καὶ μὴν ἃ τῶν ἄλλων ἀκούεις, οἳ πείθουσι πολλοὺς λέγοντες ὡς οὐδὲν οὐδαμῇ τῷ διαλυθέντι κακὸν οὐδὲ λυπηρόν ἐστιν, οἶδʼ ὅτι κωλύει σε πιστεύειν ὁ πάτριος λόγος καὶ τὰ μυστικὰ σύμβολα τῶν περὶ τὸν Διόνυσον ὀργιασμῶν, ἃ σύνισμεν ἀλλήλοις οἱ κοινωνοῦντες. ὡς οὖν ἄφθαρτον οὖσαν τὴν ψυχὴν διανοοῦ ταὐτὸ ταῖς ἁλισκομέναις ὄρνισι πάσχειν· ἂν μὲν γὰρ πολὺν ἐντραφῇ τῷ σώματι χρόνον καὶ γένηται τῷ βίῳ τούτῳ τιθασὸς ὑπὸ πραγμάτων πολλῶν καὶ μακρᾶς συνηθείας, αὖθις καταίρουσα πάλιν ἐνδύεται καὶ οὐκ ἀνίησιν οὐδὲ λήγει τοῖς ἐνταῦθα συμπλεκομένη πάθεσι καὶ τύχαις διὰ τῶν γενέσεων. μὴ γὰρ οἴου λοιδορεῖσθαι καὶ κακῶς ἀκούειν τὸ γῆρας διὰ τὴν ῥυσότητα καὶ τὴν πολιὰν καὶ τὴν ἀσθένειαν τοῦ σώματος· ἀλλὰ τοῦτʼ αὐτοῦ τὸ χαλεπώτατόν ἐστιν, ὅτι τὴν ψυχὴν ἕωλόν τε ποιεῖ ταῖς μνήμαις τῶν ἐκεῖ καὶ λιπαρῆ περὶ ταῦτα καὶ κάμπτει καὶ πιέζει, τὸν σχηματισμόν, ὃν ἔσχεν ὑπὸ τοῦ σώματος ἐν τῷ πεπονθέναι πεπονθέναι ] προσπεπονθέναι R , διαφυλάττουσαν. διαφυλάττουσαν idem: διαφυλάττουσα ἡ δὲ ληφθεῖσα μὲν locum lacunosam (90 fere litt. E) redintegravit W ita: ἡ δὲ ληφθεῖσα μέν, μένουσα δὲ βρα χὺν ἐν τῷ σώματι χρόνον ἐλευθερωθεῖσα ὑπὸ κρειττόνων ἔρχεται - πρὸς ὃ πέφυκεν ὑπὸ κρειττόνων ἔχεται, καθάπερ ἐκ καμπῆς ὑγρᾶς καὶ μαλθακῆς ἀναχαιτίσασα ἀναχαιτίσασα W: ἀναχαίτισμα πρὸς ὃ πέφυκεν. ὥσπερ γὰρ τὸ πῦρ, ἄν τις ἀποσβέσας εὐθὺς ἐξάπτῃ, πάλιν ἀναρριπίζεται καὶ ἀναλαμβάνει ταχέως lac. 148 fere in E fort. supplenda hunc in modum: καὶ ἀναλαμβάνει ταχέως· κατασβεσθὲν δὲ καὶ ὑποψυχθὲν οὐκ ἄν τις ἀναζωπυρήσειεν (vel πάλιν ἐξάψειεν cf. p. 787 a) ἀπραγμόνως· οὕτω καὶ τῶν ψυχῶν ἄριστα πράττουσιν, αἶς συμβέβηκε κατὰ τὸν ποιητήν ʼὅπως ὤκισταʼ cett. ὅπως ὤκιστα ὅπως ὤκιστα ] cf. Bergk. 2 p. 156 πύλας Ἀίδαο περῆσαι πρὶν πρὶν R: πλὴν ἔρωτα πολὺν ἐγγενέσθαι τῶν αὐτόθι πραγμάτων καὶ μαλαχθῆναι πρὸς τὸ σῶμα καὶ συντακῆναι καθάπερ ὑπὸ φαρμάκων.