οἶμαί σε τῆς Νάξου· γεγονέναι θεατήν· εἰ δὲ μὴ, τῆς γʼ Ὑρίας γ’ Ὑρίας idem: Θουρίας ἐνταῦθα πλησίον οὔσης· ἀλλʼ ἐκείνη μὲν ἐχώρει τὸν Ἐφιάλτην καὶ τὸν Ὦτον, αὕτη δὲ τοῦ Ὠρίωνος , ἦν οἰκητήριον ὁ δʼ Ἀλκμέων Ἀλκμέων *: ἀλκμαίων ἰλὺν νεοπαγῆ τοῦ Ἀχελῴου Ἀχελῴου *: ἀχελώου προσχωννύντος ἐπῴκησεν ὑποφεύγων τὰς Εὐμενίδας, ὡς οἱ ποιηταὶ λέγουσι· ἐγὼ δὲ κἀκεῖνον εἰκάζω φεύγοντα πολιτικὰς· ταραχὰς ταραχὰς Emperius: ἀρχάς καὶ στάσεις καὶ συκοφαντίας ἐρινυώδεις ἑλέσθαι βραχὺ χωρίον ἀπραγμόνως ἐν ἡσυχίᾳ κατοικεῖν. Τιβέριος δὲ Καῖσαρ, ἐν Καπρέαις ἑπτὰ ἔτη διῃτήθη μέχρι τῆς τελευτῆς· καὶ τὸ τῆς οἰκουμένης ἡγεμονικὸν ἱερὸν ὥσπερ εἰς καρδίαν συνηγμένον οὐδαμοῦ μετέστη τοσοῦτον χρόνον. ἀλλʼ ἐκείνῳ μὲν αἱ τῆς ἡγεμονίας φροντίδες ἐπιχεόμεναι καὶ προσφερόμεναι πανταχόθεν, οὐ καθαρὰν παρεῖχον οὐδʼ ἀκύμονα τὴν νησιῶτιν ἡσυχίαν ᾧ δʼ ἔξεστιν εἰς μικρὰν ἀποβάντι νῆσον οὐ μικρῶν ἀπηλλάχθαι κακῶν, οὗτος ἄθλιός ἐστι μὴ προσλαλῶν ἑαυτῷ τὰ Πινδαρικὰ μηδʼ ἐπᾴδων πολλάκις ἐλαφρὰν κυπάρισσον φιλέειν, Bergk. 1 p. 434 ἐᾶν δὲ νομὸν Κρήτας περιδαῖον· περιδαῖον Hermannus: περιδαίων ἐμοὶ δʼ ὀλίγον μὲν γᾶς δέδοται, ὅθεν ὅθεν ] τόθεν Bergkius ἄδρυς, πενθέων δʼ οὐκ ἔλαχον οὐδὲ οὐδὲ ] om. mei στασίων οὐδὲ προσταγμάτων ἡγεμονικῶν οὐδʼ ὑπουργιῶν ἐν πολιτικαῖς χρείαις καὶ λειτουργιῶν δυσπαραιτήτων.