<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg111.perseus-grc2" type="edition" xml:lang="grc"><div n="4" subtype="section" type="textpart"><p rend="indent">καὶ τοῦτο, λέγουσιν οἱ παραγενόμενοι καὶ <milestone n="10" unit="tlnum"/> θαυμάζοντες, ὡς οὐδʼ ἱμάτιον ἤλλαξας οὐδὲ σαυτῇ τινα προσήγαγες ἢ θεραπαινίσιν ἀτημέλειαν· <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀτημέλειαν</foreign> *: <foreign xml:lang="grc">ἑτιμέλειαν</foreign> </note> οὐδʼ ἦν παρασκευὴ πολυτελείας πανηγυρικῆς περὶ τὴν ταφήν, ἀλλʼ ἐπράττετο κοσμίως πάντα καὶ σιωπῇ <milestone n="609a" unit="stephpage" xml:id="stephpage-609a"/> μετὰ τῶν ἀναγκαίων. ἐγὼ δὲ τοῦτο μὲν οὐκ ἐθαύμαζον, <milestone n="15" unit="tlnum"/> εἰ μηδέποτε καλλωπισαμένη περὶ θέατρον ἢ πομπὴν ἀλλὰ καὶ πρὸς ἡδονὰς ἄχρηστον ἡγησαμένη τὴν πολυτέλειαν, ἐν τοῖς σκυθρωποῖς διεφύλαξας τὸ ἀφελὲς <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀφελὲς</foreign> R: <foreign xml:lang="grc">ἀσφαλὲς</foreign> </note>καὶ λιτόν. οὐ γάρ <q>ἐν βακχεύμασι <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">βακχεύμασι</foreign>] Eur. <title>Bacch.</title> 317</note></q> δεῖ μόνον τὴν σώφρονα μένειν ἀδιάφθορον, ἀλλὰ μηδὲν <milestone n="20" unit="tlnum"/> οἴεσθαι ἧττον <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἦττον οἴεσθαι</foreign> Benselerus</note> τὸν ἐν πένθεσι σάλον καὶ τὸ κίνημα τοῦ πάθους ἐγκρατείας δεῖσθαι διαμαχομένης οὐ πρὸς τὸ φιλόστοργον, ὡς οἱ πολλοὶ νομίζουσιν, ἀλλὰ πρὸς τὸ ἀκόλαστον τῆς ψυχῆς. τῷ μὲν γὰρ φιλοστόργῳ <milestone n="609b" unit="stephpage" xml:id="stephpage-609b"/> χαριζόμεθα τὸ ποθεῖν καὶ τὸ τιμᾶν καὶ τὸ <milestone n="25" unit="tlnum"/> μεμνῆσθαι τῶν ἀπογενομένων, ἡ δὲ θρήνων ἄπληστος ἐπιθυμία καὶ πρὸς ὀλοφύρσεις ἐξάγουσα καὶ κοπετοὺς αἰσχρὰ μὲν οὐχ ἧττον τῆς περὶ τὰς ἡδονὰς <pb xml:id="v.3.p.578"/> ἀκρασίας, λόγῳ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">λόγῳ</foreign>] <foreign xml:lang="grc">ἀλόγως</foreign> R</note> δὲ συγγνώμης ἔτυχεν, ὅτι τὸ λυπηρὸν αὐτῆς καὶ πικρὸν ἀντὶ τοῦ τερπνοῦ τῷ αἰσχρῷ πρόσεστι. τί γὰρ ἀλογώτερον ἢ τὸ γέλωτος μὲν ὑπερβολὰς καὶ περιχαρείας ἀφαιρεῖν, τοῖς δὲ κλαυθμῶν <milestone n="5" unit="tlnum"/> καὶ ὀδυρμῶν ῥεύμασιν ἐκ μιᾶς πηγῆς φερομένων εἰς ἅπαν ἐφιέναι; καὶ περὶ μύρου μὲν ἐνίους καὶ πορφύρας διαμάχεσθαι ταῖς γυναιξί, κουρὰς δὲ συγχωρεῖν πενθίμους καὶ βαφὰς ἐσθῆτος μελαίνας <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μελαίνας</foreign> R: <foreign xml:lang="grc">μελαίνης</foreign> </note> καὶ καθίσεις ἀμόρφους καὶ κατακλίσεις ἐπιπόνους; <milestone n="10" unit="tlnum"/> <milestone n="609c" unit="stephpage" xml:id="stephpage-609c"/> καί, ὃ δὴ πάντων ἐστὶ χαλεπώτατον, ἂν οἰκέτας ἢ θεραπαινίδας κολάζωσιν ἀμέτρως καὶ ἀδίκως, ἐνίστασθαι καὶ κωλύειν αὐτάς, ὑφʼ ἑαυτῶν δʼ ὠμῶς κολαζομένας καὶ πικρῶς περιορᾶν ἐν πάθεσι καὶ τύχαις ῥᾳστώνης καὶ φιλανθρωπίας δεομέναις; <milestone n="15" unit="tlnum"/> </p></div></div></body></text></TEI>