<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg111.perseus-grc2" type="edition" xml:lang="grc"><div n="9" subtype="section" type="textpart"><p rend="indent">ὅτι μὲν γὰρ ἐξ ὀρθῶν ἐπιλογισμῶν εἰς εὐσταθῆ <milestone n="15" unit="tlnum"/> διάθεσιν τελευτώντων ἢρτηται τὸ μακάριον, αἱ δʼ ἀπὸ τῆς τύχης τροπαὶ μεγάλας ἀποκλίσεις οὐ ποιοῦσιν οὐδʼ ἐπιφέρουσι συγχυτικὰς <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">συγχυτικὰς</foreign> R: <foreign xml:lang="grc">συντυχικὰς</foreign> </note> ὀλισθήσεις τοῦ βίου, πολλάκις ἀκήκοας. εἰ δὲ δεῖ καὶ ἡμᾶς, καθάπερ οἱ πολλοί, τοῖς ἔξωθεν κυβερνᾶσθαι πράγμασι <milestone n="20" unit="tlnum"/> καὶ τὰ παρὰ τῆς τύχης ἀπαριθμεῖν καὶ κριταῖς χρῆσθαι πρὸς εὐδαιμονίαν τοῖς ἐπιτυχοῦσιν ἀνθρώποις, μὴ σκόπει τὰ νῦν δάκρυα καὶ τὰς ἐπιθρηνήσεις τῶν <milestone n="611b" unit="stephpage" xml:id="stephpage-611b"/> εἰσιόντων, ἔθει τινὶ φαύλῳ περαινομένας πρὸς ἕκαστον, ἀλλʼ ἐννόει μᾶλλον ὡς ζηλουμένη διατελεῖς; <milestone n="25" unit="tlnum"/> ὑπὸ τούτων ἐπὶ τέκνοις καὶ οἴκῳ καὶ βίῳ. καὶ δεινόν ἐστιν ἑτέρους μὲν ἡδέως ἂν ἑλέσθαι τὴν σὴν τύχην καὶ τούτου προσόντος ἐφʼ ᾧ νῦν ἀνιώμεθα, <pb xml:id="v.3.p.583"/> σὲ δʼ ἐγκαλεῖν καὶ δυσφορεῖν παρούσης, καὶ μηδʼ ἀπʼ αὐτοῦ τοῦ δάκνοντος αἰσθάνεσθαι πηλίκας ἔχει τὰ σῳζόμενα χάριτας ἡμῖν· ἀλλʼ ὥσπερ οἱ τοὺς ἀκεφάλους καὶ μειούρους Ὁμήρου στίχους ἐκλέγοντες <milestone n="5" unit="tlnum"/> τὰ δὲ πολλὰ καὶ μεγάλα τῶν πεποιημένων ὑπέρευ παρορῶντες, οὕτως ἐξακριβοῦν καὶ συκοφαντεῖν τοῦ βίου τὰ φαῦλα, τοῖς δὲ χρηστοῖς ἀνάρθρως καὶ συγκεχυμένως <milestone n="611c" unit="stephpage" xml:id="stephpage-611c"/> ἐπιβάλλουσαν ὅμοιόν τι τοῖς ἀνελευθέροις καὶ φιλαργύροις πάσχειν, οἳ πολλὰ συνάγοντες <milestone n="10" unit="tlnum"/> οὐ χρῶνται παροῦσιν ἀλλὰ θρηνοῦσι καὶ δυσφοροῦσιν ἀπολομένων. εἰ δʼ ἐκείνης ἔχεις οἶκτον ἀγάμου καὶ ἄπαιδος οἰχομένης, αὖθις ἔχεις ἐπʼ ἄλλοις ἡδίω σεαυτὴν ποιεῖν, μηδενὸς τούτων ἀτελῆ μηδʼ ἄμοιρον γενομένην <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀτελοῦς μηδ’ ἀμοίρου γενομένης</foreign> W</note> οὐ γάρ· ἐστι ταῦτα μεγάλα μὲν τοῖς <milestone n="15" unit="tlnum"/> στερομένοις ἀγαθὰ μικρὰ δὲ τοῖς ἔχουσιν. ἐκείνη δʼ εἰς τὸ ἄλυπον ἥκουσα λυπεῖν ἡμᾶς οὐ δεῖται· τί γὰρ ἡμῖν ἀπʼ ἐκείνης κακόν, εἰ μηδὲν ἐκείνῃ νῦν <milestone n="611d" unit="stephpage" xml:id="stephpage-611d"/> ἐστι λυπηρόν; καὶ γὰρ αἱ τῶν μεγάλων στερήσεις ἀποβάλλουσι τὸ λυποῦν εἰς τὸ μὴ δεῖσθαι περιγενόμεναι. <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">περιγενόμεναι</foreign> R: <foreign xml:lang="grc">παραγενόμεναι</foreign> </note> <milestone n="20" unit="tlnum"/>Τιμοξένα δʼ ἡ σὴ μικρῶν μὲν ἐστέρηται, μικρὰ γὰρ ἔγνω καὶ μικροῖς ἔχαιρε· ὧν δʼ οὔτʼ αἴσθησιν ἔσχεν οὔτʼ ἔλαβεν ἐπίνοιαν, <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὔτ’ εἰς ἐπίνοιαν ἦλθεν οὔτ’ ἔλαβεν ἐπίνοιαν</foreign>. cf. p. 608 d</note> πῶς ἂν στέρεσθαι λέγοιτο; </p></div></div></body></text></TEI>