ὁ μὲν οὖν Ζήνων, πυθόμενος ἣν ἔτι λοιπὴν εἶχε ναῦν μετὰ τῶν φορτίων καταπεπομένην ὑπὸ τῆς θαλάσσης, εὖγʼ εἶπεν ὦ τύχη, ποιεῖς, εἰς τρίβωνα καὶ βίον φιλόσοφον συνελαύνουσʼ ἡμᾶς. ἀνὴρ δὲ μὴ τετυφωμένος παντάπασι μηδʼ ὀχλομανῶν οὐκ ἂν οἶμαι τὴν τύχην μέμψαιτο συνελαυνόμενος εἰς νῆσον, ἀλλʼ ἐπαινέσειεν ὅτι τὸν πολὺν ἄλυν καὶ ῥέμβον ἑαυτοῦ καὶ πλάνας ἐν ἀποδημίαις καὶ κινδύνους ἐν θαλάσσῃ καὶ κινδύνους ἐν θαλάσσῃ ] om. mei codd. καὶ θορύβους ἐν ἀγορᾷ περιελοῦσα, μόνιμον καὶ σχολαῖον καὶ ἀπερίσπαστον καὶ ἴδιον ἲδιον ] bene habere vid. βίον ὡς ἀληθῶς δίδωσι, κέντρῳ καὶ διαστήματι περιγράψασα τὴν τῶν ἀναγκαίων χρείαν. τῇ τῶν ἀν. χρείᾳ R ποία γὰρ νῆσος οἰκίαν οὐκ ἔχει περίπατον λουτρὸν ἰχθῦς λαγωοὺς ἄγρᾳ καὶ παιδιᾷ χρῆσθαι βουλομένοις; τὸ τὸ \ τὸ δὲ an καὶ τὸ ? μέγιστον, ἡσυχίας, ἧς διψῶσιν ἕτεροι, σοὶ πολλάκις πολλάκις ] transponit post ἕτεροι R τυχεῖν ἔνεστιν ἀλλὰ πεττεύοντας καὶ ἀποκρυπτομένους οἴκοι συκοφάνται καὶ πολυπράγμονες ἐξιχνεύοντες καὶ διώκοντες ἐκ τῶν προαστείων καὶ τῶν κήπων εἰς ἀγορὰν καὶ εἰς αὐλὴν βίᾳ κατάγουσιν· εἰς δὲ νῆσον οὐκ ἐνοχλῶν τις οὐκ αἰτῶν οὐ δανειζόμενος οὐκ ἐγγυήσασθαι παρακαλῶν οὐ συναρχαιρεσιάσαι, διʼ εὔνοιαν δὲ καὶ πόθον οἱ βέλτιστοι τῶν ἀναγκαίων καὶ οἰκείων πλέουσιν· ὁ δʼ ἄλλος βίος ἄσυλος καὶ ἱερὸς ἀνεῖται τῷ βουλομένῳ καὶ μεμαθηκότι σχολάζειν. ὁ δὲ τοὺς περιτρέχοντας ἔξω καὶ τοῦ βίου τὸ πλεῖστον ἐν πανδοκείοις καὶ πορθμείοις πορθμείοις *: πορθμίοις ἀναλίσκοντας εὐδαιμονίζων, ὅμοιός ἐστι τῷ τοὺς πλάνητας οἰομένῳ τῶν ἀπλανῶν ἀστέρων πράττειν ἄμεινον· καίτοι τῶν πλανήτων ἕκαστος ἐν μιᾷ σφαίρᾳ καθάπερ ἐν νήσῳ περιπολῶν διαφυλάττει τὴν τάξιν ἥλιος γὰρ οὐχ ὑπερβήσεται τὰ τὰ R μέτρα φησὶν ὁ Ἡράκλειτος· Ἡράκλειτος ] Bywater. p. 12 εἰ δὲ μή, Ἐρινύες ἐριννύες mei μιν Δίκης ἐπίκουροι ἐξευρήσουσιν.