<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg111.perseus-grc2" type="edition" xml:lang="grc"><div n="6" subtype="section" type="textpart"><p rend="indent"> τὰς δὲ πολλὰς ὁρῶμεν μητέρας, ὅταν ὑπʼ <milestone n="10" unit="tlnum"/> ἄλλων τὰ παιδία καθαρθῇ καὶ γανωθῇ, καθάπερ παίγνια λαμβανούσας εἰς χεῖρας, εἶτʼ ἀποθανόντων ἐκχεομένας εἰς κενὸν καὶ ἀχάριστον πένθος, οὐχ ὑπʼ εὐνοίας ʽ εὐλόγιστον γὰρ εὔνοια καὶ καλόν̓· ἀλλὰ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀλλὰ</foreign>] <foreign xml:lang="grc">ἀλλ’ ὅτι</foreign>?</note> μικρῷ τῷ φυσικῷ πάθει πολὺ συγκεραννύμενον τὸ <milestone n="15" unit="tlnum"/> <milestone n="609f" unit="stephpage" xml:id="stephpage-609f"/> πρὸς κενὴν δόξαν ἄγρια ποιεῖ καὶ μανικὰ καὶ δυσεξίλαστα τὰ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τὰ</foreign> R</note> πένθη. καὶ τοῦτο φαίνεται μὴ λαθεῖν Αἴσωπον· ἔφη γὰρ οὗτος ὅτι, τοῦ Διὸς τὰς τιμὰς διανέμοντος τοῖς θεοῖς, ᾔτει καὶ τὸ πένθος. <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">cf. p. 112 a</note> ἔδωκεν οὖν αὐτῷ, παρὰ τοῖς αἱρουμένοις δὲ μόνοις καὶ θέλουσιν. <milestone n="20" unit="tlnum"/> ἐν ἀρχῇ μὲν οὖν οὕτω τοῦτο γιγνόμενόν ἐστιν· αὐτὸς γὰρ ἕκαστος εἰσάγει τὸ πένθος ἐφʼ ἑαυτόν. ὅταν δʼ ἱδρυθῇ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἰδρυθῇ</foreign> Duebnerus: <foreign xml:lang="grc">ἱδρυνθῇ</foreign> </note> χρόνῳ καὶ γένηται σύντροφον καὶ σύνοικον, οὐδὲ πάνυ βουλομένων ἀπαλλάττεται. διὸ δεῖ μάχεσθαι περὶ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">περὶ</foreign>] malim <foreign xml:lang="grc">παρὰ</foreign></note> θύρας αὐτῷ καὶ μὴ <milestone n="25" unit="tlnum"/> προσίεσθαι, φρουρὰν διʼ ἐσθῆτος ἢ κουρᾶς ἤ τινος <milestone n="610a" unit="stephpage" xml:id="stephpage-610a"/> ἄλλου τῶν τοιούτων, ἃ καθʼ ἡμέραν ἀπαντῶντα <pb xml:id="v.3.p.580"/> καὶ δυσωποῦντα μικρὰν καὶ στενὴν καὶ ἀνέξοδον καὶ ἀμείλικτον <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀμείλικτον</foreign>] <foreign xml:lang="grc">ἄμικτον</foreign> Doehnerus</note> καὶ ψοφοδεῆ ποιεῖ τὴν διάνοιαν, ὡς οὔτε γέλωτος αὐτῇ μετὸν οὔτε φωτὸς οὔτε φιλανθρώπου τραπέζης, τοιαῦτα περικειμένῃ καὶ μεταχειριζομένῃ <milestone n="5" unit="tlnum"/> διὰ τὸ πένθος. ἀμέλειαι δὲ σώματος ἕπονται τῷ κακῷ τούτῳ καὶ διαβολαὶ πρὸς ἄλειμμα καὶ λουτρὸν καὶ τὴν ἄλλην δίαιταν ὧν πᾶν τοὐναντίον ἔδει, τὴν ψυχὴν πονοῦσαν αὐτὴν βοηθεῖσθαι διὰ τοῦ σώματος ἐρρωμένου. πολὺ γὰρ ἀμβλύνεται καὶ χαλᾶται <milestone n="10" unit="tlnum"/> <milestone n="610b" unit="stephpage" xml:id="stephpage-610b"/> τοῦ λυποῦντος, ὥσπερ ἐν εὐδίᾳ κῦμα, τῇ γαλήνῃ τοῦ σώματος διαχεομένου. ἐὰν δʼ αὐχμὸς ἐγγένηται καὶ τραχύτης ἐκ φαύλης διαίτης, καὶ μηδὲν εὐμενὲς μηδὲ χρηστὸν ἀναπέμπῃ τὸ σῶμα τῇ ψυχῇ πλὴν ὀδύνας καὶ λύπας, ὥσπερ τινὰς πικρὰς καὶ δυσχερεῖς <milestone n="15" unit="tlnum"/> ἀναθυμιάσεις, οὐδὲ βουλομένοις ἔτι ῥᾳδίως ἀναλαβεῖν ἔστι. τοιαῦτα λαμβάνει πάθη τὴν ψυχὴν οὕτω κακωθεῖσαν. </p></div></div></body></text></TEI>