ἂν γὰρ σκοπῇς ἄνευ κενῆς δόξης τὴν ἀλήθειαν, ὁ μίαν πόλιν ἔχων ξένος ἐστὶ τῶν ἄλλων ἁπασῶν καὶ ἀλλότριος. οὐ γὰρ δοκεῖ καλὸν οὐδὲ δίκαιον εἶναι καταλιπόντα τὴν ἑαυτοῦ νέμειν ἑτέραν. Σπάρταν ἔλαχες, ταύταν κόσμει, Nauck. p. 588 κἂν ἄδοξος ᾖ κἂν νοσώδης κἂν ταράττηται στάσεσιν ὑφʼ ἑαυτῆς καὶ πράγμασι μὴ ὑγιαίνουσιν. οὗ δʼ ἡ τύχη τὴν ἰδίαν ἀφῄρηται, τούτῳ δίδωσιν ἔχειν τὴν ἀρέσασαν. τὸ γὰρ καλὸν ἐκεῖνο παράγγελμα τῶν Πυθαγορείων ἑλοῦ βίον ἄριστον, ἡδὺν δʼ αὐτὸν ἡ συνήθεια ποιήσει, κἀνταῦθα σοφόν ἐστι καὶ χρήσιμον· ἑλοῦ πόλιν τὴν ἀρίστην καὶ ἡδίστην, πατρίδα δʼ αὐτὴν ὁ χρόνος ποιήσει, καὶ πατρίδα μὴ περισπῶσαν μὴ ἐνοχλοῦσαν μὴ προστάττουσαν· εἰσένεγκε, εἰσένεγκε Cobetus: εἰσένεγκαι πρέσβευσον εἰς Ῥώμην, ὑπόδεξαι τὸν ἡγεμόνα, λειτούργησον ἂν γὰρ τούτων τις μνημονεύῃ φρένας ἔχων καὶ μὴ παντάπασι τετυφωμένος, αἱρήσεται καὶ νῆσον οἰκεῖν φυγὰς γενόμενος, Γύαρον ἢ Κίναρον σκληρὰν ἄκαρπον καὶ φυτεύεσθαι κἀμφυτευεσθαι Naberus κακήν, Nauck. p. 914. Kock. 3 p. 613 οὐκ ἀθυμῶν οὐδʼ ὀδυρόμενος οὐδὲ λέγων ἐκεῖνα τὰ τῶν παρὰ Σιμωνίδῃ Σιμωνίδῃ ] Bergk. 3 p. 412 γυναικῶν, ἴσχει δέ με πορφυρέας ἁλὸς, ἀμφιταρασσομένας ὀρυμαγδός· ὀρυμαγδός Duebnerus: ὀρυγμαδός ἀλλὰ μᾶλλον τὸ τοῦ Φιλίππου λογιζόμενος· πεσὼν γὰρ ἐν παλαίστρᾳ καὶ μεταστραφείς, ὡς εἶδε τοῦ σώματος τὸν τύπον, ὧ Ἡράκλεις εἶπεν ὡς μικροῦ μέρους τῆς γῆς φύσει μετέχοντες, ὅλης ἐφιέμεθα τῆς οἰκουμένης. οἶμαί σε τῆς Νάξου· γεγονέναι θεατήν· εἰ δὲ μὴ, τῆς γʼ Ὑρίας γʼ Ὑρίας idem: Θουρίας ἐνταῦθα πλησίον οὔσης· ἀλλʼ ἐκείνη μὲν ἐχώρει τὸν Ἐφιάλτην καὶ τὸν Ὦτον, αὕτη δὲ τοῦ Ὠρίωνος , ἦν οἰκητήριον ὁ δʼ Ἀλκμέων Ἀλκμέων *: ἀλκμαίων ἰλὺν νεοπαγῆ τοῦ Ἀχελῴου Ἀχελῴου *: ἀχελώου προσχωννύντος ἐπῴκησεν ὑποφεύγων τὰς Εὐμενίδας, ὡς οἱ ποιηταὶ λέγουσι· ἐγὼ δὲ κἀκεῖνον εἰκάζω φεύγοντα πολιτικὰς· ταραχὰς ταραχὰς Emperius: ἀρχάς καὶ στάσεις καὶ συκοφαντίας ἐρινυώδεις ἑλέσθαι βραχὺ χωρίον ἀπραγμόνως ἐν ἡσυχίᾳ κατοικεῖν. Τιβέριος δὲ Καῖσαρ, ἐν Καπρέαις ἑπτὰ ἔτη διῃτήθη μέχρι τῆς τελευτῆς· καὶ τὸ τῆς οἰκουμένης ἡγεμονικὸν ἱερὸν ὥσπερ εἰς καρδίαν συνηγμένον οὐδαμοῦ μετέστη τοσοῦτον χρόνον. ἀλλʼ ἐκείνῳ μὲν αἱ τῆς ἡγεμονίας φροντίδες ἐπιχεόμεναι καὶ προσφερόμεναι πανταχόθεν, οὐ καθαρὰν παρεῖχον οὐδʼ ἀκύμονα τὴν νησιῶτιν ἡσυχίαν ᾧ δʼ ἔξεστιν εἰς μικρὰν ἀποβάντι νῆσον οὐ μικρῶν ἀπηλλάχθαι κακῶν, οὗτος ἄθλιός ἐστι μὴ προσλαλῶν ἑαυτῷ τὰ Πινδαρικὰ μηδʼ ἐπᾴδων πολλάκις ἐλαφρὰν κυπάρισσον φιλέειν, Bergk. 1 p. 434 ἐᾶν δὲ νομὸν Κρήτας περιδαῖον· περιδαῖον Hermannus: περιδαίων ἐμοὶ δʼ ὀλίγον μὲν γᾶς δέδοται, ὅθεν ὅθεν ] τόθεν Bergkius ἄδρυς, πενθέων δʼ οὐκ ἔλαχον οὐδὲ οὐδὲ ] om. mei στασίων οὐδὲ προσταγμάτων ἡγεμονικῶν οὐδʼ ὑπουργιῶν ἐν πολιτικαῖς χρείαις καὶ λειτουργιῶν δυσπαραιτήτων.