐνυάλιος καὶ Στράτιος· πάθους δὲ γάμου καὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">πειθοῦς δὲ καὶ γάμου</foreign> R</note> φιλότητος εἰς ὁμοφροσύνην καὶ κοινωνίαν τελευτώσης οὐδεὶς θεῶν μάρτυς οὐδʼ ἐπίσκοπος οὐδʼ ἡγεμὼν ἢ συνεργὸς ἡμῖν γέγονεν; ἀλλὰ δορκάδας μὲν <milestone unit="tlnum" n="10"/> θηρεύουσι καὶ λαγωοὺς καὶ ἐλάφους ἀγρότερός τις συνεπιθωΰσσει καὶ συνεξορμᾷ θεός, εὔχονται δʼ Ἀρισταίῳ δολοῦντες ὀρύγμασι καὶ βρόχοις λύκους καὶ ἄρκτους<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">cf. Callimach. ed. Schneid. p. 786</note>, <quote rend="blockquote">ὃς πρῶτος θήρεσσιν ἔπηξε ποδάγρας· </quote> 
<milestone unit="tlnum" n="15"/>ὁ δʼ Ἡρακλῆς ἕτερον θεὸν παρακαλεῖ μέλλων, ἐπὶ τὸν ὄρνιν αἴρεσθαι τὸ τόξον, ὡς Αἰσχύλος φησίν, <milestone unit="stephpage" xml:id="stephpage-757e" n="757e"/> <quote rend="blockquote">ἀγρεὺς δʼ Ἀπόλλων ὀρθὸν ἰθύνοι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">εὐθύνοι</foreign> idem</note> βέλος·</quote><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Nauck. p. 67</note> ἀνδρὶ δὲ τὸ κάλλιστον ἐπιχειροῦντι θήραμα φιλίαν ἑλεῖν οὔτε θεὸς οὔτε δαίμων ἀπευθύνει καὶ συνεφάπτεται <milestone unit="tlnum" n="20"/> τῆς ὁρμῆς; ἐγὼ μὲν γὰρ οὐδὲ δρυὸς οὐδὲ μορίας οὐδʼ ἣν Ὅμηρος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Ὁμηρος</foreign>] <foreign xml:lang="grc">ε</foreign> 69</note> <q>ἡμερίδα</q> σεμνύνων προσεῖπεν ἀκαλλέστερον ἔρνος οὐδὲ φαυλότερον ἡγοῦμαι φυτὸν ἄνθρωπον, ὦ φίλε Δαφναῖε, βλαστήσεως ὁρμὴν ἔχοντα διαφαίνουσαν ὥραν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὥραν</foreign> R: <foreign xml:lang="grc">ὥρα</foreign> </note> καὶ κάλλος ἅμα σώματος <milestone unit="tlnum" n="25"/> καὶ ψυχῆς.</q> <pb xml:id="v.4.p.421"/> </said></p></div></div></body></text></TEI>