ὁ μὲν οὖν Ζήνων, πυθόμενος ἣν ἔτι λοιπὴν εἶχε ναῦν μετὰ τῶν φορτίων καταπεπομένην ὑπὸ τῆς θαλάσσης, εὖγʼ εἶπεν ὦ τύχη, ποιεῖς, εἰς τρίβωνα καὶ βίον φιλόσοφον συνελαύνουσʼ ἡμᾶς. ἀνὴρ δὲ μὴ τετυφωμένος παντάπασι μηδʼ ὀχλομανῶν οὐκ ἂν οἶμαι τὴν τύχην μέμψαιτο συνελαυνόμενος εἰς νῆσον, ἀλλʼ ἐπαινέσειεν ὅτι τὸν πολὺν ἄλυν καὶ ῥέμβον ἑαυτοῦ καὶ πλάνας ἐν ἀποδημίαις καὶ κινδύνους ἐν θαλάσσῃ καὶ κινδύνους ἐν θαλάσσῃ ] om. mei codd. καὶ θορύβους ἐν ἀγορᾷ περιελοῦσα, μόνιμον καὶ σχολαῖον καὶ ἀπερίσπαστον καὶ ἴδιον ἲδιον ] bene habere vid. βίον ὡς ἀληθῶς δίδωσι, κέντρῳ καὶ διαστήματι περιγράψασα τὴν τῶν ἀναγκαίων χρείαν. τῇ τῶν ἀν. χρείᾳ R ποία γὰρ νῆσος οἰκίαν οὐκ ἔχει περίπατον λουτρὸν ἰχθῦς λαγωοὺς ἄγρᾳ καὶ παιδιᾷ χρῆσθαι βουλομένοις; τὸ τὸ \ τὸ δὲ an καὶ τὸ ? μέγιστον, ἡσυχίας, ἧς διψῶσιν ἕτεροι, σοὶ πολλάκις πολλάκις ] transponit post ἕτεροι R τυχεῖν ἔνεστιν ἀλλὰ πεττεύοντας καὶ ἀποκρυπτομένους οἴκοι συκοφάνται καὶ πολυπράγμονες ἐξιχνεύοντες καὶ διώκοντες ἐκ τῶν προαστείων καὶ τῶν κήπων εἰς ἀγορὰν καὶ εἰς αὐλὴν βίᾳ κατάγουσιν· εἰς δὲ νῆσον οὐκ ἐνοχλῶν τις οὐκ αἰτῶν οὐ δανειζόμενος οὐκ ἐγγυήσασθαι παρακαλῶν οὐ συναρχαιρεσιάσαι, διʼ εὔνοιαν δὲ καὶ πόθον οἱ βέλτιστοι τῶν ἀναγκαίων καὶ οἰκείων πλέουσιν· ὁ δʼ ἄλλος βίος ἄσυλος καὶ ἱερὸς ἀνεῖται τῷ βουλομένῳ καὶ μεμαθηκότι σχολάζειν. ὁ δὲ τοὺς περιτρέχοντας ἔξω καὶ τοῦ βίου τὸ πλεῖστον ἐν πανδοκείοις καὶ πορθμείοις πορθμείοις *: πορθμίοις ἀναλίσκοντας εὐδαιμονίζων, ὅμοιός ἐστι τῷ τοὺς πλάνητας οἰομένῳ τῶν ἀπλανῶν ἀστέρων πράττειν ἄμεινον· καίτοι τῶν πλανήτων ἕκαστος ἐν μιᾷ σφαίρᾳ καθάπερ ἐν νήσῳ περιπολῶν διαφυλάττει τὴν τάξιν ἥλιος γὰρ οὐχ ὑπερβήσεται τὰ τὰ R μέτρα φησὶν ὁ Ἡράκλειτος· Ἡράκλειτος ] Bywater. p. 12 εἰ δὲ μή, Ἐρινύες ἐριννύες mei μιν Δίκης ἐπίκουροι ἐξευρήσουσιν. ἀλλὰ ταῦτα μέν, ὦ φίλε, καὶ τὰ τοιαῦτα πρὸς ἐκείνους λέγωμεν κἀκείνοις ἐπᾴδωμεν, οἷς εἰς νῆσον ἀπῳκισμένοις ἀνεπίμικτα ποιεῖ τἄλλα τἄλλα *: τὰ ἄλλα ; πόντος ἁλὸς, ὃ πολεῖς πόντος - πολεῖς ] ἀλὸς πολιῆς ὃ πολέας Hom. Φ 59 ἀέκοντας ἐρύκει· σοὶ δʼ οὐχ ἑνὸς δεδομένου μόνον, μόνον ] μόνου Duebnerus. Deleverim ἀλλʼ ἀπειρημένου τόπου, πασῶν ἐστιν ἐξουσία πόλεων ἡ μιᾶς κώλυσις. ἀλλὰ μὴν τῷ οὐκ ἄρχομεν οὐδὲ βουλεύομεν οὐδʼ ἀγωνοθετοῦμεν ἀντίθες ἀντίθες scripsi cum Emperio: ἂν ἀντιθῇς τὸ οὐ στασιάζομεν οὐδʼ οὐδʼ Stegmannus: οὐκ ἀναλίσκομεν οὐδὲ προσηρτήμεθα θύραις ἡγεμόνος· οὐδὲν οὖν οὐδὲν οὖν R: οὐδὲ νῦν μέλει ἡμῖν ἡμῖν μέλει Benselerus , ὅστις ὁ κεκληρωμένος τὴν ἐπαρχίαν ἐστίν, εἰ ἀκράχολος ἀκράχολος *: ἀκρόχολος εἰ ἐπαχθής. ἀλλʼ ἀλλʼ Basileensis: ἀλλʼ ὡς . unde ἐπαχθὴς ἄλλως, ἀλλʼ R ἡμεῖς, καθάπερ Ἀρχίλοχος τῆς Θάσου τὰ καρποφόρα καὶ οἰνόπεδα παρορῶν, διὰ τὸ τραχὺ καὶ ἀνώμαλον διέβαλε τὴν νῆσον εἰπών ἣδε δʼ ὥστʼ ὄνου ῥάχις Bergk. 2 p. 389 ἕστηκεν ὕλης; ἀγρίας ἐπιστεφής, οὕτω τῆς φυγῆς πρὸς ἓν μέρος τὸ ἄδοξον ἐντεινόμενοι παρορῶμεν τὴν ἀπραγμοσύνην καὶ τὴν σχολὴν καὶ τὴν ἐλευθερίαν. καίτοι τούς γε Περσῶν βασιλέας ἐμακάριζον ἐν Βαβυλῶνι τὸν χειμῶνα διάγοντας, ἐν δὲ Μηδίᾳ τὸ θέρος, ἐν δὲ Σούσοις τὸ ἥδιστον τοῦ ἔαρος. ἔξεστι δήπου δέ που R. malim δὲ δήπου καὶ τῷ, μεθεστῶτι μυστηρίοις ἐν Ἐλευσῖνι διατρίβειν Διονυσίοις ἐν Ἀθήναις, Ὀλύμπιʼ ἐν Πίσῃ Νέμεʼ ἐν Ἀθήναις, Ὀλύμπιʼ ἐν Πίσῃ, Νέμεʼ ἐν ego addidi Ἄργει πανηγυρίζειν, Πυθίων ἀγομένων εἰς Δελφοὺς παρελθεῖν, Ἰσθμίων εἰς Κόρινθον, ἄνπερ ᾖ φιλοθέωρος· εἰ δὲ μή, σχολὴ περίπατος ἀνάγνωσις ὕπνος ἀθορύβητος· τὸ τοῦ Διογένους Ἀριστοτέλης ἀριστᾷ, ὅταν δοκῇ Φιλίππῳ, Διογένης, ὅταν Διογένει μήτε πραγματείας μήτʼ ἄρχοντος μήθʼ ἡγεμόνος τὴν συνήθη δίαιταν περισπῶντος. διὰ τοῦτο τῶν φρονιμωτάτων καὶ σοφωτάτων ὀλίγους ἂν εὕροις ἐν ταῖς ἑαυτῶν πατρίσι κεκηδευμένους, οἱ δὲ πλεῖστοι μηδενὸς ἀναγκάζοντος αὐτοὶ τὸ ἀγκύριον ἀγκύριον ] ἀκάτιον Cobetus ἀράμενοι μεθωρμίσαντο τοὺς βίους καὶ μετέστησαν οἱ μὲν εἰς Ἀθήνας οἱ δʼ ἐξ Ἀθηνῶν. τίς γὰρ εἴρηκε τῆς ἑαυτοῦ πατρίδος ἐγκώμιον τοιοῦτον, οἷον Εὐριπίδης; Εὐριπίδης ] Nauck. p. 467 ᾗ πρῶτα μὲν λεὼς οὐκ ἐπακτὸς ἄλλοθεν, αὐτόχθονες δʼ ἔφυμεν· αἱ δʼ ἄλλαι πόλεις πεσσῶν ὁμοίως διαφορηθεῖσαι βολαῖς, ἄλλαι παρʼ ἄλλων εἰσὶν εἰσαγώγιμοι. εἰσαγώγιμοι Lycurgus in Leocratea $ 100: ἀγώγιμοι εἰ δὲ πάρεργον εἰ δʼ ἐκ παρέργου idem χρή τι κομπάσαι, γύναι, γυναῖκες mei codd. Nauck. p. 677 οὐρανὸν ὑπὲρ γῆς ἔχομεν εὖ κεκραμένον κεκραμένον X: συγκεκραμένον ἵνʼ οὔτʼ ἄγαν πῦρ οὔτε χεῖμα συμπίτνει. συμπίτνει Nauckius: συμπιτνεῖ ἃ δʼ Ἑλλὰς Ἀσία τʼ ἐκτρέφει τʼ ἐκτρέφει Musgravius: τε τρέφει κάλλιστα γῆς, δέλεαρ γῆς, δέλεαρ *: τῆς δὲ ἔλεαρ ἔχοντες τήνδε τήνδε Lobeckius συνθηρεύομεν ἀλλʼ ὁ ταῦτα γράψας εἰς Μακεδονίαν ᾤχετο καὶ παρʼ Ἀρχελάῳ κατεβίωσεν. ἀκήκοας δὲ δήπου δὲ δήπου W: διʼ ἐπῶν καὶ τουτὶ τοὐπιγραμμάτιον τὸ ἐπιγραμμάτιον codd. Αἰσχύλον Εὐφορίωνος Ἀθηναῖον τόδε κεύθει μνῆμα καταφθίμενον πυροφόροιο Γέλας καὶ γὰρ καὶ οὗτος εἰς Σικελίαν ἀπῆρε καὶ Σιμωνίδης πρότερον. τὸ δʼ Ἡροδότου Ἁλικαρνησέος Ἀλικαρνησέος *: ἀλικαρνασέως ἱστορίης ἀπόδεξις ἀπόδεξις *: ἀπόδειξις ἥδε ἤδε ] τόδε mei codd. πολλοὶ μεταγράφουσιν ʽ Ἡροδότου Θουρίοὐ· μετῴκησε γὰρ εἰς Θουρίους Θουρίους X: θούρους καὶ τῆς ἀποικίας ἐκείνης μετέσχε. τὸ δʼ ἱερὸν καὶ δαιμόνιον ἐν μούσαις πνεῦμα, Φρυγίας κοσμήτορα μάχας Ὅμηρον, οὐ τοῦτο πεποίηκε πολλαῖς ἀμφισβητήσιμον πόλεσιν, ὅτι μὴ μιᾶς ἐστιν ἐγκωμιαστής; καὶ ξενίου Διὸς πολλαὶ τιμαὶ καὶ μεγάλαι. εἰ δὲ φήσει τις ὅτι δόξαν οὗτοι καὶ τιμὰς ἐθήρευον, ἐπὶ τοὺς σοφοὺς ἐλθὲ καὶ τὰς· σοφὰς Ἀθήνησι σχολὰς καὶ διατριβάς· ἀναπέμπασαι τὰς ἐν Λυκείῳ τὰς ἐν Ἀκαδημείᾳ Ἀκαδημείᾳ *: ἀκαδημίᾳ , τὴν Στοὰν τὸ Παλλάδιον τὸ Ὠδεῖον. εἰ τὴν Περιπατητικὴν ἀσπάζῃ μάλιστα καὶ τεθαύμακας, Ἀριστοτέλης ἦν ἐκ Σταγείρων, Θεόφραστος ἐξ Ἐρέσου Ἐρέσου Basileensis: ἐφέσου , Στράτων ἐκ Λαμψάκου, Γλύκων ἐκ Τρωάδος, Ἀρίστων ἐκ Κέω, Κριτόλαος Φασηλίτης· εἰ εἰ ] εἰς mei codd. τὴν Στωικήν, Ζήνων Κιτιεύς, Κλεάνθης Ἄσσιος, Ἄσσιος S: λύσιος Χρύσιππος Σολεύς, Διογένης Βαβυλώνιος, Ἀντίπατρος Ταρσεύς· ὁ δʼ Ἀθηναῖος Ἀρχέδημος εἰς τὴν Πάρθων μεταστὰς ἐν Βαβυλῶνι Στωικὴν διαδοχὴν ἀπέλιπε. τίς οὖν τούτους ἐδίωξεν; οὐδείς· ἀλλʼ αὐτοὶ διώκοντες ἡσυχίαν, ἧς οὐ πάνυ μέτεστιν οἴκοι τοῖς ἡντιναοῦν δόξαν ἢ δύναμιν ἔχουσι, τὰ μὲν ἄλλα λόγοις τοῦτο δʼ ἔργοις ἡμᾶς διδάσκουσι. καὶ γὰρ νῦν οἱ δοκιμώτατοι καὶ κράτιστοι ζῶσιν ἐπὶ ξένης, οὐ μετασταθέντες ἀλλὰ μεταστάντες, οὐδὲ φυγαδευθέντες ἀλλὰ φυγόντες αὐτοὶ πράγματα καὶ περισπασμοὺς καὶ ἀσχολίας, ἃς αἱ πατρίδες φέρουσι. καὶ γὰρ τοῖς παλαιοῖς; ὡς ἔοικεν αἱ Μοῦσαι τὰ κάλλιστα τῶν συνταγμάτων καὶ δοκιμώτατα φυγὴν λαβοῦσαι συνεργὸν ἐπετέλεσαν. Θουκυδίδης Ἀθηναῖος συνέγραψε τὸν πόλεμον τῶν Πελοποννησίων καὶ Ἀθηναίων ἐν Θρᾴκῃ περὶ τὴν Σκαπτὴν ὕλην· Ξενοφῶν ἐν Σκιλλοῦντι τῆς Ἠλείας, Φίλιστος φίλιππος mei codd. ἐν Ἠπείρῳ, Τίμαιος ὁ Ταυρομενίτης ἐν Ἀθήναις, Ἀνδροτίων Ἀθηναῖος ἐν Μεγάροις, Βακχυλίδης ὁ ποιητὴς ποιητὴς ] Ἰουλιήτης Cobetus ἐν Πελοποννήσῳ, πάντες οὗτοι καὶ πλείονες ἄλλοι τῶν πατρίδων ἐκπεσόντες οὐκ ἀπέγνωσαν οὐδʼ ἔρριψαν ἑαυτούς, ἀλλʼ ἐχρήσαντο ταῖς εὐφυΐαις ἐφόδιον παρὰ τῆς τύχης τὴν φυγὴν λαβόντες, διʼ ἣν πανταχοῦ καὶ τεθνηκότες μνημονεύονται· τῶν δʼ ἐκβαλόντων καὶ καταστασιασάντων καταστασιασάντων Emperius: στασιασάντων οὐδὲ εἷς λόγος οὐδενὸς ἀπολέλειπται . διὸ καὶ γελοῖός ἐστιν ὁ νομίζων ἀδοξίαν τῇ φυγῇ προσεῖναι. τί λέγεις; ἄδοξός; ἐστι Διογένης ὃν ἰδὼν Ἀλέξανδρος ἐν ἡλίῳ καθήμενον ἐπιστὰς ἠρώτησεν, εἴ τινος δεῖται· τοῦ δὲ μηδὲν ἀλλʼ ἢ σμικρὸν ἀποσκοτίσαι κελεύσαντος, ἐκπλαγεὶς τὸ φρόνημα πρὸς τοὺς φίλους εἶπεν εἰ μὴ Ἀλέξανδρος ἤμην, Διογένης; ἂν ἤμην; ἠδόξει δὲ Κάμιλλος ἐκ τῆς Ῥώμης ἐλαυνόμενος, ἧς δεύτερος κτίστης νῦν ἀναγορεύεται; καὶ μὴν Θεμιστοκλῆς οὐ τὴν ἐν τοῖς Ἕλλησι δόξαν φυγὼν ἀπέβαλεν ἀλλὰ τὴν ἐν τοῖς βαρβάροις προσέλαβε· καὶ οὐδείς ἐστιν οὕτως ἀφιλότιμος οὐδʼ ἀγεννής, ὃς μᾶλλον ἂν ἐβούλετο Λεωβάτης ὁ γραψάμενος ἢ Θεμιστοκλῆς ὁ φυγαδευθεὶς εἶναι, καὶ Κλώδιος ὁ ἐκβαλὼν ἢ Κικέρων ὁ ἐκβληθείς, καὶ Ἀριστοφῶν ὁ κατηγορήσας ἢ Τιμόθεος ὁ μεταστὰς ἐκ τῆς πατρίδος.