ἀλλʼ ἐπεὶ πολλοὺς τὰ τοῦ Εὐριπίδου κινεῖ δυνατῶς τῆς φυγῆς κατηγορεῖν δοκοῦντος, ἴδωμεν ἃ λέγει καθʼ ἕκαστον ἐρωτῶν καὶ ἀποκρινόμενος· Eur. Phoen . 388 ταῦτα πρώτως πρώτως ] ὁρᾷς ὡς R. Bene habet. cf. Thesaurus in v. Fort. etiam respecitur ad p. 570 lin. 6 τὰ δʼ ἑξῆς οὐκ ὀρθῶς οὐδʼ ἀληθῶς ἀξιοῦται. πρῶτον μὲν γὰρ οὐ δούλου τὸ μὴ λέγειν ἅ τις φρονεῖ, ἀλλὰ νοῦν ἔχοντος ἀνδρὸς ἐν καιροῖς καὶ πράγμασιν ἐχεμυθίας; καὶ σιωπῆς δεομένοις, ὥσπερ αὐτὸς ἀλλαχόθι βέλτιον εἴρηκε σιγᾶν θʼ ὅπου δεῖ καὶ λέγειν ἵνʼ ἀσφαλές. Nauck. p. 486 ἔπειτα τὴν τῶν κρατούντων ἀμαθίαν οὐχ ἧττον οἴκοι μένοντας ἢ φεύγοντας ἀνάγκη φέρειν· ἀλλὰ καὶ μᾶλλον πολλάκις οἱ μένοντες τῶν ἀπαλλαγέντων τοὺς ἰσχύοντας ἐν πόλεσιν ἀδίκως τῷ συκοφαντεῖν ἢ βιάζεσθαι δεδίασι, τὸ δὲ μέγιστον καὶ ἀτοπώτατον, εἰ παρρησίαν τῶν φυγάδων ἀφαιρεῖται· θαυμαστὸν γάρ, εἰ Θεόδωρος ἀπαρρησίαστος ἦν, ὅς, ὃς ] ὁ mei codd. Λυσιμάχου τοῦ βασιλέως εἰπόντος πρὸς αὐτὸν ἡ πατρίς σε τοιοῦτον ὄντʼ ἐξέβαλε, ναί εἶπε μὴ δυναμένη φέρειν ὥσπερ ἡ Σεμέλη τὸν Διόνυσον. ἐπιδείξαντος δʼ αὐτῷ Τελεσφόρον ἐν γαλεάγρᾳ τοὺς ὀφθαλμοὺς ἐξορωρυγμένον καὶ περικεκομμένον τὴν ῥῖνα καὶ τὰ ὦτα καὶ τὴν γλῶτταν ἐκτετμημένον, καὶ εἰπόντος οὕτως ἐγὼ διατίθημι τοὺς κακῶς με ποιοῦντας· τί δὲ Θεοδώρῳ μέλει, ἔφη, πότερον ὑπὲρ γῆς ἢ ὑπὸ γῆς σήπεται; τί δὲ Θεοδώρῳ μέλει, ἔφη, πότερον ὑπὲρ γῆς ἢ ὑπὸ γῆς σήπεται ; supplevi ex p. 499 d τί δέ; Διογένης οὐκ εἶχε παρρησίαν, ὃς εἰς τὸ τοῦ Φιλίππου στρατόπεδον παρελθών, ὁπηνίκα μαχούμενος ἐχώρει τοῖς Ἕλλησι, καὶ πρὸς αὐτὸν ἀναχθεὶς ὡς; κατάσκοπος, ναί, κατάσκοπος ἔφη τῆς ἀπληστίας ἀφῖχθαι αὐτοῦ καὶ τῆς ἀφροσύνης, ἥκοντος ἐν βραχεῖ καιρῷ διακυβεῦσαι περὶ τῆς ἡγεμονίας ἅμα καὶ τοῦ σώματος; τί δέ; Ἀννίβας ὁ Καρχηδόνιος οὐκ ἐχρῆτο παρρησίᾳ πρὸς Ἀντίοχον βασιλέα ὄντα ὄντα βασιλέα ? φυγὰς ὤν, ὁπηνίκα καιροῦ διδόντος ἐκέλευεν αὐτὸν ἐπιχειρεῖν τοῖς πολεμίοις τοῦ δὲ θυσαμένου καὶ τὰ σπλάγχνα κωλύειν φάσκοντος, ἐπετίμησεν εἰπών σὺ τί κρέας λέγει σκοπεῖς, σκοπεῖς Madvigius: ποιεῖς οὐ τί νοῦν ἔχων ἄνθρωπος; ἀλλʼ οὐδὲ γεωμετρῶν φυγὴ παρρησίαν οὐδὲ γραμμικῶν ἀφαιρεῖται, περὶ ὧν ἴσασι καὶ μεμαθήκασι διαλεγομένων πόθεν γε δὴ καλῶν κἀγαθῶν κἀγαθῶν *: καὶ ἀγαθῶν ἀνθρώπων; ἀλλὰ τὸ ἀγεννὲς πανταχοῦ τὴν φωνὴν ἐμφράττει, τὴν γλῶσσαν ἀποστρέφει, ἄγχει, σιωπᾶν ποιεῖ. ex Demosth. 19, 208 τὰ δʼ ἑξῆς τοῦ Εὐριπίδου ποῖὰ τινʼ ἐστίν; Eur. Phoen . 396 καὶ τοῦτο τῆς ἀβελτερίας ἀβελτερίας hic et infra Duebnerus: ἀβελτηρίας ἔγκλημα μᾶλλον ἢ τῆς φυγῆς ἐστιν. οὐ γὰρ οἱ μαθόντες οὐδʼ ἐπιστάμενοι χρῆσθαι τοῖς παροῦσιν, ἀλλʼ οἱ ἀεὶ τοῦ μέλλοντος ἐκκρεμάμενοι καὶ γλιχόμενοι τῶν ἀπόντων ὡς ἐπὶ σχεδίας διαφέρονται τῆς ἐλπίδος, κἂν μηδέποτε τοῦ τείχους ἐκτὸς προέλθωσι. ταῦτʼ ἢδη καὶ ἀχάριστα τοῦ Πολυνείκους, ἀτιμίαν μὲν εὐγενείας ἀφιλίαν δὲ τῆς φυγῆς κατηγοροῦντος, ὃς διὰ τὴν εὐγένειαν ἠξιώθη μὲν φυγὰς ὢν γάμων βασιλικῶν, φίλων δὲ συμμαχίᾳ καὶ δυνάμει τοσαύτῃ πεφραγμένος ἐστράτευσεν, ὡς αὐτὸς μετὰ μικρὸν ὁμολογεῖ πολλοὶ δὲ δὲ Euripides Δαναῶν καὶ Μυκηναίων ἄκροι Eur. Phoen . 430 πάρεισι, λυπρὰν χάριν ἀναγκαίαν δʼ ἐμοὶ διδόντες. ὅμοια δὲ καὶ τὰ τῆς μητρὸς ὀλοφυρομένης· ἐγὼ δέ σοι οὔτε πῦρ ἀνῆψα ἐγὼ δʼ οὔτε σοι πυρὸς ἀνῆψα φῶς ι νόμιμον ἐν γάμοις Euripides ib. 345 γόνιμον ἐν γάμοις, ἀνυμέναια δʼ Ἰσμηνὸς ἐκηδεύθη λουτροφόρου χλιδᾶς·. ταύτην ἔδει χαίρειν καὶ ἀγαπᾶν πυνθανομένην ναίοντα βασίλεια τηλικαῦτα τὸν υἱόν· ἡ δὲ θρηνοῦσα τὴν οὐκ ἀναφθεῖσαν λαμπάδα καὶ τὸν οὐ παρασχόντα λουτρὸν Ἰσμηνόν, ὡς ἐν Ἄργει μήθʼ ὕδωρ τῶν γαμούντων μήτε πῦρ ἐχόντων, τὰ τοῦ τύφου κακὰ καὶ τῆς ἀβελτερίας τῇ φυγῇ περιτίθησιν. ἀλλʼ ἐπονείδιστον ὁ φυγάς ἐστι; παρά γε τοῖς ἄφροσιν, οἳ καὶ τὸν πτωχὸν λοιδόρημα ποιοῦνται καὶ τὸν φαλακρὸν καὶ τὸν μικρόν, καὶ νὴ Δία τὸν ξένον καὶ τὸν μέτοικον. ἀλλὰ μὴν οἱ μὴ τούτοις ὑποφερόμενοι θαυμάζουσι τοὺς ἀγαθούς, κἂν πένητες ὦσι κἂν ξένοι κἂν φυγάδες. ἀλλʼ οὐχ ὁρῶμεν, ὥσπερ τὸν Παρθενῶνα καὶ τὸ Ἐλευσίνιον, οὕτω καὶ τὸ Θησεῖον ἅπαντας προσκυνοῦντας; καὶ μὴν ἔφυγε Θησεὺς ἐξ Ἀθηνῶν, διʼ ὃν ἥκουσι ἥκουσι *: οἰκοῦσι . quam coniecturam nunc video ab Emperio occupatam νῦν εἰς Ἀθήνας ἄνθρωποι, καὶ πόλιν ἀπέβαλεν ἣν οὐκ ἔσχεν ἀλλʼ αὐτὸς ἐποίησε. τῇ δʼ Ἐλευσῖνι τί λείπεται καλόν, ἂν αἰσχυνώμεθα τὸν Εὔμολπον, ὃς ἐκ Θρᾴκης μεταστὰς ἐμύησε καὶ μυεῖ τοὺς Ἕλληνας; Κόδρος δὲ τίνος ὢν ἐβασίλευσεν; οὐ Μελάνθου φυγάδος ἐκ Μεσσήνης; τὸ δὲ τοῦ Ἀντισθένους οὐκ ἐπαινεῖς πρὸς τὸν εἰπόντα ὅτι Φρυγία σού ἐστιν ἡ μήτηρ; καὶ γὰρ ἡ τῶν θεῶν τί οὖν οὐ καὶ σὺ λοιδορούμενος φυγὰς ἀποκρίνῃ καὶ γὰρ ὁ τοῦ Ἡρακλέους τοῦ καλλινίκου πατὴρ φυγὰς ἦν, καὶ ὁ τοῦ Διονύσου πάππος, ὡς ἐξεπέμφθη τὴν Εὐρώπην ἀνευρεῖν, οὐδʼ αὐτὸς ἐπανῆλθε Φοίνιξ πεφυκώς, ἐκ· δʼ ὁρίζεται ἐκ δʼ ὁρίζεται ex ἐκ δʼ ἀμείβεται (vid. Nauck. p. 627) consulto effecit Plutarchus, ut ad γένος apposite subiungeret: εὔιον ὀρσιγύναικα κἑ. cf. Paus. 3, 24, 3 γένος,ʼ εἰς τὰς Θήβας παραγενόμενος, εὔιον ὀρσιγύναικα εὐήνορσι γυναῖκα - θύοντα mei codd. correxi ex p. 389 b Διόνυσον μαινομέναις ἀνθέοντα τιμαῖς; καὶ περὶ μὲν ὧν Αἰσχύλος Αἰσχύλος ] Suppl. 214 ᾐνίξατο καὶ ὑπεδήλωσεν εἰπών ἁγνόν τʼ Ἀπόλλω Ἀπόλλω M: ἀπόλλωνος φυγάδʼ ἀπʼ οὐρανοῦ θεόν εὔστομά μοι κείσθω καθʼ Ἡρόδοτον· ὁ δʼ Ἐμπεδοκλῆς Ἐμπεδοκλῆς ] Mullach. 1 p. 1 ἐν ἀρχῇ τῆς φιλοσοφίας προαναφωνήσας ἔστιν ἔστιν R: ἔστι τί ἀνάγκης χρῆμα, θεῶν ψήφισμα παλαιόν, εὖτὲ τις ἀμπλακίῃσι φόνῳ φίλα γυῖα μιήνῃ μιήνῃ ] μιν codd. mei , δαίμονες δαίμονες κἑ ] δαίμων οἵτε βίοιο λελόγχασι μακραίωνος Mullachius οἵ τε μακραίωνος μακραίωνος Karstenius: μακραίωνες λελόγχασι βίοιο· τρίς μιν μυρίας ὥρας ἀπὸ μακάρων ἀλάλησθαι. τὴν τὴν ] intellegit ὁδὸν Karstenius. ὡς dat Philoponus καὶ ἐγὼ νῦν εἶμι εἶμι Philoponus: εἰμὶ φυγὰς θεόθεν καὶ ἀλήτης· οὐχ ἑαυτόν, ἀλλʼ ἀφʼ ἑαυτοῦ πάντας ἀποδείκνυσι μετανάστας ἐνταῦθα καὶ ξένους καὶ φυγάδας ἡμᾶς ὄντας. οὐ γὰρ αἷμα, φησίν, ἡμῖν οὐδὲ πνεῦμα συγκραθέν, ὦ ἄνθρωποι, ψυχῆς οὐσίαν καὶ ἀρχὴν παρέσχεν, ἀλλʼ ἐκ τούτων τὸ σῶμα συμπέπλασται γηγενὲς καὶ θνητόν· τῆς δὲ ψυχῆς ἀλλαχόθεν ἡκούσης δεῦρο, τὴν γένεσιν ἀποδημίαν ὑποκορίζεται τῷ πραοτάτῳ τῶν ὀνομάτων· τὸ δʼ ἀληθέστατον, φεύγει καὶ πλανᾶται θείοις ἐλαυνομένη δόγμασι καὶ νόμοις· εἶθʼ, ὥσπερ ἐν νήσῳ σάλον ἐχούσῃ πολύν, καθάπερ φησὶν ὁ Πλάτων Πλάτων ] Phaedr . p. 250 c , ὀστρέου τρόπον ἐνδεδεμένη τῷ σώματι διὰ τὸ μὴ ἀναφέρειν μηδὲ μνημονεύειν μὴ ἀναφέρειν μηδὲ μνημονεύειν Stobaeus 40, 5: μὴ μνημονεύειν μηδὲ ἀναφέρειν ἐξ οἵης τιμῆς τε καὶ ὅσσου ὄσσου Stobaeus: ὅσου μήκεος ὄλβου vid. Mullach. 1. 1. μεθέστηκεν, οὐ Σάρδεων Ἀθήνας οὐδὲ Κορίνθου Λῆμνον ἢ Σκῦρον ἀλλʼ οὐρανοῦ καὶ σελήνης γῆν ἀμειψαμένη καὶ τὸν ἐπὶ γῆς βίον, ἐὰν ἐὰν idem: ἵνα μικρὸν ἐνταῦθα τόπον ἐκ τόπου παραλλάξῃ, δυσανασχετεῖ καὶ ξενοπαθεῖ, καθάπερ φυτὸν ἀγεννὲς ἀγεννὲς ] εὐγενὲς R ἀπομαραινομένη. καίτοι φυτῷ μὲν ἔστι τις χώρα μᾶλλον ἑτέρας ἑτέρα πρόσφορος, ἐν ᾗ τρέφεται καὶ βλαστάνει βέλτιον· ἀνθρώπου δʼ οὐδεὶς ἀφαιρεῖται τόπος εὐδαιμονίαν, ὥσπερ οὐδʼ ἀρετὴν οὐδὲ φρόνησιν, ἀλλʼ Ἀναξαγόρας μὲν ἐν τῷ δεσμωτηρίῳ τὸν τοῦ κύκλου τετραγωνισμὸν ἔγραφε, Σωκράτης δὲ φάρμακον πίνων ἐφιλοσόφει καὶ παρεκάλει φιλοσοφεῖν τοὺς συνήθεις, εὐδαιμονιζόμενος ὑπʼ αὐτῶν· τὸν δὲ Φαέθοντα καὶ τὸν Τάνταλον εἰς τὸν οὐρανὸν ἀναβάντας οἱ ποιηταὶ λέγουσι ταῖς μεγίσταις συμφοραῖς περιπεσεῖν διὰ τὴν ἀφροσύνην.