ΦΛΑΟΥΙΑΝΟΣ. Ἑν Ἑλικῶνι φῆς, ὦ Λύτόβουλε, τοὺς περὶ Ἑρωτος λόγους γενέσθαι, οὓς εἴτε γραψάμενος εἴτε καταμνημονεύσας τῷ πολλάκις ἐπανερέσθαι τὸν πατέρα νυνὶ μέλλεις ἡμῖν δεηθεῖσιν ἀπαγγέλλειν. ΑΥΤΟΒΟΥΛΟΣ. ἐν Ἑλικῶνι παρὰ ταῖς Μούσαις, ὦ Φλαουιανέ, τὰ Ἐρωτικὰ Θεσπιέων ἀγόντων· ἄγουσι γὰρ ἀγῶνα πενταετηρικόν πεντετηρικόν ? , ὥσπερ καὶ ταῖς Μούσαις, καὶ τῷ Ἔρωτι φιλοτίμως πάνυ καὶ λαμπρῶς. ΦΛΑΟΥΙΑΝΟΣ. οἶσθʼ οὖν ὃ σοῦ ὃ σοῦ X: ὅσου μέλλομεν δεῖσθαι πάντες οἱ πρὸς τὴν ἀκρόασιν ἥκοντες; ΑΥΤΟΒΟΥΛΟΣ. οὔκ· ἀλλʼ εἴσομαι λεγόντων. ΦΛΑΟΥΙΑΝΟΣ. ἄφελε τοῦ λόγου τὸ νῦν ἔχον ἐποποιῶν τε λειμῶνας καὶ σκιὰς καὶ ἅμα κιττοῦ τε καὶ σμιλάκων διαδρομὰς καὶ ὅσʼ ἄλλα ἄλλα ] fort. ἄλλα οἱ aut ἄλλα τινὲς τοιούτων τόπων ἐπιλαβόμενοι γλίχονται τὸν Πλάτωνος Πλάτωνος ] Phaedr. p. 230d Ἰλισσὸν καὶ τὸν ἄγνον ἐκεῖνον καὶ τὴν ἠρέμα προσάντη πόαν πεφυκυῖαν προθυμότερον ἢ κάλλιον ἐπιγράφεσθαι, ΑΥΤΟΒΟΥΛΟΣ. τί δὲ δεῖται τοιούτων, ὦ ἄριστε Φλαουιανέ, προοιμίων ἡ διήγησις; εὐθὺς ἡ πρόφασις, ἐξ ἧς ὡρμήθησαν οἱ λόγοι, χορὸν αἰτεῖ τῷ πάθει καὶ σκηνῆς δεῖται, τὰ τʼ ἄλλα δράματος οὐδὲν ἐλλείπει· μόνον εὐχώμεθα τῇ μητρὶ τῶν Μουσῶν ἵλεων ἵλεων *: ἵλεω παρεῖναι καὶ συνανασῴζειν τὸν μῦθον. ΑΥΤΟΒΟΥΛΟΣ. ὁ γὰρ πατήρ, ἐπεὶ πάλαι, πρὶν ἡμᾶς γενέσθαι, τὴν μητέρα νεωστὶ κεκομισμένος ἐκ τῆς γενομένης τοῖς γονεῦσιν αὐτῶν διαφορᾶς καὶ στάσεως ἀφίκετο τῷ Ἔρωτι θύσων, ἐπὶ τὴν ἑορτὴν ἦγε τὴν μητέρα· καὶ γὰρ ἦν ἐκείνης ἡ εὐχὴ καὶ θυσία. τῶν δὲ φίλων οἴκοθεν μὲν αὐτῷ παρῆσαν οἱ συνήθεις, ἐν δὲ Θεσπιαῖς εὗρε Δαφναῖον τὸν Ἀρχιδάμου καὶ Λύσανδρον καὶ Λύσανδρον (sed nomen patris desideratur) Λυσάνδρας Λυσάνδρας Masvigius: καὶ λύσανδρον cf. p. 752d. 762f ἐρῶντα τῆς Σίμωνος μάλιστα τῶν μνωμένων αὐτὴν εὐημεροῦντα, Σώκλαρον ἐκ Τιθόρας ἥκοντα τὸν Ἀριστίωνος δὲ καὶ Πρωτογένης ὁ Ταρσεὺς καὶ Ζεύξιππος ὁ Λακεδαιμόνιος, ξένοι· Βοιωτῶν δʼ ὁ πατὴρ ἔφη γνωρίμων τοὺς πλείστους παρεῖναι. δύο μὲν ἢ τρεῖς ἡμέρας κατὰ πόλιν, ὡς ἔοικεν, ἡσυχῆ πως φιλοσοφοῦντες ἐν ταῖς παλαίστραις καὶ διὰ τῶν θεάτρων ἀλλήλοις συνῆσαν καὶ διὰ τῶν θεάτρων ἀλλήλοις συνῆσαν ] recte habent · ἔπειτα φεύγοντες ἀργαλέον ἀγῶνα κιθαρῳδῶν, ἐντεύξεσι καὶ σπουδαῖς προειλημμένον, ἀνέζευξαν οἱ πλείους ὥσπερ ἐκ πολεμίας εἰς τὸν Ἑλικῶνα καὶ κατηυλίσαντο παρὰ ταῖς Μούσαις. ἕωθεν οὖν ἀφίκετο ἀφίκοντο M πρὸς αὐτοὺς Ἀνθεμίων καὶ Πεισίας ἄνδρες ἔνδοξοι, Βάκχωνι δὲ τῷ καλῷ λεγομένῳ προσήκοντες καὶ τρόπον τινὰ διʼ εὔνοιαν ἀμφότεροι τὴν ἐκείνου διαφερόμενοι πρὸς ἀλλήλους ἦν γὰρ ἐν Θεσπιαῖς Ἰσμηνοδώρα γυνὴ πλούτῳ καὶ γένει λαμπρὰ καὶ νὴ Δία τὸν ἄλλον εὔτακτος βίον. ἐχήρευσε *: ἐχήρωσε γὰρ οὐκ ὀλίγον χρόνον ἄνευ ψόγου, καίπερ οὖσα νέα καὶ ἱκανὴ τὸ εἶδος. τῷ δὲ Βάκχωνι φίλης ὄντι καὶ συνήθους γυναικὸς υἱῷ πράττουσα γάμον κόρης κατὰ γένος προσηκούσης ἐκ τοῦ συμπαρεῖναι καὶ διαλέγεσθαι πολλάκις ἔπαθε ἔπαθέ τι W πρὸς τὸ μειράκιον αὐτή· καὶ λόγους φιλανθρώπους ἀκούουσα καὶ λέγουσα περὶ αὐτοῦ καὶ πλῆθος ὁρῶσα γενναίων ἐραστῶν εἰς τὸ ἐρᾶν προήχθη καὶ διενοεῖτο μηδὲν ποιεῖν ἀγεννές, ἀλλὰ γημαμένη φανερῶς συγκαταζῆν τῷ Βάκχωνι. παραδόξου δὲ τοῦ πράγματος αὐτοῦ αὐτοῦ ] αὐτοῖς R φανέντος, ἥ γε γε *: τε μήτηρ ὑφεωρᾶτο τὸ βάρος τοῦ οἴκου καὶ τὸν ὄγκον ὡς οὐ κατὰ τὸν ἐραστήν· τινὲς δὲ καὶ συγκυνηγοὶ τῷ μὴ καθʼ ἡλικίαν τῆς Ἰσμηνοδώρας δεδιττόμενοι τὸν Βάκχωνα καὶ σκώπτοντες ἐργωδέστεροι τῶν ἀπὸ σπουδῆς ἐνισταμένων ἦσαν ἀνταγωνισταὶ πρὸς τὸν γάμον. ᾐδεῖτο γὰρ ἔφηβος ἔπʼ ὢν χήρᾳ συνοικεῖν· οὐ μὴν ἀλλὰ τοὺς ἄλλους ἐάσας παρεχώρησε τῷ Πεισίᾳ καὶ τῷ Ἀνθεμίωνι βουλεύσασθαι τὸ συμφέρον, ὧν ὁ μὲν ἀνεψιὸς αὐτοῦ ἦν ἦν αὐτοῦ an delendum αὐτοῦ ? πρεσβύτερος ib. πρεσβύτατος R , ὁ δὲ Πεισίας αὐστηρότατος τῶν ἐραστῶν· διὸ καὶ πρὸς τὸν γάμον ἀντέπραττε καὶ καθήπτετο τοῦ Ἀνθεμίωνος ὡς προϊεμένου τῇ Ἰσμηνοδώρᾳ τὸ μειράκιον· ὁ δʼ ἐκεῖνον οὐκ ὀρθῶς ἔλεγε ποιεῖν, ἀλλὰ τἄλλα *: τὰ ἄλλα χρηστὸν ὄντα μιμεῖσθαι τοὺς φαύλους ἐραστὰς οἴκου καὶ γάμου καὶ πραγμάτων μεγάλων ἀποστεροῦντα τὸν φίλον, ὅπως ἄθικτος αὐτῷ αὐτῷ Leonicus: αὐτῶν καὶ νεαρὸς ἀποδύοιτο πλεῖστον χρόνον ἐν ταῖς παλαίστραις. ΑΥΤΟΒΟΥΛΟΣ. ἵνʼ οὖν μὴ παροξύνοντες ἀλλήλους κατὰ μικρὸν εἰς ὀργὴν προαγάγοιεν, ὥσπερ διαιτητὰς ἑλόμενοι καὶ βραβευτὰς τὸν πατέρα καὶ τοὺς σὺν αὐτῷ παρεγένοντο· καὶ τῶν ἄλλων φίλων οἷον ἐκ παρασκευῆς τῷ μὲν ὁ Δαφναῖος παρῆν τῷ δʼ ὁ Πρωτογένης ἀλλʼ οὗτος μὲν ἀνέδην ἔλεγε κακῶς τὴν Ἰσμηνοδώραν· ὁ δὲ Δαφναῖος ὦ Ἡράκλεις ἔφη τί οὐκ ἄν τις προσδοκήσειεν, εἰ καὶ Πρωτογένης ἔρωτι πολεμήσων πάρεστιν ᾧ καὶ παιδιὰ X: παιδεία πᾶσα καὶ σπουδὴ περὶ Ἔρωτα καὶ διʼ Ἔρωτος καὶ δι’ Ἐρωτα conieci in Symb. , λήθη μὲν μὲν ] δὲ BE λόγων λήθη δὲ πάτρας, Nauck. p. 632 οὐχ ὡς τῷ Λαΐῳ πέντε μόνον ἡμερῶν fort. ἡμερῶν ὁδὸν ἀπέχοντι τῆς πατρίδος; βραδὺς γὰρ ὁ ἐκείνου Turnebus: ἐκείνων καὶ χερσαῖος Ἔρως, ὁ δὲ σὸς ἐκ Κιλικίας Ἀθήναζε λαιψηρὰ κυκλώσας πτερὰ cf. p. 507a διαπόντιος πέτεται πέτεται Athenaeus p. 165a: πέταται , τοὺς καλοὺς ἐφορῶν καὶ συμπλανώμενος. ἀμέλει γὰρ ἐξ ἀρχῆς ἐγεγόνει τοιαύτη τις αἰτία τῷ Πρωτογένει τῆς ἀποδημίας. ΑΥΤΟΒΟΥΛΟΣ. γενομένου δὲ γέλωτος, ὁ Πρωτογένης ἐγὼ δέ σοι δοκῶ εἶπεν ἔρωτι νῦν πολεμεῖν, οὐχ ὑπὲρ Ἔρωτος διαμάχεσθαι πρὸς ἀκολασίαν καὶ ὕβριν αἰσχίστοις πράγμασι καὶ πάθεσιν εἰς τὰ κάλλιστα καὶ σεμνότατα τῶν ὀνομάτων εἰσβιαζομένην καὶ ὁ Δαφναῖος αἴσχιστα δὲ καλεῖς ἔφη γάμον καὶ σύνοδον ἀνδρὸς καὶ γυναικός, ἧς οὐ γέγονεν οὐδʼ ἔστιν ἱερωτέρα κατάζευξις; ἀλλὰ ταῦτα μέν εἶπεν ὁ Πρωτογένης ἀναγκαῖα πρὸς γένεσιν ὄντα σεμνύνουσιν οὐ φαύλως οἱ νομοθέται καὶ κατευλογοῦσι πρὸς τοὺς πολλούς· ἀληθινοῦ δʼ Ἔρωτος οὐδʼ ὁτιοῦν τῇ γυναικωνίτιδι γυναιξί τι Herwerdenus μέτεστιν, οὐδʼ ἐρᾶν ὑμᾶς ἔγωγέ φημι τοὺς γυναιξὶ προσπεπονθότας ἢ παρθένοις, ὥσπερ οὐδὲ μυῖαι R: μυῖα γάλακτος οὐδὲ μέλιτται κηρίων ἐρῶσιν, οὐδὲ σιτευταὶ καὶ μάγειροι φίλα φρονοῦσι φίλα φρονοῦσι *: φιλοφρονοῦσι πιαίνοντες ὑπὸ σκότῳ μόσχους καὶ ὄρνιθας. ἀλλʼ ὥσπερ ἐπὶ σιτίον ἄγει καὶ ὄψον ἡ φύσις μετρίως καὶ ἱκανῶς τὴν ὄρεξιν, ἡ δʼ ὑπερβολὴ πάθος ἐνεργασαμένη λαιμαργία τις ἢ φιλοψία X: φιλοψυχία καλεῖται· οὕτως ἔνεστι τῇ φύσει τὸ δεῖσθαι τῆς ἀπʼ ἀλλήλων ἡδονῆς γυναῖκας καὶ ἄνδρας, τὴν δʼ ἐπὶ τοῦτο κινοῦσαν ὁρμὴν σφοδρότητι καὶ ῥώμῃ ῥύμῃ R, sed cf. p. 441d γενομένην πολλὴν καὶ δυσκάθεκτον οὐ προσηκόντως Ἔρωτα καλοῦσιν. ἔρως γὰρ εὐφυοῦς καὶ νέας ψυχῆς cf. Plat. Symp . p. 218a ἁψάμενος εἰς ἀρετὴν διὰ φιλίας τελευτᾷ· ταῖς δὲ πρὸς γυναῖκας ἐπιθυμίαις ταύταις, ἂν ἄριστα πέσωσιν, ἡδονὴν περίεστι καρποῦσθαι καὶ ἀπόλαυσιν ὥρας καὶ σώματος, ὡς ἐμαρτύρησεν Ἀρίστιππος Ἀρίστιππος ] cf. Mullach. 2 p. 408 qui hoc testimonio omisso multa alia congessit , τῷ κατηγοροῦντι Λαΐδος πρὸς αὐτὸν ὡς οὐ φιλούσης ἀποκρινάμενος, ὅτι καὶ τὸν οἶνον οἴεται καὶ τὸν ἰχθῦν μὴ φιλεῖν αὐτόν, ἀλλʼ ἡδέως ἑκατέρῳ χρῆται· τέλος γὰρ ἐπιθυμίας ἡδονὴ καὶ ἀπόλαυσις. ἔρως δὲ προσδοκίαν φιλίας ἀποβαλὼν οὐκ ἐθέλει παραμένειν οὐδὲ θεραπεύειν ἐφʼ ὥρᾳ τὸ λυποῦν λυποῦν ] ἀνθοῦν R. λοιπὸν Winckelmannus. αὐχοῦν ? καὶ ἀκμάζον, εἰ καρπὸν ἤθους οἰκεῖον εἰς φιλίαν καὶ ἀρετὴν οὐκ ἀποδίδωσιν. ἀκούεις δέ τινος τραγικοῦ γαμέτου λέγοντος πρὸς τὴν γυναῖκα μισεῖς; ἐγὼ δὲ ῥᾳδίως μισήσομαι, Nauck. p. 916 πρὸς κέρδος ἕλκων τὴν ἐμὴν ἀτιμίαν. τούτου γὰρ οὐδέν ἐστιν ἐρωτικώτερος ἐρωτικώτερον BE ὁ μὴ διὰ κέρδος ἀλλʼ ἀφροδισίων ἕνεκα καὶ συνουσίας ὑπομένων γυναῖκα μοχθηρὰν καὶ ἄστοργον ὥσπερ Στρατοκλεῖ τῷ ῥήτορι Φιλιππίδης ὁ κωμικὸς ἐπεγγελῶν ἐποίησεν ἀποστρεφομένης τὴν κορυφὴν φιλεῖς μόλις Kock. 3 p. 310 εἰ δʼ οὖν καὶ τοῦτο τὸ πάθος δεῖ καλεῖν Ἔρωτα, θῆλυν θῆλυν δεῖ καλεῖν R. Malim καλῶμεν Ἐρωτα θῆλυν καὶ νόθον ὥσπερ εἰς Κυνόσαργες συντελοῦντα τὴν γυναικωνῖτιν· μᾶλλον δʼ ὥσπερ ἀετὸν τινα λέγουσι γνήσιον καὶ ὀρεινόν ὄρειον Herwerdenus , ὃν Ὅμηρος Ὁμηρος ] Φ 252 μέλανα καὶ θηρευτήν προσεῖπεν ἄλλα δὲ γένη νόθων ἐστὶν ἰχθῦς περὶ ἕλη καὶ ὄρνιθας ἀργοὺς λαμβανόντων, ἀπορούμενοι δὲ πολλάκις ἀναφθέγγονταί τι λιμῶδες καὶ ὀδυρτικόν· οὕτως εἷς Ἔρως ὁ γνήσιος ὁ παιδικός ἐστιν, οὐ πόθῳ στίλβων, ὡς ἔφη τὸν παρθένιον Ἀνακρέων Ἀνακρέων ] Bergk. 3 p. 258 , οὐδὲ μύρων ἀνάπλεως καὶ γεγανωμένος, ἀλλὰ λιτὸν αὐτὸν ὄψει καὶ ἄθρυπτον ἐν σχολαῖς φιλοσόφοις ἤ που περὶ γυμνάσια καὶ παλαίστρας περὶ θήραν νέων ὀξὺ μάλα καὶ γενναῖον ἐγκελευόμενον πρὸς ἀρετὴν τοῖς ἀξίοις ἐπιμελείας. τὸν δʼ ὑγρὸν τοῦτον καὶ οἰκουρὸν ἐν κόλποις διατρίβοντα καὶ κλινιδίοις γυναικῶν ἀεὶ διώκοντα τὰ μαλθακὰ καὶ θρυπτόμενον ἡδοναῖς ἀνάνδροις καὶ ἀφίλοις καὶ ἀνενθουσιάστοις καταβάλλειν ἄξιον, ὡς καὶ Σόλων κατέβαλε· δούλοις μὲν γὰρ ἐρᾶν ἀρρένων παίδων ὠν ἀπεῖπε καὶ ξηραλοιφεῖν, χρῆσθαι δὲ συνουσίαις γυναικῶν οὐκ ἐκώλυσε· καλὸν γὰρ ἡ φιλία καὶ ἀστεῖον, ἡ δʼ ἡδονὴ κοινὸν κἀνελεύθερον *: καὶ ἀνελεύθερον ib. δοῦλον BE . ὅθεν οὐ δούλων ἐρᾶν παίδων ἐλευθέριόν ἐστιν οὐδʼ ἀστεῖον οὐ συνουσίας οὐ συνουσίας Leonicus: οὐσία γὰρ οὗτος ὁ ἔρως, καθάπερ τῶν τῶν ] ὁ τῶν W γυναικῶν. ΑΥΤΟΒΟΥΛΟΣ. ἔτι δὲ πλείονα λέγειν προθυμουμένου τοῦ Πρωτογένους, ἀντικρούσας ὁ Δαφναῖος εὖ γε νὴ Δίʼ ἔφη τοῦ Σόλωνος ἐμνήσθης; καὶ χρηστέον αὐτῷ γνώμονι τοῦ ἐρωτικοῦ ἀνδρός, ἔσθʼ ἔσθʼ ] ὅς θʼ R ἥβης ἐρατοῖσιν ἐπʼ ἄνθεσι παιδοφιλήσῃ Bergk. 2 p. 50 μηρῶν ἱμείρων ἱμείρων ] om. BE καὶ γλυκεροῦ στόματος. πρόσλαβε δὲ τῷ Σόλωνι καὶ τὸν Αἰσχύλον λέγοντα σέβας δὲ μηρῶν ἁγνὸν ἀγνὸν ] accessit ex Athen. p. 602e οὐκ ἐπῃδέσω οὐκ ἐπῃδέσω idem: οὐ κατηδέσω , Nauck. p. 44 ὦ δυσχάριστε τῶν πυκνῶν πυκνῶν idem: πικρῶν φιλημάτων ἕτεροι μὲν γὰρ καταγελῶσιν αὐτῶν, εἰ καθάπερ θύτας καὶ μάντεις εἰς τὰ μηρία καὶ τὴν ὀσφὺν ἀποβλέπειν τοὺς ἐραστὰς κελεύουσιν ἐγὼ δὲ παμμέγεθες τοῦτο ποιοῦμαι σημεῖον ὑπὲρ τῶν γυναικῶν εἰ γὰρ ἡ παρὰ φύσιν ὁμιλία πρὸς ἄρρενας οὐκ ἀναιρεῖ τὴν ἐρωτικὴν εὔνοιαν οὐδὲ βλάπτει, πολὺ μᾶλλον εἰκός ἐστι τὸν τὸν M: τῶν γυναικῶν ἢ ἢ ] ἢ τὸν Herwerdenus ἀνδρῶν ἔρωτα τῇ φύσει χρώμενον εἰς φιλίαν διὰ χάριτος ἐξικνεῖσθαι. χάρις γὰρ οὖν, ὦ Πρωτόγενες, ἡ τοῦ θήλεος ὕπειξις τῷ ἄρρενι κέκληται πρὸς τῶν παλαιῶν· ὡς καὶ Πίνδαρος Πίνδαρος ] Pyth . 2, 42 ἔφη τὸν Ἥφαιστον ἄνευ χαρίτων ἐκ τῆς Ἥρας γενέσθαι καὶ τὴν οὔπω γάμων ἔχουσαν ὥραν ἡ Σαπφὼ προσαγορεύουσά φησιν, ὅτι σμίκρα μοι em. Bergkius (3 p. 101): σμικρά μοι παῖ ἔμμεναι φαίνεαι πάις ἔμμεν ἐφαίνεο κἄχαρις. ὁ δʼ Ἡρακλῆς ὑπό τινος ἐρωτᾶται, βίᾳ δʼ ἔπραξας δ’ ἔπραξας R: δὲ πράξας χάριτας ἢ πείσας κόρην;. Nauck. p. 916 ἡ δʼ ἀπὸ τῶν ἀρρένων ἀκόντων μὲν μετὰ μὲν μετὰ R: μετὰ βίας γενομένη γενομένη idem: λεγομένη καὶ λεηλασίας, ἂν δʼ ἑκουσίως, σὺν μαλακίᾳ καὶ θηλύτητι, βαίνεσθαι κατὰ Πλάτωνα Πλάτωνα ] Phaedr . p. 250e νόμῳ τετράποδος καὶ παιδοσπορεῖσθαι παρὰ φύσιν ἐνδιδόντων, ἄχαρις χάρις χάρις add. Winckelmannus sed ante ἄχαρις παντάπασι καὶ ἀσχήμων καὶ ἀναφρόδιτος. ὅθεν, οἶμαι, καὶ ὁ Σόλων ἐκεῖνα μὲν ἔγραψε νέος ὢν ἔτι καὶ σπέρματος πολλοῦ μεστός ὡς ὁ Πλάτων Πλάτων ] de Legg. p. 839b φησί· ταυτὶ δὲ πρεσβύτης γενόμενος ἔργα δὲ Κυπρογενοῦς νῦν μοι φίλα καὶ Διονύσου cf. Bergk. 2 p. 50 καὶ Μουσέων, ἃ τίθησʼ τίθησιν BE ἀνδράσιν εὐφροσύνας· ὥσπερ ἐκ ζάλης καὶ χειμῶνος καὶ τῶν παιδικῶν καὶ τῶν παιδικῶν ] i. e. οὕτω καὶ ἐκ τῶν παιδικῶν cf. Plat. Rep. p. 497d ἐρώτων ἔν τινι γαλήνῃ τῇ περὶ γάμον καὶ φιλοσοφίαν θέμενος τὸν βίον. εἰ μὲν οὖν τἀληθὲς τἀληθὲς *: τὸ ἀληθὲς σκοποῦμεν, ὦ Πρωτόγενες ἓν καὶ ταὐτόν ἐστι πρὸς παῖδας καὶ γυναῖκας πάθος τὸ τῶν Ἐρώτων εἰ δὲ βούλοιο φιλονεικῶν διαιρεῖν, οὐ μέτριʼ ἂν μέτρι’ ἂν *: μέτρια δόξειε ποιεῖν ὁ παιδικὸς οὗτος, ἀλλʼ ὥσπερ ὀψὲ γεγονὼς καὶ παρʼ ὥραν τῷ βίῳ νόθος καὶ σκότιος ἐξελαύνειν em. M: ἐελαύνει τὸν γνήσιον Ἔρωτα καὶ πρεσβύτερον. ἐχθὲς γάρ, ὦ ἑταῖρε, καὶ πρῴην μετὰ τὰς ἀποδύσεις καὶ ἀπογυμνώσεις τῶν νέων παραδὺς παραδοὺς BE εἰς τὰ γυμνάσια καὶ προσανατριβόμενος ἡσυχῆ καὶ προσεμβαλών προσεγκαλῶν iidem, unde fort. προσαικάλλων , εἶτα κατὰ μικρὸν ἐν ταῖς παλαίστραις πτεροφυήσας οὐκέτι καθεκτὸς ἐστιν, ἀλλὰ λοιδορεῖ καὶ προπηλακίζει τὸν γαμήλιον ἐκεῖνον καὶ συνεργὸν ἀθανασίας τῷ θνητῷ γένει, σβεννυμένην ἡμῶν τὴν φύσιν εὐθὺς εὐθὺς ] αὖθις R ἐξανάπτοντα διὰ τῶν γενέσεων. οὗτος; δʼ ἀρνεῖται τὴν ἡδονήν· αἰσχύνεται γὰρ καὶ φοβεῖται. δεῖ δέ τινος εὐπρεπείας ἁπτομένῳ καλῶν καὶ ὡραίων· πρόφασις οὖν φιλία καὶ ἀρετή. κονίεται δὲ καὶ ψυχρολουτεῖ καὶ τὰς ὀφρῦς αἴρει καὶ φιλοσοφεῖν φησι καὶ σωφρονεῖν ἔξω διὰ τὸν νόμον· εἶτα νύκτωρ καὶ καθʼ ἡσυχίαν γλυκεῖʼ γλυκεῖα libri ὀπώρα φύλακος ἐκλελοιπότος. Nauck. p. 916. Kock. 3 p. 614 εἰ δʼ, ὥς φησι Πρωτογένης, οὐκ ἔστιν ἀφροδισίων παιδικῶν κοινωνία ἀκοινωνία iidem , πῶς Ἔρως ἔστιν Ἀφροδίτης μὴ παρούσης, ἣν εἴληχε θεραπεύειν ἐκ θεῶν καὶ περιέπειν, τιμῆς τε μετέχειν καὶ δυνάμεως ὅσον ἐκείνη δίδωσιν; εἰ δʼ ἔστι τις Ἔρως χωρὶς Ἀφροδίτης, ὥσπερ μέθη χωρὶς οἴνου πρὸς σύκινον προσίκυνον BE πῶμα ib. *: πόμα καὶ κρίθινον, ἄκαρπον αὐτοῦ καὶ ἀτελὲς τὸ ταρακτικὸν ἐστι καὶ πλήσμιον καὶ ἁψίκορον.