καὶ ὁ Κράτων ἀνακραγών εὖ γʼ εἶπε νὴ τὸν Διόνυσον ἐξώμνυτο τὸν λόγον, εἰ τοιαύτας ἔμελλε περαίνειν περιόδους, αἷς ἔμελλε Χαρίτων ἀνάστατον γενήσεσθαι συμπόσιον τὸ συμπόσιον ? . οὐχ ὅμοιον δʼ οἶμαι ῥητορικὸν ἐξαιρεῖν ἐξαιρεῖν Emperius: ἐξαίρειν συμποσίου λόγον καὶ φιλόσοφον· ἀλλʼ ἕτερόν ἐστι τὸ φιλοσοφίας, ἐστί τι τὸ τῆς φιλοσοφίας R ἣν τέχνην περὶ βίον οὖσαν οὔτε τινὸς παιδιᾶς οὔτε τινὸς ἡδονῆς διαγωγὴν ἐχούσης ἀποστατεῖν εἰκὸς ἀλλὰ πᾶσι παρεῖναι τὸ μέτρον καὶ τὸν καιρὸν ἐπιφέρουσαν· ἐπιφαίνουσαν Doehnerus ἢ μηδὲ σωφροσύνην μηδὲ δικαιοσύνην οἰώμεθα δεῖν εἰς τοὺς πότους δέχεσθαι, κατειρωνευόμενοι τὸ σεμνὸν αὐτῶν. εἰ μὲν οὖν, ὥσπερ οἱ τὸν Ὀρέστην ἑστιῶντες, ἐν Θεσμοθετείῳ θεσμοθετείῳ Turnebus: θεσμοθετίῳ σιωπῇ τρώγειν καὶ πίνειν ἐμέλλομεν, ἦν τι τοῦτο τῆς ἀμαθίας οὐκ ἀτυχὲς ἀτυχὲς X: εὐτυχὲς παραμύθιον· εἰ δὲ πάντων μὲν ὁ Διόνυσος Λύσιός ἐστι καὶ Λυαῖος Λυαῖος R: λύδιος , μάλιστα δὲ τῆς γλώττης ἀφαιρεῖται τὰ χαλινὰ καὶ πλείστην ἐλευθερίαν τῇ φωνῇ δίδωσιν emendavit S: πλεονάζον τὸ ἄκαιρον , ἀβέλτερον οἶμαι καὶ ἀνόητον ἐν λόγοις πλεονάζοντα καιρὸν ἀποστερεῖν τῶν ἀρίστων λόγων, καὶ ζητεῖν μὲν ἐν ταῖς διατριβαῖς περὶ συμποτικῶν καθηκόντων καὶ τίς ἀρετὴ συμπότου καὶ πῶς οἴνῳ χρηστέον, ἐξ αὐτῶν δὲ τῶν συμποσίων ἀναιρεῖν φιλοσοφίαν ὡς ἔργῳ βεβαιοῦν ἃ διδάσκει λόγῳ μὴ δυναμένην.