ἀλλʼ ἡμῖν γε, γύναι, πρὸς ἀλλήλους οὔτʼ ἐκείνης ἐδέησε τῆς μάχης οὔτε ταύτης οἶμαι δεήσειν. εὐτελείᾳ μὲν γὰρ τῇ περὶ τὸ σῶμα καὶ ἀθρυψίᾳ τῇ περὶ δίαιταν οὐδείς ἐστι τῶν φιλοσόφων, ὃν οὐκ ἐξέπληξας; ἐν ὁμιλίᾳ καὶ συνηθείᾳ γενόμενον ἡμῖν· οὐδὲ οὐδὲ Stegmannus: οὔτε τῶν πολιτῶν, ᾧ μὴ θέαμα παρέχεις παρέσχες ? ἐν ἱεροῖς καὶ θυσίαις καὶ θεάτροις τὴν· σεαυτῆς ἀφέλειαν. ἤδη δὲ καὶ περὶ τὰ τοιαῦτα πολλὴν εὐστάθειαν ἐπεδείξω, τὸ πρεσβύτατον τῶν τέκνων ἀποβαλοῦσα· καὶ πάλιν, ἐκείνου τοῦ καλοῦ Χαίρωνος Χαιρωνος X: χάρωνος ἡμᾶς προλιπόντος. μέμνημαι γὰρ ἀπὸ θαλάσσης ξένους μοι συνοδεύσαντας, ἀπηγγελμένης τῆς τοῦ παιδίου τελευτῆς, καὶ συνελθόντας ἅμα τοῖς ἄλλοις ἐς τὴν οἰκίαν· ἐπεὶ δὲ πολλὴν κατάστασιν ἑώρων καὶ ἡσυχίαν, ὡς ὕστερον διηγοῦντο καὶ πρὸς ἑτέρους, ᾤοντο μηδὲν εἶναι δεινὸν ἀλλὰ κενὸν ἄλλως ἐξενηνέχθαι λόγον· οὕτω σωφρόνως κατεκόσμησας τὸν οἶκον ἐν καιρῷ πολλὴν ἀκοσμίας ἐξουσίαν διδόντι, καίτοι τῷ σεαυτῆς ἐκεῖνον μαστῷ ἐξέθρεψας ἐξέθρεψας μασθῷ Benselerus καὶ τομῆς ἠνέσχου τῆς θηλῆς περίθλασιν λαβούσης· γενναῖα γὰρ ταῦτα καὶ φιλόστοργα.