ὥσπερ οὖν ἐν κωμῳδίᾳ τις ἠτυχηκότα φίλον θαρρεῖν καὶ τὴν τύχην ἀμύνεσθαι παρακαλῶν, ἐρομένου τίνα τρόπον, ἀποκρίνεται φιλοσόφως· οὕτω καὶ ἡμεῖς αὐτὴν ἀμυνώμεθα φιλοσοφοῦντες ἀξίως· τὸν Δία δὲ πῶς ὕοντα; τὸν βορέαν δὲ πῶς;ʼ Kock. 3 p. 430 πῦρ ζητοῦμεν βαλανεῖον ἱμάτιον στέγην· καὶ γὰρ οὐχ ὑόμενοι καθήμεθʼ οὐδὲ κλαίομεν καὶ σοὶ τοίνυν παρʼ ὁντιναοῦν ἔστι τὸ κατεψυγμένον τοῦτο τοῦ βίου μέρος ἀναζωπυρεῖν καὶ ἀναθάλπειν, ἑτέρων βοηθημάτων μὴ δεόμενον ἀλλὰ χρώμενον εὐλογίστως τοῖς παροῦσιν. αἱ μὲν γὰρ ἰατρικαὶ σικύαι τὸ φαυλότατον ἐκ τοῦ σώματος ἀναλαμβάνουσαι κουφίζουσι καὶ σῴζουσι τὸ λοιπόν, οἱ δὲ φιλόλυποι καὶ φιλαίτιοι τῷ τὰ χείριστα τῶν ἰδίων συνάγειν ἀεὶ καὶ διαλογίζεσθαι καὶ προστετηκέναι τοῖς ἀνιαροῖς ἄχρηστα καὶ τὰ χρήσιμα ποιοῦσιν ἑαυτοῖς, ἐν ᾧ μάλιστα καιρῷ βοηθεῖν πέφυκε. τοὺς γὰρ δοιοὺς πίθους, ὦ φίλε, οὓς Ὅμηρος Ὅμηρος ] cf. Ω 525 ἔφη κηρῶν ἐμπλείους ἐν οὐρανῷ κεῖσθαι, τὸν μὲν ἀγαθῶν τὸν δὲ φαύλων, οὐχ ὁ Ζεὺς ταμιεύων κάθηται, καὶ μεθιεὶς τοῖς μὲν ἤπια καὶ μεμιγμένα τοῖς δʼ ἄκρατα ῥεύματα τῶν κακῶν· ἀλλʼ ἡμῶν αὐτῶν οἱ μὲν νοῦν ἔχοντες ἐκ τῶν ἀγαθῶν τοῖς κακοῖς ἐπαρυτόμενοι τὸν βίον ποιοῦσιν ἡδίω καὶ ποτιμώτερον, τοῖς δὲ πολλοῖς ὥσπερ ἠθμοῖς ἐμμένει καὶ προσίσχεται τὰ φαυλότατα, τῶν βελτιόνων ὑπεκρεόντων. διὸ κἂν ἀληθῶς κακῷ τινι καὶ λυπηρῷ περιπέσωμεν, ἐπάγεσθαι δεῖ τὸ ἱλαρὸν καὶ τὸ εὔθυμον ἐκ τῶν ὑπαρχόντων καὶ ὑπολειπομένων ἀγαθῶν, τῷ οἰκείῳ τἀλλότριον τἀλλότριον *: τὸ ἀλλότριον ἐκλεαίνοντας· ὧν δʼ ἡ φύσις οὐδὲν ἔχει κακὸν ἀλλʼ ὅλον καὶ πᾶν τὸ λυποῦν ἐκ κενῆς δόξης ἀναπέπλασται, ταῦτα δεῖ, καθάπερ τοῖς δεδοικόσι τὰ προσωπεῖα παιδίοις ἐγγὺς καὶ ὑπὸ χεῖρα ποιοῦντες καὶ ἀναστρέφοντες ἐθίζομεν καταφρονεῖν, οὕτως ἐγγὺς ἁπτομένους καὶ συνερείδοντας τὸν λογισμὸν τὸ σαθρὸν καὶ τὸ κενὸν καὶ τετραγῳδημένον ἀποκαλύπτειν. οἷόν ἐστιν ἡ νῦν σοι παροῦσα μετάστασις μετάστασις X: κατάστασις ἐκ τῆς νομιζομένης; πατρίδος. φύσει γὰρ οὐκ ἔστι πατρίς, ὥσπερ οὐδʼ οἶκος οὐδʼ ἀγρὸς οὐδὲ χαλκεῖον, ὡς Ἀρίστων ἔλεγεν, οὐδʼ ἰατρεῖον· ἀλλὰ γίγνεται μᾶλλον δʼ ὀνομάζεται καὶ καλεῖται τούτων ἕκαστον ἀεὶ πρὸς τὸν οἰκοῦντα καὶ χρώμενον. ὁ γὰρ ἄνθρωπος, ᾗ φησιν ὁ Πλάτων Πλάτων ] Tim. p. 90 a , φυτὸν οὐκ ἔγγειον οὐδʼ ἀκίνητον ἀλλʼ οὐράνιόν ἐστιν, ὥσπερ ῥίζης τὸ σῶμα τῆς κεφαλῆς ὀρθὸν ἱστάσης ἱστάσης *: ἱστώσης , πρὸς τὸν οὐρανὸν ἀνεστραμμένον. ὅθεν εὖ μὲν ὁ εὖ μὲν ὁ Stobaeus 40, 3: ὁ μὲν Ἡρακλῆς εἶπεν Ἀργεῖος ἢ Θηβαῖος· οὐ γὰρ εὔχομαι Nauck. p. 914 μιᾶς· ἅπας μοι πύργος Ἑλλήνων πατρίς. ὁ δὲ Σωκράτης βέλτιον, οὐκ Ἀθηναῖος οὐδʼ Ἕλλην ἀλλὰ κόσμιος εἶναι φήσας, ὡς ἄν τις Ῥόδιος εἶπεν ἢ Κορίνθιος ὡς ἄν τις - Κορίνθιος ] del. Stegmannus · ὅτι μηδὲ Σουνίῳ, μηδὲ Ταινάρῳ μηδὲ τοῖς Κεραυνίοις ἐνέκλεισεν ἑαυτόν. ὁρᾷς τὸν ὑψοῦ τόνδʼ ἄπειρον αἰθέρα, Nauck. p. 663 καὶ γῆν πέριξ ἔχονθʼ ὑγραῖς ἐν ἐν Iunius ἀγκάλαις; οὗτοι τῆς πατρίδος ἡμῶν ὅροι εἰσί εἰσιν ὅροι , καὶ οὐδεὶς οὔτε φυγὰς ἐν τούτοις οὔτε ξένος οὔτʼ ἀλλοδαπός, ὅπου ταὐτὸ ταὐτὸ *: τὸ αὐτὸ πῦρ ὕδωρ ἀήρ, ἄρχοντες οἱ αὐτοὶ καὶ διοικηταὶ καὶ πρυτάνεις, ἥλιος σελήνη φωσφόρος· οἱ αὐτοὶ νόμοι πᾶσι, ὑφʼ ἑνὸς προστάγματος καὶ μιᾶς ἡγεμονίας τροπαὶ βόρειοι τροπαὶ νότιοι ἰσημερίαι Πλειὰς Ἀρκτοῦρος, ὧραι σπόρων ὧραι φυτειῶν· εἷς δὲ βασιλεὺς; καὶ ἄρχων θεὸς ἀρχήν τε καὶ μέσα καὶ τελευτὴν ἔχων τοῦ παντός, εὐθείᾳ περαίνει εὐθείᾳ περαίνει κἑ ] ex Plat. de Legg. p. 716 a κατὰ φύσιν περιπορευόμενος· τῷ δʼ ἕπεται Δίκη τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρός, χρώμεθα πάντες ἄνθρωποι φύσει πρὸς πάντας ἀνθρώπους ὥσπερ πολίτας.