μόνον, ὦ γύναι, τήρει κἀμὲ καμὲ ] κἄμ’ ἐν ? τῷ πάθει καὶ σεαυτὴν ἐπὶ τοῦ καθεστῶτος. καθεστῶτος ] γεγονότος codex C ἐγὼ γὰρ αὐτὸς μὲν οἶδα καὶ ὁρίζω τὸ συμβεβηκὸς ἡλίκον ἐστίν· ἂν δὲ σε τῷ δυσφορεῖν ὑπερβάλλουσαν εὕρω, τοῦτό μοι μᾶλλον ἐνοχλήσει τοῦ γεγονότος. καίτοι καίτοι γʼ ? οὐδʼ αὐτὸς ἀπὸ δρυὸς οὐδʼ ἀπὸ πέτρης cf. Hom. τ 163 ἐγενόμην οἶσθα δὲ καὶ αὐτή, τοσούτων μοι παιδίων παιδίων *: παίδων . cf. paulo post τὰ τηλικαῦτα ἀνατροφῆς κοινωνήσασα, πάντων ἐκτεθραμμένων οἴκοι διʼ αὐτῶν ἡμῶν· τούτου τούτου *: τούτοις δέ, ὅτι καὶ σοὶ ποθούσῃ θυγάτηρ μετὰ τέσσαρας υἱοὺς ἐγεννήθη κἀμοὶ τὸ σὸν ὄνομα θέσθαι ποθούμενον ποθούμενον *: ποιούμενον ἑν αὐτῇ ἐν αὐτῇ ] malim ἑαυτῇ παρέσχεν, ἀγαπητοῦ διαφερόντως μοι γενομένου. πρόσεστι δὲ καὶ δριμύτης ἰδία τις τῷ πρὸς τὰ τηλικαῦτα φιλοστόργῳ, καὶ τὸ εὐφραῖνον αὐτῶν αὐτῶν scripsi ex αὐτὸν , idem voluerat Stegmannus καθαρόν ἐστι καὶ πάσης ἀμιγὲς ὀργῆς καὶ μέμψεως. αὕτη αὕτη idem: αὐτὴ δὲ καὶ φύσει θαυμαστὴν ἔσχεν εὐκολίαν καὶ πραότητα, καὶ τὸ ἀντιφιλοῦν καὶ χαριζόμενον αὐτῆς ἡδονὴν ἅμα καὶ κατανόησιν τοῦ φιλανθρώπου παρεῖχεν·, οὐ γὰρ μόνον βρέφεσιν ἄλλοις ἀλλὰ καὶ σκεύεσιν, οἷς ἐτέρπετο, καὶ παιγνίοις ἐκέλευε τὴν τίτθην τίτθην *: τιτθὴν διδόναι καὶ προσφέρειν τὸν μαστὸν καὶ προσεκαλεῖτο καθάπερ πρὸς τράπεζαν ἰδίαν ὑπὸ φιλανθρωπίας, ὧνπερ ὦνπερ *: ὥσπερ ἐγίγνωσκε καὶ εἶχε τὰ ἥδιστα κοινουμένη τοῖς εὐφραίνουσιν αὐτήν.