Αἰγυπτίων μὲν οὖν οἱ διʼ ὀργήν τινα καὶ χαλεπότητα τοῦ βασιλέως εἰς Αἰθιοπίαν μετοικιζόμενοι, πρὸς τοὺς δεομένους ἐπανελθεῖν ἐπὶ τέκνα καὶ, γυναῖκας ἐπιδεικνύντες τὰ αἰδοῖα κυνικώτερον οὔτε γάμων ἔφασαν οὔτε παίδων ἀπορήσειν, ἄχρι οὗ ταῦτα μεθʼ ἑαυτῶν ἔχωσιν ἔχωσιν Duebnerus: ἔχουσιν εὐπρεπέστερον δʼ ἐστὶ καὶ σεμνότερον εἰπεῖν ὡς, ὅπου καὶ ὅτῳ μετρίων πρὸς τὸν βίον εὐπορεῖν συμβέβηκεν, ἐνταῦθʼ οὗτος οὔτʼ ἄπολις οὔτʼ ἀνέστιος οὔτε ξένος ἐστί· μόνον ἔχειν δεῖ πρὸς τούτοις νοῦν καὶ λογισμὸν ὥσπερ ἄγκυραν ἄγκυραν καὶ R κυβερνήτην, ἵνα παντὶ χρῆσθαι λιμένι προσορμισθεὶς δύνηται. πλοῦτον μὲν γὰρ ἀποβαλόντα ῥᾳδίως ῥᾳδίως Stobaeus: ῥᾷον . Unde fort. ῥᾳδίως ἄλλον , omisso proximo ἄλλον quod accessit ex Stobaeo οὐκ ἔστι καὶ ταχέως· ἄλλον συναγαγεῖν· πατρὶς δὲ γίγνεται πᾶσα πόλις εὐθὺς ἀνθρώπῳ χρῆσθαι μεμαθηκότι καὶ ῥίζας ἔχοντι πανταχοῦ ζῆν τε καὶ τρέφεσθαι καὶ παντὶ τόπῳ προσφύεσθαι δυναμένας· οἵας εἶχε Θεμιστοκλῆς οἵας Δημήτριος ὁ Φαληρεύς. οὗτος μὲν γὰρ ἐν Ἀλεξανδρείᾳ μετὰ τὴν φυγὴν πρῶτος ὢν τῶν Πτολεμαίου φίλων, οὐ μόνον αὐτὸς ἐν ἀφθόνοις διῆγεν ἀλλὰ καὶ τοῖς Ἀθηναίοις δωρεὰς ἔπεμπε. Θεμιστοκλῆς δὲ χορηγίᾳ βασιλικῇ πρυτανευόμενος εἰπεῖν λέγεται πρὸς τὴν γυναῖκα καὶ τοὺς παῖδας ἀπωλόμεθʼ ἄν, εἰ μὴ ἀπωλόμεθα διὸ καὶ Διογένης ὁ κύων πρὸς τὸν εἰπόντα, Σινωπεῖς σου φυγὴν ἐκ Πόντου κατέγνωσαν· ἐγὼ δʼ εἶπεν ἐκείνων ἐν Πόντῳ μονήν, ἄκραις ἐπὶ ῥηγμῖσιν ἀξένου ἀξένου Hercherus ex Eur. Iph. T. 253: εὐξείνου πόρου. πόρου Salmasius ex eodem: πόντου Στρατόνικος δὲ τὸν ἐν Σερίφῳ ξένον ἠρώτησεν, ἐφʼ ὅτῳ τῶν ἀδικημάτων φυγὴ τέτακται παρʼ αὐτοῖς ἐπιτίμιον· ἀκούσας δʼ ὅτι τοὺς ῥᾳδιουργοὺς φυγαδεύουσι, τί οὖν εἶπεν οὐκ ἐρρᾳδιούργησας, ἐρρᾳδιούργησας *: ἐρᾳδιούργησας ὅπως ἐκ τῆς στενοχωρίας ταύτης μεταστῇς μετέστης Cobetus ; ὅπου φησὶν ὁ κωμικὸς κωμικὸς ] Kock. 3 p. 551. cf. 1 p. 79 τὰ σῦκα ταῖς σφενδόναις τρυγᾶσθαι, καὶ καὶ ] κού ? πάντʼ πάντα ] σπάνια Duebnerus ἔχειν ὅσων δεῖ δεῖ ] οὐ δεῖ Cobetus τὴν νῆσον.