ΑΥΤΟΒΟΥΛΟΣ. παυσαμένου δὲ τοῦ Πεμπτίδου καὶ τοῦ πατρὸς ἀρξαμένου τι περὶ τούτων λέγειν, ἕτερος ἧκεν ἐκ πόλεως, τὸν Ἀνθεμίωνα μεταπεμπομένης τῆς Ἰσμηνοδώρας· ἐπέτεινε γὰρ ἡ ταραχή, καὶ τῶν γυμνασιάρχων *: γυμνασιαρχῶν ἦν διαφορά, τοῦ μὲν οἰομένου δεῖν τὸν Βάκχωνα ἀπαιτεῖν τοῦ δὲ πολυπραγμονεῖν οὐκ ἐῶντος. ὁ μὲν οὖν Ἀνθεμίων ἀναστὰς ἐβάδιζεν· ὁ δὲ πατὴρ τὸν Πεμπτίδην ὀνομαστὶ προσαγορεύσας μεγάλου μοι δοκεῖς ἅπτεσθαι εἶπεν καὶ παραβόλου πράγματος, ὦ Πεμπτίδη, μᾶλλον δʼ ὅλως τὰ ἀκίνητα τἀκίνητα ? κινεῖν τῆς περὶ θεῶν δόξης ἣν ἔχομεν, περὶ ἑκάστου λόγον ἀπαιτῶν καὶ ἀπόδειξιν· ἀρκεῖ γὰρ ἡ πάτριος καὶ παλαιὰ πίστις, ἧς οὐκ ἔστιν εἰπεῖν οὐδʼ ἀνευρεῖν τεκμήριον ἐναργέστερον οὐδʼ εἰ διʼ ἄκρας τὸ σοφὸν εὕρηται φρενός δι’ ἃκρων - φρενῶν idem , Eur. Bacch. 203 ἀλλʼ ἕδρα τις αὕτη καὶ βάσις ὑφεστῶσα κοινὴ πρὸς εὐσέβειαν, ἐὰν ἐφʼ ἑνὸς ταράττηται καὶ σαλεύηται τὸ βέβαιον αὐτῆς καὶ νενομισμένον, ἐπισφαλὴς γίγνεται πᾶσι καὶ ὕποπτος. ἀκούεις δὲ δήπου τὸν Εὐριπίδην, ὡς ἐθορυβήθη ποιησάμενος ἀρχὴν τῆς Μελανίππης ἐκείνης, Ζεύς, ὅστις ὁ Ζεύς ὅστις ὁ Ζεὺς Lucianus (Iov. Trag. 41) , οὐ γὰρ οἶδα πλὴν λόγῳ, Nauck. p. 510 μεταλαβὼν δὲ χορὸν δὲ χορὸν Sauppius: δι’ ἔχθρὸν ἄλλον ἐθάρρει δʼ ib. δʼ * ὡς ἔοικε τῷ δράματι γεγραμμένῳ πανηγυρικῶς καὶ περιττῶς τῷ δράματι γεγραμμμένῳ πανηγυρικῶς καὶ περιττῶς ] locum singularem Nauckius omisit ἤλλαξε τὸν στίχον ὡς νῦν γέγραπται Ζεύς, ὡς λέλεκται τῆς ἀληθείας ὕπο. Nauck. p. 511 τί οὖν διαφέρει τὴν περὶ τοῦ Διὸς δόξαν ἢ τῆς Ἀθηνᾶς ἢ τοῦ Ἔρωτος εἰς ἀμφίβολον τῷ λόγῳ τῷ λόγῳ ] respicitur ad λόγῳ versus Euripidei (lib. 12) θέσθαι ἢ καὶ ἄδηλον ἢ καὶ ἂδηλον ] i. e. ἢ καὶ εἰς ἄδηλον ; οὐ γὰρ νῦν αἰτεῖ πρῶτον βωμὸν ὁ Ἔρως καὶ θυσίαν οὐδʼ ἔπηλυς ἔκ τινος βαρβαρικῆς δεισιδαιμονίας, ὥσπερ Ἄτται τινὲς καὶ Ἀδώνιοι em. Bergkius: ἀδωναῖοι λεγόμενοι, διʼ ἀνδρογύνων καὶ γυναικῶν παραδύεται κρύφα κρύφα Aldina: καὶ κρύφα τιμὰς οὐ προσηκούσας καρπούμενος, ὥστε παρεισγραφῆς δίκην φεύγειν καὶ νοθείας τῆς ἐν θεοῖς. ἀλλʼ ὅταν Ἐμπεδοκλέους Ἐμπεδοκλέους ] Mullach. 1 p. 3 vs. 81 ἀκούσῃς λέγοντος, ὦ ἑταῖρε, καὶ Φιλότης ἐν τοῖσιν ἴση μῆκός τε πλάτος τε, τὴν σὺ σὺ X: σὺν νόῳ δέρκου δέρκευ Clemens Alex. (p. 653 Pott.): δέρκου , μηδʼ ὄμμασιν ἧσο τεθηπώς· ταῦτʼ οἴεσθαι χρὴ λέγεσθαι περὶ Ἔρωτος· οὐ γάρ ἐστιν ὁρατὸς ἀλλὰ δοξαστὸς ἡμῖν ὁ θεὸς οὗτος ἐν τοῖς πάνυ παλαιοῖς· ὧν ἂν περὶ ἑκάστου τεκμήριον ἀπαιτῇς, παντὸς ἁπτόμενος ἱεροῦ καὶ παντὶ βωμῷ σοφιστικὴν ἐπάγων πεῖραν, οὐδένʼ ἀσυκοφάντητον οὐδʼ ἀβασάνιστον ἀπολείψεις πόρρω γὰρ οὐκ ἄπειμι τὴν δʼ Ἀφροδίτην οὐχ ὁρᾷς ὅση θεός; Nauck. p. 648 ἥδʼ ἐστὶν ἡ σπείρουσα καὶ διδοῦσʼ ἔρον, οὗ πάντες ἐσμὲν οἱ κατὰ χθόνʼ ἔκγονοι. Eur. Hipp. 449. 450 ζείδωρον γὰρ αὐτὴν Ἐμπεδοκλῆς εὔκαρπον δὲ Σοφοκλῆς Σοφοκλῆς ] Nauck. p. 310 ἐμμελῶς πάνυ καὶ πρεπόντως ὠνόμασαν. ἀλλʼ ὅμως τὸ μέγα τοῦτο καὶ θαυμαστὸν Ἀφροδίτης μὲν ἔργον Ἔρωτος δὲ πάρεργόν ἐστιν Ἀφροδίτῃ συμπαρόντος· μὴ συμπαρόντος δὲ κομιδῇ τὸ γιγνόμενον ἄζηλον ἀπολείπεται καὶ ἄτιμον κἄφιλον cf. Aesch. Choeph. 295 . ἀνέραστος γὰρ ὁμιλία καθάπερ πεῖνα καὶ δίψα πλησμονὴν ἔχουσα πέρας εἰς οὐδὲν ἐξικνεῖται καλόν· ἀλλʼ ἡ θεὸς Ἔρωτι τὸν κόρον ἀφαιροῦσα τῆς ἡδονῆς φιλότητα ποιεῖ καὶ σύγκρασιν. διὸ Παρμενίδης Παρμενίδης ] Mullach. 1 p. 128 vs. 132 μὲν ἀποφαίνει τὸν Ἔρωτα τῶν Ἀφροδίτης ἔργων πρεσβύτατον, ἐν τῇ κοσμογονίᾳ γράφων πρώτιστον μὲν Ἔρωτα θεῶν μητίσατο πάντων. Ἡσίοδος Ἡσίοδος ] Theog. 120 δὲ φυσικώτερον ἐμοὶ δοκεῖ ποιεῖν Ἔρωτα malim τὸν Ἐρωτα πάντων προγενέστατον, ἵνα πάντα διʼ ἐκεῖνον μετάσχῃ γενέσεως. ἂν οὖν τὸν Ἔρωτα τῶν νενομισμένων τιμῶν ἐκβάλλωμεν, οὐδʼ αἱ οὐδ’ αἱ *: οὐδὲ τῆς Ἀφροδίτης κατὰ χώραν μενοῦσιν. οὐδὲ γὰρ τοῦτʼ ἔστιν εἰπεῖν, ὅτι τῷ μὲν Ἔρωτι λοιδοροῦνταί τινες ἀπέχονται δʼ ἀπέχονται δʼ Schellensius: ἀλλὰ ἀπέχονται ἐκείνης, ἀλλʼ ἀπὸ μιᾶς σκηνῆς ἀκούομεν ἔρως γὰρ ἀργὸν κἀπὶ κἀπὶ X: καὶ ἐπὶ τοιούτοις ἔφυ· Nauck. 455 καὶ πάλιν ὦ παῖδες, ἥ τοι Κύπρις ἥ τοι Κύπρις Stobaeus (63, 6): 9 E 11 B οὐ Κύπρις μόνον, Nauck. p. 329 ἀλλʼ ἔστι πολλῶν ὀνομάτων ἐπώνυμος αἰτιώνυμος BE . ἔστιν μὲν Ἅιδης, ἔστι δʼ ἄφθιτος βία, ἔστιν δὲ λύσσα μανιάς μανιὰς Porson: μανίας · ὥσπερ οὐδὲ τῶν ἄλλων θεῶν σχεδὸν ἀλοιδόρητος οὐδεὶς ἐκπέφευγε τὴν εὐλοιδόρητον M: ἀλοιδόρητον ἀμαθίαν. σκόπει δὲ τὸν Ἄρην καθάπερ ἐν πίνακι χαλκῷ τὴν ἀντικειμένην ἐκ διαμέτρου τῷ Ἔρωτι χώραν ἔχοντα em. R: ἔχοντι πηλίκας εἴληχε τιμὰς ὑπʼ ἀνθρώπων καὶ πάλιν ὅσα κακῶς ἀκούει, τυφλὸς γάρ, ὦ γυναῖκες, οὐδʼ ὁρῶν Ἄρης Nauck. p. 308 συὸς προσώπῳ πάντα τυρβάζει κακά καλὰ R praeter necessitatem . καὶ μιαιφόνον μιαιφόνον ] Hom. E 31. Φ 402 Ὅμηρος αὐτὸν καλεῖ καὶ ἀλλοπρόσαλλον ἀλλοπρόσαλλον ] idem ib. 831. 889 ὁ δὲ Χρύσιππος ἐξηγούμενος τοὔνομα τοῦ θεοῦ κατηγορίαν ποιεῖ καὶ διαβολήν· ἀναιρεῖν ἀναιρεῖν ] ἔριν conieceram in Symb. Nunc malim ἀναίρεσιν cum Petersenio cf. Clem. Alex. p. 24 et 56 Pott. Heraclit. Allegor. ed. Mehler c. 31 ubi Ἀρης est πόλεμος παρὰ τὴν ἀρὴν ὠνομασμένος (cf. et c. 69). γὰρ εἶναι τὸν Ἄρην φησίν, ἀρχὰς διδοὺς τοῖς τὸ μαχητικὸν ἐν ἡμῖν καὶ διάφορον καὶ θυμοειδὲς Ἄρην κεκλῆσθαι νομίζουσιν. ἕτεροι δʼ αὖ φήσουσι τὴν Ἀφροδίτην ἐπιθυμίαν εἶναι καὶ τὸν Ἑρμῆν λόγον καὶ τέχνας τὰς Μούσας καὶ φρόνησιν τὴν Ἀθηνᾶν. ὁρᾷς δήπου τὸν ὑπολαμβάνοντα βυθὸν ἡμᾶς ἀθεότητος, ἂν εἰς πάθη καὶ δυνάμεις καὶ ἀρετὰς διαγράφωμεν ἕκαστον τῶν θεῶν;