τοῖς δὲ πατρίοις καὶ παλαιοῖς ἔθεσι καὶ νόμοις ἐμφαίνεται μᾶλλον ἡ περὶ τούτων ἀλήθεια. τοῖς γὰρ αὑτῶν νηπίοις ἀποθανοῦσιν οὔτε χοὰς; ἐπιφέρουσιν, οὔτʼ ἄλλα δρῶσι περὶ αὐτὰ οἷʼ εἰκὸς εἰκὸς ] ἔθος Cobetus ὑπὲρ θανόντων ποιεῖν τοὺς ἄλλους ἄλλους ] ἀνθρώπους F. Schmidtius οὐ γὰρ μέτεστι γῆς; οὐδὲν οὐδὲ οὐδὲ Stegmannus: οὔτε τῶν περὶ γῆν αὐτοῖς. οὐδʼ αὐτοῦ περὶ ταφὰς καὶ μνήματα καὶ προθέσεις νεκρῶν φιλοχωροῦσι καὶ παρακάθηνται τοῖς σώμασιν· οὐ γὰρ ἐῶσι θρηνεῖν θρηνεῖν addidi cum R οἱ νόμοι τοὺς τηλικούτους, ὡς οὐχ ὅσιον εἰς βελτίονα καὶ θειοτέραν μοῖραν ἅμα καὶ χώραν μεθεστηκότας lac. 52 fere in E supplet W ita: καὶ οὐκ ἀγνοῶ μὲν ὅτι ταῦτα πολλὰς ἔχει ἀπορίας· ἐπεὶ δὲ cett. · ἐπεὶ δὲ τὸ ἀπιστεῖν χαλεπώτερόν ἐστιν αὐτοῖς ἢ τὸ πιστεύειν, τὰ μὲν ἐκτὸς οὕτως ὡς οἱ νόμοι προστάττουσιν ἔχωμεν, τὰ δʼ ἐντὸς ἔτι μᾶλλον ἀμίαντα καὶ καθαρὰ καὶ σώφρονα. σώφρονα ] intell. ἔχωμεν