ΑΥΤΟΒΟΥΛΟΣ. ὡς οὖν ὁ τοῦ Πεισίου φίλος ὥσπερ ἐν πολέμῳ προσελάσας τὸν ἵππον αὐτὸ τοῦτο τεταραγμένος εἶπεν, ὅτι Βάκχωνʼ ἥρπακεν Ἰσμηνοδώρα, τὸν μὲν Ζεύξιππον ὁ πατὴρ ἔφη γελάσαι καὶ εἰπεῖν, ὅτε δὴ καὶ φιλευριπίδην ὄντα, πλούτῳ χλιδῶσα θνητὰ δʼ ὦ δʼ ὧ ] δὴ X γύναι φρονεῖς φρόνει Nauckius · Nauck. p. 678 τὸν δὲ Πεισίαν ἀναπηδήσαντα βοᾶν, ὦ θεοί, τί πέρας ἔσται τῆς ἀνατρεπούσης τὴν πόλιν ἡμῶν ἐλευθερίας; ἤδη γὰρ εἰς ἀνομίαν τὰ πράγματα διὰ τῆς αὐτονομίας βαδίζει βαδίζειν BE · καίτοι γελοῖον ἴσως ἀγανακτεῖν περὶ νόμων καὶ δικαίων, ἡ γὰρ φύσις παρανομεῖται γυναικοκρατουμένη. τί τοιοῦτον ἡ Λῆμνος; ἴωμεν ἡμεῖς, ἴωμεν εἶπεν ὅπως καὶ τὸ γυμνάσιον ταῖς γυναιξὶ παραδῶμεν καὶ τὸ βουλευτήριον, εἰ παντάπασιν ἡ πόλις ἐκνενεύρισται. προάγοντος οὖν τοῦ Πεισίου, ὁ μὲν Πρωτογένης οὐκ ἀπελείπετο τὰ μὲν συναγανακτῶν τὰ δὲ πραΰνων ἐκεῖνον· ὁ δʼ Ἀνθεμίων νεανικὸν μέν ἔφη τὸ τόλμημα καὶ Λήμνιον ὡς ἀληθῶς, αὐτοὶ γάρ ἐσμεν em. M: ἴσμεν , σφόδρʼ ἐρώσης γυναικός, καὶ ὁ Σώκλαρος ὑπομειδιῶν οἴει γὰρ ἁρπαγήν ἔφη γεγονέναι καὶ βιασμόν, οὐκ ἀπολόγημα καὶ στρατήγημα τοῦ νεανίσκου νοῦν ἔχοντος, ὅτι τὰς τῶν ἐραστῶν ἀγκάλας διαφυγὼν ἐξηυτομόληκεν εἰς χεῖρας καλῆς καὶ πλουσίας γυναικός; μὴ λέγε ταῦτʼ εἶπεν ὦ Σώκλαρε, μηδʼ ὑπονόει ἐπὶ ἐπὶ ] malim περὶ aut τι περὶ Βάκχωνος ὁ Ἀνθεμίων· καὶ γὰρ εἰ μὴ φύσει τὸν τρόπον ἁπλοῦς ἦν καὶ ἀφελής, ἐμὲ γʼ οὐκ ἂν γʼ οὐκ ἂν ] γοῦν BE. γοῦν οὐκ ἂν R ἀπεκρύψατο, τῶν τʼ ἄλλων τʼ ἂλλων X: τελῶν μεταδιδοὺς ἁπάντων, ἒν τε τούτοις ὁρῶν προθυμότατον ὄντα τῆς Ἰσμηνοδώρας βοηθόν· ἔρωτι δὲ μάχεσθαι χαλεπόν οὐ θυμῷ καθʼ Ἡράκλειτον Ἡράκλειτον ] Bywater. p. 41 · ὅ, τι γὰρ ἂν θελήσῃ, καὶ ψυχῆς ὠνεῖται καὶ χρημάτων καὶ δόξης. ἐπεί τί κοσμιώτερον Ἰσμηνοδώρας ἐν τῇ πόλει; πότε δʼ εἰσῆλθεν ἢ λόγος αἰσχρὸς ἢ πράξεως ὑπόνοια φαύλης ἔθιγε τῆς οἰκίας; ἀλλʼ ἔοικε θεία τις ὄντως εἰληφέναι τὴν ἄνθρωπον ἐπίπνοια καὶ κρείττων ἀνθρωπίνου λογισμοῦ. ΑΥΤΟΒΟΥΛΟΣ. καὶ ὁ Πεμπτίδης ἐπιγελάσας ἀμέλει καὶ σώματός τις ἔφη νόσος ἔστιν, ἣν ἱερὰν καλοῦσιν· οὐδὲν οὖν ἄτοπον, εἰ καὶ ψυχῆς τὸ μανικώτατον πάθος καὶ μέγιστον ἱερὸν καὶ θεῖον ἔνιοι προσαγορεύουσιν. εἶθʼ ὥσπερ ἐν Αἰγύπτῳ ποτὲ γείτονας ἑώρων δύο διαμφισβητοῦντας, ὄφεως προσερπύσαντος εἰς τὴν ὁδόν, ἀμφοτέρων μὲν ἀγαθὸν δαίμονα καλούντων, ἑκατέρου δʼ ἔχειν ἀξιοῦντος ὡς ἴδιον· οὕτως ὁρῶν ὑμῶν ἄρτι τοὺς μὲν εἰς τὴν ἀνδρωνῖτιν ἕλκοντας τὸν Ἔρωτα τοὺς δʼ εἰς τὴν γυναικωνῖτιν, ὑπερφυὲς καὶ θεῖον ἀγαθόν, οὐκ ἐθαύμαζον, εἰ τηλικαύτην δύναμιν ἔσχε καὶ τιμὴν τὸ πάθος, οἷς ἦν προσῆκον ἐξελαύνειν αὐτὸ πανταχόθεν καὶ κολούειν, ὑπὸ τούτων αὐξανόμενον καὶ σεμνυνόμενον. ἄρτι μὲν οὖν ἡσυχίαν ἦγον· ἐν γὰρ ἰδίοις μᾶλλον ἢ κοινοῖς ἑώρων τὴν ἀμφισβήτησιν οὖσαν· νυνὶ δʼ ἀπηλλαγμένος Πεισίου, ἡδέως ἂν ὑμῶν ἀκούσαιμι πρὸς τί βλέψαντες ἀπεφήναντο τὸν Ἔρωτα θεὸν οἱ πρῶτοι τοῦτο λέξαντες. ΑΥΤΟΒΟΥΛΟΣ. παυσαμένου δὲ τοῦ Πεμπτίδου καὶ τοῦ πατρὸς ἀρξαμένου τι περὶ τούτων λέγειν, ἕτερος ἧκεν ἐκ πόλεως, τὸν Ἀνθεμίωνα μεταπεμπομένης τῆς Ἰσμηνοδώρας· ἐπέτεινε γὰρ ἡ ταραχή, καὶ τῶν γυμνασιάρχων *: γυμνασιαρχῶν ἦν διαφορά, τοῦ μὲν οἰομένου δεῖν τὸν Βάκχωνα ἀπαιτεῖν τοῦ δὲ πολυπραγμονεῖν οὐκ ἐῶντος. ὁ μὲν οὖν Ἀνθεμίων ἀναστὰς ἐβάδιζεν· ὁ δὲ πατὴρ τὸν Πεμπτίδην ὀνομαστὶ προσαγορεύσας μεγάλου μοι δοκεῖς ἅπτεσθαι εἶπεν καὶ παραβόλου πράγματος, ὦ Πεμπτίδη, μᾶλλον δʼ ὅλως τὰ ἀκίνητα τἀκίνητα ? κινεῖν τῆς περὶ θεῶν δόξης ἣν ἔχομεν, περὶ ἑκάστου λόγον ἀπαιτῶν καὶ ἀπόδειξιν· ἀρκεῖ γὰρ ἡ πάτριος καὶ παλαιὰ πίστις, ἧς οὐκ ἔστιν εἰπεῖν οὐδʼ ἀνευρεῖν τεκμήριον ἐναργέστερον οὐδʼ εἰ διʼ ἄκρας τὸ σοφὸν εὕρηται φρενός διʼ ἃκρων - φρενῶν idem , Eur. Bacch. 203 ἀλλʼ ἕδρα τις αὕτη καὶ βάσις ὑφεστῶσα κοινὴ πρὸς εὐσέβειαν, ἐὰν ἐφʼ ἑνὸς ταράττηται καὶ σαλεύηται τὸ βέβαιον αὐτῆς καὶ νενομισμένον, ἐπισφαλὴς γίγνεται πᾶσι καὶ ὕποπτος. ἀκούεις δὲ δήπου τὸν Εὐριπίδην, ὡς ἐθορυβήθη ποιησάμενος ἀρχὴν τῆς Μελανίππης ἐκείνης, Ζεύς, ὅστις ὁ Ζεύς ὅστις ὁ Ζεὺς Lucianus (Iov. Trag. 41) , οὐ γὰρ οἶδα πλὴν λόγῳ, Nauck. p. 510 μεταλαβὼν δὲ χορὸν δὲ χορὸν Sauppius: διʼ ἔχθρὸν ἄλλον ἐθάρρει δʼ ib. δʼ * ὡς ἔοικε τῷ δράματι γεγραμμένῳ πανηγυρικῶς καὶ περιττῶς τῷ δράματι γεγραμμμένῳ πανηγυρικῶς καὶ περιττῶς ] locum singularem Nauckius omisit ἤλλαξε τὸν στίχον ὡς νῦν γέγραπται Ζεύς, ὡς λέλεκται τῆς ἀληθείας ὕπο. Nauck. p. 511 τί οὖν διαφέρει τὴν περὶ τοῦ Διὸς δόξαν ἢ τῆς Ἀθηνᾶς ἢ τοῦ Ἔρωτος εἰς ἀμφίβολον τῷ λόγῳ τῷ λόγῳ ] respicitur ad λόγῳ versus Euripidei (lib. 12) θέσθαι ἢ καὶ ἄδηλον ἢ καὶ ἂδηλον ] i. e. ἢ καὶ εἰς ἄδηλον ; οὐ γὰρ νῦν αἰτεῖ πρῶτον βωμὸν ὁ Ἔρως καὶ θυσίαν οὐδʼ ἔπηλυς ἔκ τινος βαρβαρικῆς δεισιδαιμονίας, ὥσπερ Ἄτται τινὲς καὶ Ἀδώνιοι em. Bergkius: ἀδωναῖοι λεγόμενοι, διʼ ἀνδρογύνων καὶ γυναικῶν παραδύεται κρύφα κρύφα Aldina: καὶ κρύφα τιμὰς οὐ προσηκούσας καρπούμενος, ὥστε παρεισγραφῆς δίκην φεύγειν καὶ νοθείας τῆς ἐν θεοῖς. ἀλλʼ ὅταν Ἐμπεδοκλέους Ἐμπεδοκλέους ] Mullach. 1 p. 3 vs. 81 ἀκούσῃς λέγοντος, ὦ ἑταῖρε, καὶ Φιλότης ἐν τοῖσιν ἴση μῆκός τε πλάτος τε, τὴν σὺ σὺ X: σὺν νόῳ δέρκου δέρκευ Clemens Alex. (p. 653 Pott.): δέρκου , μηδʼ ὄμμασιν ἧσο τεθηπώς· ταῦτʼ οἴεσθαι χρὴ λέγεσθαι περὶ Ἔρωτος· οὐ γάρ ἐστιν ὁρατὸς ἀλλὰ δοξαστὸς ἡμῖν ὁ θεὸς οὗτος ἐν τοῖς πάνυ παλαιοῖς· ὧν ἂν περὶ ἑκάστου τεκμήριον ἀπαιτῇς, παντὸς ἁπτόμενος ἱεροῦ καὶ παντὶ βωμῷ σοφιστικὴν ἐπάγων πεῖραν, οὐδένʼ ἀσυκοφάντητον οὐδʼ ἀβασάνιστον ἀπολείψεις πόρρω γὰρ οὐκ ἄπειμι τὴν δʼ Ἀφροδίτην οὐχ ὁρᾷς ὅση θεός; Nauck. p. 648 ἥδʼ ἐστὶν ἡ σπείρουσα καὶ διδοῦσʼ ἔρον, οὗ πάντες ἐσμὲν οἱ κατὰ χθόνʼ ἔκγονοι. Eur. Hipp. 449. 450 ζείδωρον γὰρ αὐτὴν Ἐμπεδοκλῆς εὔκαρπον δὲ Σοφοκλῆς Σοφοκλῆς ] Nauck. p. 310 ἐμμελῶς πάνυ καὶ πρεπόντως ὠνόμασαν. ἀλλʼ ὅμως τὸ μέγα τοῦτο καὶ θαυμαστὸν Ἀφροδίτης μὲν ἔργον Ἔρωτος δὲ πάρεργόν ἐστιν Ἀφροδίτῃ συμπαρόντος· μὴ συμπαρόντος δὲ κομιδῇ τὸ γιγνόμενον ἄζηλον ἀπολείπεται καὶ ἄτιμον κἄφιλον cf. Aesch. Choeph. 295 . ἀνέραστος γὰρ ὁμιλία καθάπερ πεῖνα καὶ δίψα πλησμονὴν ἔχουσα πέρας εἰς οὐδὲν ἐξικνεῖται καλόν· ἀλλʼ ἡ θεὸς Ἔρωτι τὸν κόρον ἀφαιροῦσα τῆς ἡδονῆς φιλότητα ποιεῖ καὶ σύγκρασιν. διὸ Παρμενίδης Παρμενίδης ] Mullach. 1 p. 128 vs. 132 μὲν ἀποφαίνει τὸν Ἔρωτα τῶν Ἀφροδίτης ἔργων πρεσβύτατον, ἐν τῇ κοσμογονίᾳ γράφων πρώτιστον μὲν Ἔρωτα θεῶν μητίσατο πάντων. Ἡσίοδος Ἡσίοδος ] Theog. 120 δὲ φυσικώτερον ἐμοὶ δοκεῖ ποιεῖν Ἔρωτα malim τὸν Ἐρωτα πάντων προγενέστατον, ἵνα πάντα διʼ ἐκεῖνον μετάσχῃ γενέσεως. ἂν οὖν τὸν Ἔρωτα τῶν νενομισμένων τιμῶν ἐκβάλλωμεν, οὐδʼ αἱ οὐδʼ αἱ *: οὐδὲ τῆς Ἀφροδίτης κατὰ χώραν μενοῦσιν. οὐδὲ γὰρ τοῦτʼ ἔστιν εἰπεῖν, ὅτι τῷ μὲν Ἔρωτι λοιδοροῦνταί τινες ἀπέχονται δʼ ἀπέχονται δʼ Schellensius: ἀλλὰ ἀπέχονται ἐκείνης, ἀλλʼ ἀπὸ μιᾶς σκηνῆς ἀκούομεν ἔρως γὰρ ἀργὸν κἀπὶ κἀπὶ X: καὶ ἐπὶ τοιούτοις ἔφυ· Nauck. 455 καὶ πάλιν ὦ παῖδες, ἥ τοι Κύπρις ἥ τοι Κύπρις Stobaeus (63, 6): 9 E 11 B οὐ Κύπρις μόνον, Nauck. p. 329 ἀλλʼ ἔστι πολλῶν ὀνομάτων ἐπώνυμος αἰτιώνυμος BE . ἔστιν μὲν Ἅιδης, ἔστι δʼ ἄφθιτος βία, ἔστιν δὲ λύσσα μανιάς μανιὰς Porson: μανίας · ὥσπερ οὐδὲ τῶν ἄλλων θεῶν σχεδὸν ἀλοιδόρητος οὐδεὶς ἐκπέφευγε τὴν εὐλοιδόρητον M: ἀλοιδόρητον ἀμαθίαν. σκόπει δὲ τὸν Ἄρην καθάπερ ἐν πίνακι χαλκῷ τὴν ἀντικειμένην ἐκ διαμέτρου τῷ Ἔρωτι χώραν ἔχοντα em. R: ἔχοντι πηλίκας εἴληχε τιμὰς ὑπʼ ἀνθρώπων καὶ πάλιν ὅσα κακῶς ἀκούει, τυφλὸς γάρ, ὦ γυναῖκες, οὐδʼ ὁρῶν Ἄρης Nauck. p. 308 συὸς προσώπῳ πάντα τυρβάζει κακά καλὰ R praeter necessitatem . καὶ μιαιφόνον μιαιφόνον ] Hom. E 31. Φ 402 Ὅμηρος αὐτὸν καλεῖ καὶ ἀλλοπρόσαλλον ἀλλοπρόσαλλον ] idem ib. 831. 889 ὁ δὲ Χρύσιππος ἐξηγούμενος τοὔνομα τοῦ θεοῦ κατηγορίαν ποιεῖ καὶ διαβολήν· ἀναιρεῖν ἀναιρεῖν ] ἔριν conieceram in Symb. Nunc malim ἀναίρεσιν cum Petersenio cf. Clem. Alex. p. 24 et 56 Pott. Heraclit. Allegor. ed. Mehler c. 31 ubi Ἀρης est πόλεμος παρὰ τὴν ἀρὴν ὠνομασμένος (cf. et c. 69). γὰρ εἶναι τὸν Ἄρην φησίν, ἀρχὰς διδοὺς τοῖς τὸ μαχητικὸν ἐν ἡμῖν καὶ διάφορον καὶ θυμοειδὲς Ἄρην κεκλῆσθαι νομίζουσιν. ἕτεροι δʼ αὖ φήσουσι τὴν Ἀφροδίτην ἐπιθυμίαν εἶναι καὶ τὸν Ἑρμῆν λόγον καὶ τέχνας τὰς Μούσας καὶ φρόνησιν τὴν Ἀθηνᾶν. ὁρᾷς δήπου τὸν ὑπολαμβάνοντα βυθὸν ἡμᾶς ἀθεότητος, ἂν εἰς πάθη καὶ δυνάμεις καὶ ἀρετὰς διαγράφωμεν ἕκαστον τῶν θεῶν; ΑΥΤΟΒΟΥΛΟΣ. ὁρῶ εἶπεν ὁ Πεμπτίδης ἀλλʼ οὔτε πάθη τοὺς θεοὺς ποιεῖν ὅσιον οὔτε αὖ πάλιν τὰ πάθη θεοὺς νομίζειν καὶ ὁ πατήρ τί οὖν ἔφη τὸν Ἄρην, θεὸν εἶναι νομίζεις ἢ πάθος ἡμέτερον; ἀποκριναμένου δὲ τοῦ Πεμπτίδου θεὸν ἡγεῖσθαι τὸν Ἄρην κοσμοῦντα τὸ θυμοειδὲς ἡμῶν καὶ ἀνδρῶδες; ἀνακραγὼν ὁ πατήρ εἶτʼ ἔφη τὸ μὲν παθητικόν, ὦ Πεμπτίδη, καὶ πολεμικὸν καὶ ἀντίπαλον θεὸν ἔχει, τὸ δὲ φιλητικὸν καὶ κοινωνικὸν καὶ συνελευστικὸν ἄθεόν ἐστι; καὶ κτείνοντας μὲν ἄρα καὶ κτεινομένους ἀνθρώπους ὅπλα τε καὶ βέλη καὶ τειχομαχίας καὶ λεηλασίας ἔστι τις ἐφορῶν καὶ βραβεύων θεὸς Ἐνυάλιος καὶ Στράτιος· πάθους δὲ γάμου καὶ πειθοῦς δὲ καὶ γάμου R φιλότητος εἰς ὁμοφροσύνην καὶ κοινωνίαν τελευτώσης οὐδεὶς θεῶν μάρτυς οὐδʼ ἐπίσκοπος οὐδʼ ἡγεμὼν ἢ συνεργὸς ἡμῖν γέγονεν; ἀλλὰ δορκάδας μὲν θηρεύουσι καὶ λαγωοὺς καὶ ἐλάφους ἀγρότερός τις συνεπιθωΰσσει καὶ συνεξορμᾷ θεός, εὔχονται δʼ Ἀρισταίῳ δολοῦντες ὀρύγμασι καὶ βρόχοις λύκους καὶ ἄρκτους cf. Callimach. ed. Schneid. p. 786 , ὃς πρῶτος θήρεσσιν ἔπηξε ποδάγρας· ὁ δʼ Ἡρακλῆς ἕτερον θεὸν παρακαλεῖ μέλλων, ἐπὶ τὸν ὄρνιν αἴρεσθαι τὸ τόξον, ὡς Αἰσχύλος φησίν, ἀγρεὺς δʼ Ἀπόλλων ὀρθὸν ἰθύνοι εὐθύνοι idem βέλος· Nauck. p. 67 ἀνδρὶ δὲ τὸ κάλλιστον ἐπιχειροῦντι θήραμα φιλίαν ἑλεῖν οὔτε θεὸς οὔτε δαίμων ἀπευθύνει καὶ συνεφάπτεται τῆς ὁρμῆς; ἐγὼ μὲν γὰρ οὐδὲ δρυὸς οὐδὲ μορίας οὐδʼ ἣν Ὅμηρος Ὁμηρος ] ε 69 ἡμερίδα σεμνύνων προσεῖπεν ἀκαλλέστερον ἔρνος οὐδὲ φαυλότερον ἡγοῦμαι φυτὸν ἄνθρωπον, ὦ φίλε Δαφναῖε, βλαστήσεως ὁρμὴν ἔχοντα διαφαίνουσαν ὥραν ὥραν R: ὥρα καὶ κάλλος ἅμα σώματος καὶ ψυχῆς. ΑΥΤΟΒΟΥΛΟΣ. καὶ ὁ Δαφναῖος τίς δʼ ἄλλως ἄλλως W: ἄλλος εἶπεν ὦ πρὸς τῶν θεῶν; οὗτοι νὴ Δίʼ ἔφη πάντες ὁ πατήρ οἱ νομίζοντες ἀρότου καὶ σπόρου idem: ἀρότρου καὶ φυτείας ἐπιμέλειαν θεοῖς προσήκειν. ἢ γὰρ οὐ νύμφαι τινὲς αὐτοῖς δρυάδες εἰσὶν ἰσοδένδρου τέκμαρ αἰῶνος λαχοῦσαι· δενδρέων δὲ νομὸν Διόνυσος πολυγαθὴς αὐξάνοι, ἁγνὸν φέγγος idem: φέγγος ἁγνὸν ὀπώρας vid. Bergk. 1 p. 433. p. 437 κατὰ Πίνδαρον μειρακίων δʼ ἄρα καὶ παίδων ἐν ὥρᾳ καὶ ἄνθει πλαττομένων καὶ ῥυθμιζομένων τροφαὶ καὶ αὐξήσεις οὐδενὶ θεῶν ἢ δαιμόνων προσήκουσιν, οὐδʼ ἔστιν ᾧ μέλει μέλλει BE φυόμενον ἄνθρωπον εἰς ἀρετὴν ὀρθὸν ἐλθεῖν καὶ μὴ παρατραπῆναι μηδὲ κλασθῆναι malim μηδʼ ἐκκλασθῆναι (cf. p. 762 f) vel κατακλασθῆναι (cf. p. 767f) τὸ γενναῖον ἐρημίᾳ κηδεμόνος ἢ κακίᾳ τῶν προστυγχανόντων; ἢ καὶ τὸ λέγειν ταῦτα δεινόν ἐστι καὶ ἀχάριστον, ἀπολαύοντάς γε γε R: τε τοῦ θείου τοῦ φιλανθρώπου πανταχόσε νενεμημένου καὶ μηδαμοῦ προλείποντος ἐν χρείαις, ὧν ἀναγκαιότερον ἔνιαι τὸ τέλος ἢ κάλλιον ἔχουσιν; ὥσπερ εὐθὺς ἡ περὶ τὴν γένεσιν ἡμῶν οὐκ εὐπρεπὴς οὖσα διʼ αἵματος καὶ ὠδίνων, ὅμως ἔχει θεῖον θεῖον ] θεὰν R; malim θεὸν ἐπίσκοπον Εἰλείθυιαν καὶ Λοχείαν· ἦν δέ που μὴ γενέσθαι *: μὴ γίνεσθαι κρεῖττον ἢ γενέσθαι κακόν, ἁμαρτάνοντα κηδεμόνος ἀγαθοῦ καὶ φύλακος. οὐ μὴν οὐδὲ νοσοῦντος ἀνθρώπου θεὸς ἀποστατεῖ τὴν περὶ τοῦτο χρείαν καὶ δύναμιν εἰληχώς, ἀλλʼ οὐδʼ ἀποθανόντος· ἔστι δέ τις ἐκεῖ κομιστὴρ ἐνθένδε καὶ ἀρωγὸς ἀγωγὸς W ἐν ἐν ] τῶν ἐν R τέλει ἔστιν δέ τις Ἐκεῖ κομιστὴρ κἀπαρωγὸς ἐν τέλει versum Aeschyli effecit God. Hermannus γενομένων κατευναστὴς καὶ ψυχοπομπός, ὥσπερ ὁ Ὕπνος ὁ Ψπνος Hauptius: οὖτος , οὐ γάρ με Νὺξ ἔτικτε δεσπότην λύρας, οὐ μάντιν οὐδʼ ἰατρόν, ἀλλὰ θνητὸν ἅμα ἀλλὰ θνητὸν ἅμα ] ἀλλʼ ἡγήτορα Valckenarius. ἀλλʼ ὀνήτορα Bergkius; malim ἀλλʼ εὐνάτορα cf. Nauck. p. 916 ψυχαῖς. καὶ τὰ τοιαῦτα καίτοι ταῦτα W πολλὰς ἔχει δυσχερείας. ἐκείνου δʼ οὐκ ἔστιν εἰπεῖν ἔργον ἱερώτερον οὐδʼ ἅμιλλαν ἑτέραν οὐδʼ ἀγῶνα θεῷ πρέπειν μᾶλλον ἐφορᾶν καὶ βραβεύειν ἢ τὴν περὶ τοὺς καλοὺς καὶ ὡραίους ἐπιμέλειαν τῶν ἐρώντων καὶ δίωξιν· οὐδὲν γάρ ἐστιν αἰσχρὸν οὐδʼ ἀναγκαῖον, ἀλλὰ πειθὼ καὶ χάρις ἐνδιδοῦσα πόνον ἡδύν ὡς ἀληθῶς κάματόν τʼ εὐκάματον τʼ εὐκάματον Porson cf. p. 467d. 794b. Eur. Bacch. 66 ὑφηγεῖται πρὸς ἀρετὴν καὶ φιλίαν, οὔτʼ ἄνευ θεοῦ τὸ προσῆκον τέλος λαμβάνουσαν, οὔτʼ ἄλλον ἔχουσαν ἡγεμόνα καὶ δεσπότην θεὸν ἀλλὰ ἀλλὰ ] malim ἀλλʼ ἢ τὸν Μουσῶν καὶ Χαρίτων καὶ Ἀφροδίτης ἑταῖρον Ἔρωτα. γλυκὺ γὰρ θέρος ἀνδρὸς ὑποσπείρων πραπίδων πόθῳ πραπίδεσσι πόθον (aut πόθων ) Bergkius 3 p. 591 κατὰ τὸν Μελανιππίδην, τὰ ἥδιστα μίγνυσι τοῖς καλλίστοις· ἢ πῶς ἔφη λέγομεν, ὦ Ζεύξιππε;