ὅπου γὰρ οὐ φαύλως δοκεῖ λέγειν ὁ Καλλίμαχος Καλλίμαχος ] fr. 481 ed. Schneiderus τό μὴ μετρεῖν μετρεῖν ] om. mei σχοίνῳ Περσίδι τὴν σοφίην; ἦπου τὴν εὐδαιμονίαν σχοίνοις καὶ παρασάγγαις μετροῦντες, ἐὰν νῆσον οἰκῶμεν διακοσίων σταδίων, ἀλλὰ μὴ τεσσάρων ἡμερῶν ὥσπερ ἡ Σικελία περίπλουν ἔχουσαν, ὀδυνᾶν ἑαυτοὺς καὶ θρηνεῖν ὀφείλομεν ὡς κακοδαιμονοῦντες; τί γὰρ ἡ πλατεῖα χώρα πρὸς τὸν ἄλυπον βίον; οὐκ ἀκούεις τοῦ Ταντάλου λέγοντος ἐν τῇ τραγῳδίᾳ σπείρω δʼ ἄρουραν δώδεχʼ ἡμερῶν ὁδόν, Nauck. p. 52 Βερέκυντα Βερέκυντα Strabo p. 580: βερέκυνθα χῶρον εἶτα μετʼ ὀλίγον λέγοντος οὑμὸς δὲ πότμος οὐμὸς δὲ πότμος Porsonus: θυμὸς δέ ποθʼ ἁμὸς οὐρανῷ κυρῶν ἄνω, ἔραζε πίπτει, καί με προσφωνεῖ τάδε· γίγνωσκε τἀνθρώπεια μὴ σέβειν ἄγαν; ὁ δὲ Ναυσίθοος τὴν εὐρύχωρον Ὑπέρειαν καταλιπὼν διὰ τὸ γειτνιᾶν τοὺς Κύκλωπας αὐτῇ, καὶ μεταστὰς εἰς νῆσον ἑκὰς ἀνδρῶν ἀνδρῶν Homerus ζ 8: ἄλλων ἀλφηστάων καὶ κατοικῶν ἀνεπίμικτος ἀνθρώπων ἀπάνευθε, πολυκλύστῳ ἐνὶ πόντῳ, id. ζ 204 τὸν ἥδιστον παρεσκεύασε βίον τοῖς ἑαυτοῦ πολίταις. τὰς δὲ Κυκλάδας πρότερον μὲν οἱ Μίνω παῖδες, ὕστερον δʼ οἱ Κόδρου καὶ Νείλεω κατῴκησαν, ἐν αἷς τὰ νῦν οἱ ἀνόητοι φυγάδες οἴονται κολάζεσθαι. καίτοι ποία ποία ] om. mei codd. φυγαδικὴ νῆσος οὐκ ἔστι πλατυτέρα τῆς Σκιλλουντίας χώρας, ἐν ᾗ Ξενοφῶν μετὰ τὴν στρατείαν τὸ λιπαρὸν εἶδε γῆρας; ἡ δʼ Ἀκαδήμεια, Ἀκαδήμεια *: ἀκαδημία τρισχιλίων χωρίδιον ἐωνημένον, οἰκητήριον ἦν Πλάτωνος καὶ Ξενοκράτους καὶ Πολέμωνος αὐτόθι σχολαζόντων καὶ καταβιούντων τὸν ἅπαντα χρόνον, πλὴν μίαν ἡμέραν, ἐν Ξενοκράτης καθʼ ἕκαστον ἔτος εἰς ἄστυ κατῄει Διονυσίων καινοῖς τραγῳδοῖς, ὡς ἔφασαν, τὴν ἑορτήν. Ἀριστοτέλην δὲ καὶ λελοιδόρηκε Θεόκριτος Θεόκριτος ] Mueller. 2 p. 86 ὁ Χῖος, ὅτι τὴν παρὰ Φιλίππῳ καὶ Ἀλεξάνδρῳ δίαιταν ἀγαπήσας εἵλετο ναίειν ἀντʼ Ἀκαδημείας Βορβόρου ἐν προχοαῖς. ἔστι γὰρ ποταμὸς περὶ Πέλλην, ὃν Μακεδόνες Βόρβορον καλοῦσι. τὰς δὲ νήσους ὥσπερ ἐπίτηδες ὑμνῶν καὶ συνιστὰς ἡμῖν ὁ ποιητής, Λῆμνον δʼ εἰσαφίκανε, πόλιν θείοιο Θόαντος· Hom. Ξ 230 καὶ ὅσσον Λέσβος ἄνω, μακάρων μακάρων ] Μάκαρος Homerus ἕδος, ἐντὸς ἐέργει· id. Ω 544 καί Σκῦρον ἑλὼν αἰπεῖαν, Ἐνυῆος πτολίεθρον· id. Ι 668 καὶ οἳ δʼ ἐκ Δουλιχίοιο Ἐχινάων θʼ ἱεράων ιδ. β 625 νήσων, αἳ ναίουσι πέρην ἁλὸς, Ἤλιδος ἄντα. καὶ τῶν ἐπιφανῶν ἀνδρῶν νῆσον οἰκεῖν φησι τὸν θεοφιλέστατον Αἴολον, τὸν σοφώτατον Ὀδυσσέα, τὸν ἀνδρειότατον Αἴαντα, τὸν φιλοξενώτατον Ἀλκίνουν. ὁ μὲν οὖν Ζήνων, πυθόμενος ἣν ἔτι λοιπὴν εἶχε ναῦν μετὰ τῶν φορτίων καταπεπομένην ὑπὸ τῆς θαλάσσης, εὖγʼ εἶπεν ὦ τύχη, ποιεῖς, εἰς τρίβωνα καὶ βίον φιλόσοφον συνελαύνουσʼ ἡμᾶς. ἀνὴρ δὲ μὴ τετυφωμένος παντάπασι μηδʼ ὀχλομανῶν οὐκ ἂν οἶμαι τὴν τύχην μέμψαιτο συνελαυνόμενος εἰς νῆσον, ἀλλʼ ἐπαινέσειεν ὅτι τὸν πολὺν ἄλυν καὶ ῥέμβον ἑαυτοῦ καὶ πλάνας ἐν ἀποδημίαις καὶ κινδύνους ἐν θαλάσσῃ καὶ κινδύνους ἐν θαλάσσῃ ] om. mei codd. καὶ θορύβους ἐν ἀγορᾷ περιελοῦσα, μόνιμον καὶ σχολαῖον καὶ ἀπερίσπαστον καὶ ἴδιον ἲδιον ] bene habere vid. βίον ὡς ἀληθῶς δίδωσι, κέντρῳ καὶ διαστήματι περιγράψασα τὴν τῶν ἀναγκαίων χρείαν. τῇ τῶν ἀν. χρείᾳ R ποία γὰρ νῆσος οἰκίαν οὐκ ἔχει περίπατον λουτρὸν ἰχθῦς λαγωοὺς ἄγρᾳ καὶ παιδιᾷ χρῆσθαι βουλομένοις; τὸ τὸ \ τὸ δὲ an καὶ τὸ ? μέγιστον, ἡσυχίας, ἧς διψῶσιν ἕτεροι, σοὶ πολλάκις πολλάκις ] transponit post ἕτεροι R τυχεῖν ἔνεστιν ἀλλὰ πεττεύοντας καὶ ἀποκρυπτομένους οἴκοι συκοφάνται καὶ πολυπράγμονες ἐξιχνεύοντες καὶ διώκοντες ἐκ τῶν προαστείων καὶ τῶν κήπων εἰς ἀγορὰν καὶ εἰς αὐλὴν βίᾳ κατάγουσιν· εἰς δὲ νῆσον οὐκ ἐνοχλῶν τις οὐκ αἰτῶν οὐ δανειζόμενος οὐκ ἐγγυήσασθαι παρακαλῶν οὐ συναρχαιρεσιάσαι, διʼ εὔνοιαν δὲ καὶ πόθον οἱ βέλτιστοι τῶν ἀναγκαίων καὶ οἰκείων πλέουσιν· ὁ δʼ ἄλλος βίος ἄσυλος καὶ ἱερὸς ἀνεῖται τῷ βουλομένῳ καὶ μεμαθηκότι σχολάζειν. ὁ δὲ τοὺς περιτρέχοντας ἔξω καὶ τοῦ βίου τὸ πλεῖστον ἐν πανδοκείοις καὶ πορθμείοις πορθμείοις *: πορθμίοις ἀναλίσκοντας εὐδαιμονίζων, ὅμοιός ἐστι τῷ τοὺς πλάνητας οἰομένῳ τῶν ἀπλανῶν ἀστέρων πράττειν ἄμεινον· καίτοι τῶν πλανήτων ἕκαστος ἐν μιᾷ σφαίρᾳ καθάπερ ἐν νήσῳ περιπολῶν διαφυλάττει τὴν τάξιν ἥλιος γὰρ οὐχ ὑπερβήσεται τὰ τὰ R μέτρα φησὶν ὁ Ἡράκλειτος· Ἡράκλειτος ] Bywater. p. 12 εἰ δὲ μή, Ἐρινύες ἐριννύες mei μιν Δίκης ἐπίκουροι ἐξευρήσουσιν.