καὶ μήν, ὅ γε μέγιστον ἐν τούτῳ καὶ φοβερώτατόν ἐστιν, οὐκ ἂν φοβηθείην κακῶν γυναικῶν εἰσόδους κακῶν γυναικῶν εἰσοδους ] cf. Eur. Andr. 930 καὶ φωνὰς καὶ συνεπιθρηνήσεις, αἳ ἐκτρίβουσι καὶ παραθήγουσι τὴν. λύπην, οὔθʼ ὑπʼ ἄλλων οὔτʼ αὐτὴν ἐφʼ ἑαυτῆς ἐῶσαι μαρανθῆναι. γιγνώσκω γὰρ ποίους ἔναγχος ἀγῶνας ἠγωνίσω, τῇ Θέωνος ἀδελφῇ βοηθοῦσα καὶ μαχομένη ταῖς μετʼ ὀλοφυρμῶν καὶ ἀλαλαγμῶν ἔξωθεν ἐπιούσαις, ὥσπερ ἀτεχνῶς πῦρ ἐπὶ πῦρ φερούσαις. τὰς μὲν γὰρ οἰκίας τῶν φίλων ὅταν καομένας ἴδωσι σβεννύουσιν ὡς ἔχει τάχους ἕκαστος ἢ δυνάμεως, ταῖς δὲ ψυχαῖς φλεγομέναις αὐτοὶ ταῖς δὲ ψυχαῖς φλεγομέναις αὐτοὶ R: τὰς δὲ ψυχὰς φλεγομένας αὐτοῖς προσφέρουσιν ὑπεκκαύματα. καὶ τῷ μὲν ὀφθαλμιῶντι τὰς χεῖρας οὐκ ἐῶσι προσάγειν τὸν βουλόμενον οὐδʼ ἅπτονται τοῦ φλεγμαίνοντος· ὁ δὲ πενθῶν κάθηται παντὶ τῷ προστυχόντι παρέχων ὥσπερ ῥεῦμα ῥεῦμα ] τραῦμα Kaltwasserus κινεῖν καὶ διαγριαίνειν τὸ πάθος, ἐκ μικροῦ τοῦ γαργαλίζοντος καὶ κινοῦντος εἰς πολλὴν καὶ δυσχερῆ κάκωσιν ἀναξαινόμενον. ἀναξαινόμενον R: ἀναξηραινομενον ταῦτα μὲν οὖν οἶδʼ ὅτι φυλάξῃ.