<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg111.perseus-grc2" type="edition" xml:lang="grc"><div n="6" subtype="section" type="textpart"><p rend="indent"> τὰς δὲ πολλὰς ὁρῶμεν μητέρας, ὅταν ὑπʼ <milestone n="10" unit="tlnum"/> ἄλλων τὰ παιδία καθαρθῇ καὶ γανωθῇ, καθάπερ παίγνια λαμβανούσας εἰς χεῖρας, εἶτʼ ἀποθανόντων ἐκχεομένας εἰς κενὸν καὶ ἀχάριστον πένθος, οὐχ ὑπʼ εὐνοίας ʽ εὐλόγιστον γὰρ εὔνοια καὶ καλόν̓· ἀλλὰ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀλλὰ</foreign>] <foreign xml:lang="grc">ἀλλ’ ὅτι</foreign>?</note> μικρῷ τῷ φυσικῷ πάθει πολὺ συγκεραννύμενον τὸ <milestone n="15" unit="tlnum"/> <milestone n="609f" unit="stephpage" xml:id="stephpage-609f"/> πρὸς κενὴν δόξαν ἄγρια ποιεῖ καὶ μανικὰ καὶ δυσεξίλαστα τὰ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τὰ</foreign> R</note> πένθη. καὶ τοῦτο φαίνεται μὴ λαθεῖν Αἴσωπον· ἔφη γὰρ οὗτος ὅτι, τοῦ Διὸς τὰς τιμὰς διανέμοντος τοῖς θεοῖς, ᾔτει καὶ τὸ πένθος. <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">cf. p. 112 a</note> ἔδωκεν οὖν αὐτῷ, παρὰ τοῖς αἱρουμένοις δὲ μόνοις καὶ θέλουσιν. <milestone n="20" unit="tlnum"/> ἐν ἀρχῇ μὲν οὖν οὕτω τοῦτο γιγνόμενόν ἐστιν· αὐτὸς γὰρ ἕκαστος εἰσάγει τὸ πένθος ἐφʼ ἑαυτόν. ὅταν δʼ ἱδρυθῇ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἰδρυθῇ</foreign> Duebnerus: <foreign xml:lang="grc">ἱδρυνθῇ</foreign> </note> χρόνῳ καὶ γένηται σύντροφον καὶ σύνοικον, οὐδὲ πάνυ βουλομένων ἀπαλλάττεται. διὸ δεῖ μάχεσθαι περὶ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">περὶ</foreign>] malim <foreign xml:lang="grc">παρὰ</foreign></note> θύρας αὐτῷ καὶ μὴ <milestone n="25" unit="tlnum"/> προσίεσθαι, φρουρὰν διʼ ἐσθῆτος ἢ κουρᾶς ἤ τινος <milestone n="610a" unit="stephpage" xml:id="stephpage-610a"/> ἄλλου τῶν τοιούτων, ἃ καθʼ ἡμέραν ἀπαντῶντα <pb xml:id="v.3.p.580"/> καὶ δυσωποῦντα μικρὰν καὶ στενὴν καὶ ἀνέξοδον καὶ ἀμείλικτον <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀμείλικτον</foreign>] <foreign xml:lang="grc">ἄμικτον</foreign> Doehnerus</note> καὶ ψοφοδεῆ ποιεῖ τὴν διάνοιαν, ὡς οὔτε γέλωτος αὐτῇ μετὸν οὔτε φωτὸς οὔτε φιλανθρώπου τραπέζης, τοιαῦτα περικειμένῃ καὶ μεταχειριζομένῃ <milestone n="5" unit="tlnum"/> διὰ τὸ πένθος. ἀμέλειαι δὲ σώματος ἕπονται τῷ κακῷ τούτῳ καὶ διαβολαὶ πρὸς ἄλειμμα καὶ λουτρὸν καὶ τὴν ἄλλην δίαιταν ὧν πᾶν τοὐναντίον ἔδει, τὴν ψυχὴν πονοῦσαν αὐτὴν βοηθεῖσθαι διὰ τοῦ σώματος ἐρρωμένου. πολὺ γὰρ ἀμβλύνεται καὶ χαλᾶται <milestone n="10" unit="tlnum"/> <milestone n="610b" unit="stephpage" xml:id="stephpage-610b"/> τοῦ λυποῦντος, ὥσπερ ἐν εὐδίᾳ κῦμα, τῇ γαλήνῃ τοῦ σώματος διαχεομένου. ἐὰν δʼ αὐχμὸς ἐγγένηται καὶ τραχύτης ἐκ φαύλης διαίτης, καὶ μηδὲν εὐμενὲς μηδὲ χρηστὸν ἀναπέμπῃ τὸ σῶμα τῇ ψυχῇ πλὴν ὀδύνας καὶ λύπας, ὥσπερ τινὰς πικρὰς καὶ δυσχερεῖς <milestone n="15" unit="tlnum"/> ἀναθυμιάσεις, οὐδὲ βουλομένοις ἔτι ῥᾳδίως ἀναλαβεῖν ἔστι. τοιαῦτα λαμβάνει πάθη τὴν ψυχὴν οὕτω κακωθεῖσαν. </p></div><div n="7" subtype="section" type="textpart"><p rend="indent"> καὶ μήν, ὅ γε μέγιστον ἐν τούτῳ καὶ φοβερώτατόν ἐστιν, οὐκ ἂν φοβηθείην <q>κακῶν γυναικῶν <milestone n="20" unit="tlnum"/> εἰσόδους</q> <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κακῶν γυναικῶν εἰσοδους</foreign>] cf. Eur. <title>Andr.</title> 930</note> καὶ φωνὰς καὶ συνεπιθρηνήσεις, αἳ ἐκτρίβουσι καὶ παραθήγουσι τὴν. λύπην, οὔθʼ ὑπʼ <milestone n="610c" unit="stephpage" xml:id="stephpage-610c"/> ἄλλων οὔτʼ αὐτὴν ἐφʼ ἑαυτῆς ἐῶσαι μαρανθῆναι. γιγνώσκω γὰρ ποίους ἔναγχος ἀγῶνας ἠγωνίσω, τῇ Θέωνος ἀδελφῇ βοηθοῦσα καὶ μαχομένη ταῖς μετʼ <milestone n="25" unit="tlnum"/> ὀλοφυρμῶν καὶ ἀλαλαγμῶν ἔξωθεν ἐπιούσαις, ὥσπερ ἀτεχνῶς πῦρ ἐπὶ πῦρ φερούσαις. τὰς μὲν γὰρ οἰκίας τῶν φίλων ὅταν καομένας ἴδωσι σβεννύουσιν <pb xml:id="v.3.p.581"/> ὡς ἔχει τάχους ἕκαστος ἢ δυνάμεως, ταῖς δὲ ψυχαῖς φλεγομέναις αὐτοὶ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ταῖς δὲ ψυχαῖς φλεγομέναις αὐτοὶ</foreign> R: <foreign xml:lang="grc">τὰς δὲ ψυχὰς φλεγομένας αὐτοῖς</foreign> </note> προσφέρουσιν ὑπεκκαύματα. καὶ τῷ μὲν ὀφθαλμιῶντι τὰς χεῖρας οὐκ ἐῶσι προσάγειν τὸν βουλόμενον οὐδʼ ἅπτονται τοῦ φλεγμαίνοντος· <milestone n="5" unit="tlnum"/> ὁ δὲ πενθῶν κάθηται παντὶ τῷ προστυχόντι παρέχων <milestone n="610d" unit="stephpage" xml:id="stephpage-610d"/> ὥσπερ ῥεῦμα <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ῥεῦμα</foreign>] <foreign xml:lang="grc">τραῦμα</foreign> Kaltwasserus</note> κινεῖν καὶ διαγριαίνειν τὸ πάθος, ἐκ μικροῦ τοῦ γαργαλίζοντος καὶ κινοῦντος εἰς πολλὴν καὶ δυσχερῆ κάκωσιν ἀναξαινόμενον. <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀναξαινόμενον</foreign> R: <foreign xml:lang="grc">ἀναξηραινομενον</foreign> </note> ταῦτα μὲν οὖν οἶδʼ ὅτι φυλάξῃ. <milestone n="10" unit="tlnum"/> </p></div><div n="8" subtype="section" type="textpart"><p rend="indent"> πειρῶ δὲ τῇ ἐπινοίᾳ μεταφέρουσα σεαυτὴν ἀποκαθιστάναι πολλάκις εἰς ἐκεῖνον τὸν χρόνον, ἐν ᾧ, μηδέπω τοῦ παιδίου τούτου γεγονότος, μηδὲν ἔγκλημα πρὸς τὴν τύχην εἴχομεν· εἶτα τὸν νῦν καιρὸν τοῦτον ἐκείνῳ συνάπτειν, ὡς ὁμοίων πάλιν τῶν <milestone n="15" unit="tlnum"/> περὶ ἡμᾶς γεγονότων. ἐπεὶ τὴν γένεσιν, ὦ γύναι, τοῦ τέκνου δυσχεραίνειν δόξομεν, ἀμεμπτότερα ποιοῦντες αὑτοῖς τὰ πρὶν ἐκείνην γενέσθαι πράγματα. <milestone n="610e" unit="stephpage" xml:id="stephpage-610e"/> τὴν δʼ ἐν μέσῳ διετίαν ἐξαιρεῖν μὲν οὐ δεῖ τῆς μνήμης, ὡς δὲ χάριν καὶ ἀπόλαυσιν παρασχοῦσαν <milestone n="20" unit="tlnum"/> ἐν ἡδονῇ τίθεσθαι· καὶ μὴ τὸ μικρὸν ἀγαθὸν μέγα νομίζειν κακόν· μηδʼ ὅτι τὸ ἐλπιζόμενον οὐ προσέθηκεν ἡ τύχη, καὶ περὶ τοῦ δοθέντος ἀχαριστεῖν. ἀεὶ μὲν γὰρ ἡ περὶ τὸ θεῖον εὐφημία καὶ τὸ πρὸς τὴν τύχην ἵλεων καὶ ἀμεμφὲς καλὸν καὶ ἡδὺν ἀποδίδωσι <milestone n="25" unit="tlnum"/> καρπόν· ἐν δὲ τοῖς τοιούτοις ὁ· μάλιστα τῆς μνήμης <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τῇ μνήμῃ</foreign> R</note> τῶν ἀγαθῶν ἀπαρυτόμενος καὶ τοῦ βίου <pb xml:id="v.3.p.582"/> πρὸς τὰ φωτεινὰ καὶ λαμπρὰ μεταστρέφων καὶ μεταφέρων ἐκ τῶν σκοτεινῶν καὶ ταρακτικῶν τὴν διάνοιαν, <milestone n="610f" unit="stephpage" xml:id="stephpage-610f"/> ἢ παντάπασιν ἔσβεσε τὸ λυποῦν ἢ τῇ πρὸς τοὐναντίον μίξει μικρὸν καὶ ἀμαυρὸν ἐποίησεν. <milestone n="5" unit="tlnum"/> ὥσπερ γὰρ τὸ μύρον ἀεὶ μὲν εὐφραίνει τὴν ὄσφρησιν πρὸς δὲ τὰ δυσώδη φάρμακόν ἐστιν, οὕτως ἡ ἐπίνοια τῶν ἀγαθῶν ἐν τοῖς κακοῖς καὶ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ</foreign>] del. R</note> βοηθήματος ἀναγκαίου παρέχεται χρείαν τοῖς μὴ φεύγουσι τὸ μεμνῆσθαι τῶν χρηστῶν μηδὲ πάντα καὶ πάντως <milestone n="10" unit="tlnum"/> μεμφομένοις τὴν τύχην. ὅπερ ἡμῖν παθεῖν οὐ προσήκει <milestone n="611a" unit="stephpage" xml:id="stephpage-611a"/> συκοφαντοῦσι τὸν ἑαυτῶν βίον, εἰ μίαν ἔσχηκεν ὥσπερ βιβλίον ἀλοιφὴν ἐν πᾶσι καθαροῖς καὶ ἀκεραίοις τοῖς ἄλλοις. </p></div><div n="9" subtype="section" type="textpart"><p rend="indent">ὅτι μὲν γὰρ ἐξ ὀρθῶν ἐπιλογισμῶν εἰς εὐσταθῆ <milestone n="15" unit="tlnum"/> διάθεσιν τελευτώντων ἢρτηται τὸ μακάριον, αἱ δʼ ἀπὸ τῆς τύχης τροπαὶ μεγάλας ἀποκλίσεις οὐ ποιοῦσιν οὐδʼ ἐπιφέρουσι συγχυτικὰς <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">συγχυτικὰς</foreign> R: <foreign xml:lang="grc">συντυχικὰς</foreign> </note> ὀλισθήσεις τοῦ βίου, πολλάκις ἀκήκοας. εἰ δὲ δεῖ καὶ ἡμᾶς, καθάπερ οἱ πολλοί, τοῖς ἔξωθεν κυβερνᾶσθαι πράγμασι <milestone n="20" unit="tlnum"/> καὶ τὰ παρὰ τῆς τύχης ἀπαριθμεῖν καὶ κριταῖς χρῆσθαι πρὸς εὐδαιμονίαν τοῖς ἐπιτυχοῦσιν ἀνθρώποις, μὴ σκόπει τὰ νῦν δάκρυα καὶ τὰς ἐπιθρηνήσεις τῶν <milestone n="611b" unit="stephpage" xml:id="stephpage-611b"/> εἰσιόντων, ἔθει τινὶ φαύλῳ περαινομένας πρὸς ἕκαστον, ἀλλʼ ἐννόει μᾶλλον ὡς ζηλουμένη διατελεῖς; <milestone n="25" unit="tlnum"/> ὑπὸ τούτων ἐπὶ τέκνοις καὶ οἴκῳ καὶ βίῳ. καὶ δεινόν ἐστιν ἑτέρους μὲν ἡδέως ἂν ἑλέσθαι τὴν σὴν τύχην καὶ τούτου προσόντος ἐφʼ ᾧ νῦν ἀνιώμεθα, <pb xml:id="v.3.p.583"/> σὲ δʼ ἐγκαλεῖν καὶ δυσφορεῖν παρούσης, καὶ μηδʼ ἀπʼ αὐτοῦ τοῦ δάκνοντος αἰσθάνεσθαι πηλίκας ἔχει τὰ σῳζόμενα χάριτας ἡμῖν· ἀλλʼ ὥσπερ οἱ τοὺς ἀκεφάλους καὶ μειούρους Ὁμήρου στίχους ἐκλέγοντες <milestone n="5" unit="tlnum"/> τὰ δὲ πολλὰ καὶ μεγάλα τῶν πεποιημένων ὑπέρευ παρορῶντες, οὕτως ἐξακριβοῦν καὶ συκοφαντεῖν τοῦ βίου τὰ φαῦλα, τοῖς δὲ χρηστοῖς ἀνάρθρως καὶ συγκεχυμένως <milestone n="611c" unit="stephpage" xml:id="stephpage-611c"/> ἐπιβάλλουσαν ὅμοιόν τι τοῖς ἀνελευθέροις καὶ φιλαργύροις πάσχειν, οἳ πολλὰ συνάγοντες <milestone n="10" unit="tlnum"/> οὐ χρῶνται παροῦσιν ἀλλὰ θρηνοῦσι καὶ δυσφοροῦσιν ἀπολομένων. εἰ δʼ ἐκείνης ἔχεις οἶκτον ἀγάμου καὶ ἄπαιδος οἰχομένης, αὖθις ἔχεις ἐπʼ ἄλλοις ἡδίω σεαυτὴν ποιεῖν, μηδενὸς τούτων ἀτελῆ μηδʼ ἄμοιρον γενομένην <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀτελοῦς μηδ’ ἀμοίρου γενομένης</foreign> W</note> οὐ γάρ· ἐστι ταῦτα μεγάλα μὲν τοῖς <milestone n="15" unit="tlnum"/> στερομένοις ἀγαθὰ μικρὰ δὲ τοῖς ἔχουσιν. ἐκείνη δʼ εἰς τὸ ἄλυπον ἥκουσα λυπεῖν ἡμᾶς οὐ δεῖται· τί γὰρ ἡμῖν ἀπʼ ἐκείνης κακόν, εἰ μηδὲν ἐκείνῃ νῦν <milestone n="611d" unit="stephpage" xml:id="stephpage-611d"/> ἐστι λυπηρόν; καὶ γὰρ αἱ τῶν μεγάλων στερήσεις ἀποβάλλουσι τὸ λυποῦν εἰς τὸ μὴ δεῖσθαι περιγενόμεναι. <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">περιγενόμεναι</foreign> R: <foreign xml:lang="grc">παραγενόμεναι</foreign> </note> <milestone n="20" unit="tlnum"/>Τιμοξένα δʼ ἡ σὴ μικρῶν μὲν ἐστέρηται, μικρὰ γὰρ ἔγνω καὶ μικροῖς ἔχαιρε· ὧν δʼ οὔτʼ αἴσθησιν ἔσχεν οὔτʼ ἔλαβεν ἐπίνοιαν, <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὔτ’ εἰς ἐπίνοιαν ἦλθεν οὔτ’ ἔλαβεν ἐπίνοιαν</foreign>. cf. p. 608 d</note> πῶς ἂν στέρεσθαι λέγοιτο; </p></div><div n="10" subtype="section" type="textpart"><p rend="indent">καὶ μὴν ἃ τῶν ἄλλων ἀκούεις, οἳ πείθουσι <milestone n="25" unit="tlnum"/> πολλοὺς λέγοντες ὡς οὐδὲν οὐδαμῇ τῷ διαλυθέντι κακὸν οὐδὲ λυπηρόν ἐστιν, οἶδʼ ὅτι κωλύει σε <pb xml:id="v.3.p.584"/> πιστεύειν ὁ πάτριος λόγος καὶ τὰ μυστικὰ σύμβολα τῶν περὶ τὸν Διόνυσον ὀργιασμῶν, ἃ σύνισμεν <milestone n="611e" unit="stephpage" xml:id="stephpage-611e"/> ἀλλήλοις οἱ κοινωνοῦντες. ὡς οὖν ἄφθαρτον οὖσαν τὴν ψυχὴν διανοοῦ ταὐτὸ ταῖς ἁλισκομέναις ὄρνισι <milestone n="5" unit="tlnum"/> πάσχειν· ἂν μὲν γὰρ πολὺν ἐντραφῇ τῷ σώματι χρόνον καὶ γένηται τῷ βίῳ τούτῳ τιθασὸς ὑπὸ πραγμάτων πολλῶν καὶ μακρᾶς συνηθείας, αὖθις καταίρουσα πάλιν ἐνδύεται καὶ οὐκ ἀνίησιν οὐδὲ λήγει τοῖς ἐνταῦθα συμπλεκομένη πάθεσι καὶ τύχαις διὰ <milestone n="10" unit="tlnum"/> τῶν γενέσεων. μὴ γὰρ οἴου λοιδορεῖσθαι καὶ κακῶς ἀκούειν τὸ γῆρας διὰ τὴν ῥυσότητα καὶ τὴν πολιὰν καὶ τὴν ἀσθένειαν τοῦ σώματος· ἀλλὰ τοῦτʼ αὐτοῦ <milestone n="611f" unit="stephpage" xml:id="stephpage-611f"/> τὸ χαλεπώτατόν ἐστιν, ὅτι τὴν ψυχὴν ἕωλόν τε ποιεῖ ταῖς μνήμαις τῶν ἐκεῖ καὶ λιπαρῆ περὶ ταῦτα καὶ <milestone n="15" unit="tlnum"/> κάμπτει καὶ πιέζει, τὸν σχηματισμόν, ὃν ἔσχεν ὑπὸ τοῦ σώματος ἐν τῷ πεπονθέναι <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πεπονθέναι</foreign>] <foreign xml:lang="grc">προσπεπονθέναι</foreign> R</note>, διαφυλάττουσαν. <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">διαφυλάττουσαν</foreign> idem: <foreign xml:lang="grc">διαφυλάττουσα</foreign> </note> ἡ δὲ ληφθεῖσα μὲν <gap reason="lost"/> <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">locum lacunosam (90 fere litt. E) redintegravit W ita: <foreign xml:lang="grc">ἡ δὲ ληφθεῖσα μέν, μένουσα δὲ βρα χὺν ἐν τῷ σώματι χρόνον ἐλευθερωθεῖσα ὑπὸ κρειττόνων ἔρχεται - πρὸς ὃ πέφυκεν</foreign> </note> ὑπὸ κρειττόνων ἔχεται, καθάπερ ἐκ καμπῆς ὑγρᾶς καὶ μαλθακῆς ἀναχαιτίσασα <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀναχαιτίσασα</foreign> W: <foreign xml:lang="grc">ἀναχαίτισμα</foreign> </note> πρὸς ὃ πέφυκεν. ὥσπερ γὰρ τὸ πῦρ, ἄν τις ἀποσβέσας εὐθὺς ἐξάπτῃ, <milestone n="20" unit="tlnum"/> πάλιν ἀναρριπίζεται καὶ ἀναλαμβάνει ταχέως <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">lac. 148 fere in E fort. supplenda hunc in modum: <foreign xml:lang="grc">καὶ ἀναλαμβάνει ταχέως· κατασβεσθὲν δὲ καὶ ὑποψυχθὲν οὐκ ἄν τις ἀναζωπυρήσειεν</foreign> (vel <foreign xml:lang="grc">πάλιν ἐξάψειεν</foreign> cf. p. 787 a) <foreign xml:lang="grc">ἀπραγμόνως· οὕτω καὶ τῶν ψυχῶν ἄριστα πράττουσιν, αἶς συμβέβηκε κατὰ τὸν ποιητήν</foreign> <q rend="single" xml:lang="grc">ὅπως ὤκιστα</q> cett.</note> <quote rend="blockquote"> ὅπως ὤκιστα <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὅπως ὤκιστα</foreign>] cf. Bergk. 2 p. 156</note> πύλας Ἀίδαο περῆσαι </quote> <pb xml:id="v.3.p.585"/> πρὶν <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πρὶν</foreign> R: <foreign xml:lang="grc">πλὴν</foreign> </note> ἔρωτα πολὺν ἐγγενέσθαι τῶν αὐτόθι πραγμάτων καὶ μαλαχθῆναι πρὸς τὸ σῶμα καὶ συντακῆναι καθάπερ ὑπὸ φαρμάκων. <milestone n="612a" unit="stephpage" xml:id="stephpage-612a"/> </p></div></div></body></text></TEI>