<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg110.perseus-grc2" type="edition" xml:lang="grc"><div n="14" subtype="section" type="textpart"><p rend="indent">εἰ δὲ φήσει τις ὅτι δόξαν οὗτοι καὶ τιμὰς ἐθήρευον, ἐπὶ τοὺς σοφοὺς ἐλθὲ καὶ τὰς· σοφὰς Ἀθήνησι σχολὰς καὶ διατριβάς· ἀναπέμπασαι τὰς ἐν Λυκείῳ τὰς ἐν Ἀκαδημείᾳ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἀκαδημείᾳ</foreign> *: <foreign xml:lang="grc">ἀκαδημίᾳ</foreign> </note>, τὴν Στοὰν τὸ Παλλάδιον <milestone n="15" unit="tlnum"/> τὸ Ὠδεῖον. εἰ τὴν Περιπατητικὴν ἀσπάζῃ μάλιστα καὶ τεθαύμακας, Ἀριστοτέλης ἦν ἐκ Σταγείρων, <milestone n="605b" unit="stephpage" xml:id="stephpage-605b"/>Θεόφραστος ἐξ Ἐρέσου<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἐρέσου</foreign> Basileensis: <foreign xml:lang="grc">ἐφέσου</foreign> </note>, Στράτων ἐκ Λαμψάκου, Γλύκων ἐκ Τρωάδος, Ἀρίστων ἐκ Κέω, Κριτόλαος Φασηλίτης· εἰ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">εἰ</foreign>] <foreign xml:lang="grc">εἰς</foreign> mei codd.</note> τὴν Στωικήν, Ζήνων Κιτιεύς, Κλεάνθης <milestone n="20" unit="tlnum"/>Ἄσσιος,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἄσσιος</foreign> S: <foreign xml:lang="grc">λύσιος</foreign> </note> Χρύσιππος Σολεύς, Διογένης Βαβυλώνιος, Ἀντίπατρος Ταρσεύς· ὁ δʼ Ἀθηναῖος Ἀρχέδημος εἰς τὴν Πάρθων μεταστὰς ἐν Βαβυλῶνι Στωικὴν διαδοχὴν ἀπέλιπε. τίς οὖν τούτους ἐδίωξεν; οὐδείς· ἀλλʼ αὐτοὶ διώκοντες ἡσυχίαν, ἧς οὐ πάνυ <milestone n="25" unit="tlnum"/> μέτεστιν οἴκοι τοῖς ἡντιναοῦν δόξαν ἢ δύναμιν ἔχουσι, <pb xml:id="v.3.p.567"/> τὰ μὲν ἄλλα λόγοις τοῦτο δʼ ἔργοις ἡμᾶς διδάσκουσι. καὶ γὰρ νῦν οἱ δοκιμώτατοι καὶ κράτιστοι ζῶσιν <milestone n="605c" unit="stephpage" xml:id="stephpage-605c"/> ἐπὶ ξένης, οὐ μετασταθέντες ἀλλὰ μεταστάντες, οὐδὲ φυγαδευθέντες ἀλλὰ φυγόντες αὐτοὶ πράγματα καὶ <milestone n="5" unit="tlnum"/> περισπασμοὺς καὶ ἀσχολίας, ἃς αἱ πατρίδες φέρουσι. καὶ γὰρ τοῖς παλαιοῖς; ὡς ἔοικεν αἱ Μοῦσαι τὰ κάλλιστα τῶν συνταγμάτων καὶ δοκιμώτατα φυγὴν λαβοῦσαι συνεργὸν ἐπετέλεσαν. Θουκυδίδης Ἀθηναῖος συνέγραψε τὸν πόλεμον τῶν Πελοποννησίων καὶ Ἀθηναίων <milestone n="10" unit="tlnum"/> ἐν Θρᾴκῃ περὶ τὴν Σκαπτὴν ὕλην· Ξενοφῶν ἐν Σκιλλοῦντι τῆς Ἠλείας, Φίλιστος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">φίλιππος</foreign> mei codd.</note> ἐν Ἠπείρῳ, Τίμαιος ὁ Ταυρομενίτης ἐν Ἀθήναις, Ἀνδροτίων Ἀθηναῖος <milestone n="605d" unit="stephpage" xml:id="stephpage-605d"/> ἐν Μεγάροις, Βακχυλίδης ὁ ποιητὴς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ποιητὴς</foreign>] <foreign xml:lang="grc">Ἰουλιήτης</foreign> Cobetus</note> ἐν Πελοποννήσῳ, πάντες οὗτοι καὶ πλείονες ἄλλοι τῶν πατρίδων <milestone n="15" unit="tlnum"/> ἐκπεσόντες οὐκ ἀπέγνωσαν οὐδʼ ἔρριψαν ἑαυτούς, ἀλλʼ ἐχρήσαντο ταῖς εὐφυΐαις ἐφόδιον παρὰ τῆς τύχης τὴν φυγὴν λαβόντες, διʼ ἣν πανταχοῦ καὶ τεθνηκότες μνημονεύονται· τῶν δʼ ἐκβαλόντων καὶ καταστασιασάντων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καταστασιασάντων</foreign> Emperius: <foreign xml:lang="grc">στασιασάντων</foreign> </note> οὐδὲ εἷς λόγος οὐδενὸς ἀπολέλειπται <milestone n="20" unit="tlnum"/>. </p></div><div n="15" subtype="section" type="textpart"><p rend="indent">διὸ καὶ γελοῖός ἐστιν ὁ νομίζων ἀδοξίαν τῇ φυγῇ προσεῖναι. τί λέγεις; ἄδοξός; ἐστι Διογένης ὃν ἰδὼν Ἀλέξανδρος ἐν ἡλίῳ καθήμενον ἐπιστὰς ἠρώτησεν, εἴ τινος δεῖται· τοῦ δὲ μηδὲν ἀλλʼ ἢ <milestone n="25" unit="tlnum"/> σμικρὸν ἀποσκοτίσαι κελεύσαντος, ἐκπλαγεὶς τὸ φρόνημα πρὸς τοὺς φίλους εἶπεν <q>εἰ μὴ Ἀλέξανδρος ἤμην, Διογένης; ἂν ἤμην;</q> ἠδόξει δὲ Κάμιλλος ἐκ <pb xml:id="v.3.p.568"/> τῆς Ῥώμης ἐλαυνόμενος, ἧς δεύτερος κτίστης νῦν ἀναγορεύεται; καὶ μὴν Θεμιστοκλῆς οὐ τὴν ἐν τοῖς Ἕλλησι δόξαν φυγὼν ἀπέβαλεν ἀλλὰ τὴν ἐν τοῖς βαρβάροις προσέλαβε· καὶ οὐδείς ἐστιν οὕτως ἀφιλότιμος <milestone n="5" unit="tlnum"/> οὐδʼ ἀγεννής, ὃς μᾶλλον ἂν ἐβούλετο Λεωβάτης ὁ γραψάμενος ἢ Θεμιστοκλῆς ὁ φυγαδευθεὶς εἶναι, καὶ Κλώδιος ὁ ἐκβαλὼν ἢ Κικέρων ὁ ἐκβληθείς, καὶ Ἀριστοφῶν ὁ κατηγορήσας ἢ Τιμόθεος ὁ μεταστὰς ἐκ τῆς πατρίδος. <milestone n="10" unit="tlnum"/> </p></div></div></body></text></TEI>