<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg109.perseus-grc2" type="edition" xml:lang="grc"><div n="6" subtype="section" type="textpart"><p rend="indent">ταῦτα τοῦ Θεοκρίτου λέγοντος, ὁ Λεοντίδης <pb xml:id="v.3.p.495"/> ἐξῄει μετὰ
 τῶν φίλων· ἡμεῖς δʼ εἰσελθόντες ἠσπαζόμεθα τὸν Σιμμίαν ἐπὶ τῆς κλίνης
 καθεζόμενον, οὐ κατατετευχότα τῆς δεήσεως, οἶμαι, μάλα σύννουν καὶ
 διαλελυπημένον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">διαλελυπημένον</foreign>] fort. <foreign xml:lang="grc">λίαν</foreign> (vel <foreign xml:lang="grc">νὴ Δία</foreign>) <foreign xml:lang="grc">λελυπημένον</foreign></note>· ἀποβλέψας δὲ πρὸς ἅπαντας
<milestone n="5" unit="tlnum"/>
<milestone n="578d" unit="stephpage" xml:id="stephpage-578d"/> ἡμᾶς <q>ὦ
 Ἡράκλεις</q> εἶπεν <q>ἀγρίων καὶ βαρβάρων ἠθῶν εἶτʼ οὐχ ὑπέρευ
 Θαλῆς ὁ παλαιὸς ἀπὸ ξένης ἐλθὼν διὰ χρόνου, τῶν φίλων ἐρωτώντων ὅ
 τι καινότατον ἱστορήκοι, <q>τύραννον</q> ἔφη <q>γέροντα.</q> καὶ γὰρ ᾧ
 μηδὲν ἰδίᾳ συμβέβηκεν ἀδικεῖσθαι, τὸ βάρος
<milestone n="10" unit="tlnum"/> αὐτὸ καὶ τὴν σκληρότητα τῆς ὁμιλίας δυσχεραίνων ἐχθρός ἐστι τῶν
 ἀνόμων καὶ ἀνυπευθύνων δυναστειῶν. ἀλλὰ ταῦτα μὲν ἴσως θεῷ μελήσει
 τὸν δὲ ξένον ἴστε τὸν ἀφιγμένον, ὦ Καφισία, πρὸς ὑμᾶς ὅστις
 ἐστίν;</q> <q>οὐκ οἶδʼ</q> ἔφην ἐγώ <q>τίνα λέγεις. <q type="unspecified"/> καὶ
<milestone n="15" unit="tlnum"/> μήν</q> ἔφη <q>Λεοντίδης φησὶν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">φησὶν</foreign>
 Amyotus; sed malim <foreign xml:lang="grc">λέγει Λεοντίδης</foreign></note>
 ἄνθρωπον ὦφθαι παρὰ
<milestone n="578e" unit="stephpage" xml:id="stephpage-578e"/> τὸ Λύσιδος μνημεῖον ἐκ νυκτῶν ἀνιστάμενον, ἀκολουθίας πλήθει καὶ
 κατασκευῇ σοβαρόν, αὐτόθι κατηυλισμένον ἐπὶ στιβάδων φαίνεσθαι γὰρ
 ἄγνου καὶ μυρίκης χαμεύνας ἔτι δʼ ἐμπύρων λείψανα καὶ
<milestone n="20" unit="tlnum"/> χοὰς γάλακτος ἕωθεν δὲ πυνθάνεσθαι τῶν
 ἀπαντώντων, εἰ τοὺς Πολύμνιος παῖδας ἐνδημοῦντας εὑρήσει.</q> <q>καὶ τίς ἄν</q> εἶπον <q>ὁ ξένος εἴη; περιττῷ γὰρ ἀφʼ ὧν λέγεις
 τινὶ καὶ οὐκ ἰδιώτῃ προσέοικεν.</q> </p></div><div n="7" subtype="section" type="textpart"><p rend="indent"><q>οὐ γὰρ οὖν</q> εἶπεν ὁ Φειδόλαος· <q>ἀλλὰ τοῦτον
<milestone n="25" unit="tlnum"/> μέν, ὅταν ἥκῃ πρὸς ἡμᾶς, δεξόμεθα· νυνὶ δʼ
 ὑπὲρ ὧν ἀρτίως ἠποροῦμεν, ὦ Σιμμία, γραμμάτων, εἴ τι γιγνώσκεις
 πλεῖον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πλέον</foreign>?</note> ἐξάγγειλον ἡμῖν· λέγονται <pb xml:id="v.3.p.496"/>
<milestone n="578f" unit="stephpage" xml:id="stephpage-578f"/> γὰρ οἱ κατʼ
 Αἴγυπτον ἱερεῖς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἱερεῖς</foreign> Turnebus: <foreign xml:lang="grc">ἱερέες</foreign></note> τὰ γράμματα συμβαλεῖν τοῦ πίνακος, ἃ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἃ</foreign>] <foreign xml:lang="grc">ὃν</foreign> R</note> παρʼ ἡμῶν
 ἔλαβεν Ἀγησίλαος; τὸν Ἀλκμήνης τάφον ἀνασκευασάμενος.</q> καὶ ὁ
 Σιμμίας εὐθὺς ἀναμνησθεὶς <q>οὐκ οἶδʼ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οἷδα</foreign>] <foreign xml:lang="grc">εἶδον</foreign> Amyotus</note></q> ἔφη <q>τὸν πίνακα τοῦτον,
<milestone n="5" unit="tlnum"/> ὦ Φειδόλαε· γράμματα δὲ πολλὰ παρʼ
 Ἀγησιλάου κομίζων Ἀγητορίδας ὁ Σπαρτιάτης ἧκεν εἰς Μέμφιν ὡς
 Χόνουφιν τὸν προφήτην, <gap reason="lost"/>
<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">lac. 8 litt. <foreign xml:lang="grc">παρ’ ᾧ ποτε</foreign>?</note> ποτὲ συμφιλοσοφοῦντες
 διετρίβομεν ἐγὼ καὶ Πλάτων καὶ Ἐλλοπίων ὁ Πεπαρήθιος. ἧκε δέ,
 πέμψαντος βασιλέως
<milestone n="10" unit="tlnum"/> καὶ κελεύσαντος τὸν
 Χόνουφιν, εἴ τι συμβάλλοι τῶν γεγραμμένων, ἑρμηνεύσαντα ταχέως
 ἀποστεῖλαι πρὸς ἑαυτὸν δὲ τρεῖς ἡμέρας ἀναλεξάμενος βιβλίων
<milestone n="579a" unit="stephpage" xml:id="stephpage-579a"/> τῶν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τῶν</foreign>]
 <foreign xml:lang="grc">τινῶν</foreign>?</note> παλαιῶν παντοδαποὺς
 χαρακτῆρας, ἀντέγραψε τῷ βασιλεῖ καὶ· πρὸς ἡμᾶς ἔφρασεν, ὡς
 Μούσαις
<milestone n="15" unit="tlnum"/> ἀγῶνα συντελεῖσθαι κελεύει τὰ
 γράμματα τοὺς δὲ τύπους εἶναι τῆς ἐπὶ Πρωτεῖ βασιλεύοντι γραμματικῆς,
 ἣν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἢν</foreign> Cobetus</note> Ἡρακλέα τὸν Ἀμφιτρύωνος ἐκμαθεῖν
 ὑφηγεῖσθαι μέντοι καὶ παραινεῖν τοῖς Ἕλλησι διὰ τῶν γραμμάτων τὸν
 θεὸν ἄγειν σχολὴν καὶ εἰρήνην, διὰ
<milestone n="20" unit="tlnum"/>
 φιλοσοφίας ἀγωνιζομένους ἀεί, Μούσαις καὶ λόγῳ διακρινομένους περὶ
 τῶν δικαίων, τὰ ὅπλα καταθέντας. ἡμεῖς δὲ καὶ τότε λέγειν καλῶς
 ἡγούμεθα τὸν Χόνουφιν, καὶ μᾶλλον ὁπηνίκα κομιζομένοις
<milestone n="579b" unit="stephpage" xml:id="stephpage-579b"/> ἡμῖν ἀπʼ Αἰγύπτου περὶ
 Καρίαν Δηλίων τινὲς ἀπήντησαν,
<milestone n="25" unit="tlnum"/> δεόμενοι
 Πλάτωνος ὡς γεωμετρικοῦ λῦσαι χρησμὸν αὐτοῖς; ἄτοπον ὑπὸ τοῦ θεοῦ
 προβεβλημένον. <pb xml:id="v.3.p.497"/> ἦν δὲ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δὲ</foreign>] <foreign xml:lang="grc">δὴ</foreign> Turnebus</note> χρησμὸς, Δηλίοις καὶ τοῖς ἄλλοις
 Ἕλλησι παῦλαν τῶν παρόντων κακῶν ἔσεσθαι διπλασιάσασι τὸν ἐν Δήλῳ
 βωμόν. οὔτε δὲ τὴν διάνοιαν ἐκεῖνοι συμβάλλειν δυνάμενοι καὶ περὶ τὴν
 τοῦ βωμοῦ κατασκευὴν
<milestone n="5" unit="tlnum"/> γελοῖα πάσχοντες
 ʽἑκάστης γὰρ τῶν τεσσάρων πλευρῶν διπλασιαζομένης, ἔλαθον τῇ αὐξήσει
 τόπον στερεὸν ὀκταπλάσιον ἀπεργασάμενοι, διʼ ἀπειρίαν
<milestone n="579c" unit="stephpage" xml:id="stephpage-579c"/> ἀναλογίας ἣ τῷ μήκει
 διπλάσιον παρέχεταἰ,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἣ - παρέχεται</foreign>] <foreign xml:lang="grc">ᾗ τὸ μήκει διπλάσιον ὀκταπλάσιον παρέχεται κατὰ τὸ
 στερεὸν</foreign> Holwerda</note> Πλάτωνα τῆς ἀπορίας ἐπεκαλοῦντο
 βοηθόν. ὁ δὲ
<milestone n="10" unit="tlnum"/> τοῦ Αἰγυπτίου μνησθεὶς
 προσπαίζειν ἔφη τὸν θεὸν Ἕλλησιν ὀλιγωροῦσι παιδείας, οἷον
 ἐφυβρίζοντα τὴν ἀμαθίαν ἡμῶν καὶ κελεύοντα γεωμετρίας ἅπτεσθαι μὴ
 παρέργως· οὐ γάρ τοι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τοι</foreign>] <foreign xml:lang="grc">τι</foreign>
 BE</note> φαύλης οὐδʼ ἀμβλὺ διανοίας ὁρώσης ἄκρως δὲ τὰς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τὰς</foreign>] <foreign xml:lang="grc">περὶ τὰς</foreign> Turnebus</note>
 γραμμὰς ἠσκημένης ἔργον
<milestone n="15" unit="tlnum"/> εἶναι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">εἶναι</foreign> W: <foreign xml:lang="grc">εἶναι καὶ</foreign></note>
 δυεῖν μέσων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μέσων</foreign> Leonicus: <foreign xml:lang="grc">μέσον</foreign></note> ἀνάλογον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀνάλογον</foreign>] <foreign xml:lang="grc">ἀνὰ λόγον</foreign> Holwerda</note> λῆψιν· μόνῃ
 διπλασιάζεται σχῆμα κυβικοῦ σώματος ἐκ πάσης ὁμοίως αὐξόμενον
 διαστάσεως. τοῦτο μὲν οὖν Εὔδοξον αὐτοῖς τὸν Κνίδιον ἢ τὸν
 Κυζικηνὸν Ἑλίκωνα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἑλίκωνα</foreign> p. 463 c: <foreign xml:lang="grc">ἑλικῶνα</foreign></note> συντελέσειν· μὴ τοῦτο δʼ οἴεσθαι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δʼ
 οἴεσθαι</foreign> R: <foreign xml:lang="grc">δεῖσθαι</foreign></note>
 χρῆναι ποθεῖν τὸν
<milestone n="20" unit="tlnum"/>
<milestone n="579d" unit="stephpage" xml:id="stephpage-579d"/> θεὸν ἀλλὰ
 προστάσσειν Ἕλλησι πᾶσι πολέμου καὶ κακῶν μεθεμένους Μούσαις ὁμιλεῖν,
 καὶ διὰ λόγων καὶ μαθημάτων τὰ πάθη καταπραΰνοντας ἀβλαβῶς καὶ
 ὠφελίμως ἀλλήλοις συμφέρεσθαι.</q> </p></div><div n="8" subtype="section" type="textpart"><p rend="indent">μεταξὺ δὲ τοῦ Σιμμίου λέγοντος, ὁ πατὴρ <pb xml:id="v.3.p.498"/> ἡμῶν
 Πολύμνις ἐπεισῆλθε, καὶ καθίσας παρὰ τὸν Σιμμίαν <q>Ἐπαμεινώνδας</q> ἔφη <q>καὶ σὲ καὶ τούτους παρακαλεῖ πάντας, εἰ μή τις ἀσχολία μείζων,
 ἐνταῦθα περιμεῖναι βουλόμενος ὑμῖν γνωρίσαι τὸν ξένον,
<milestone n="5" unit="tlnum"/> ἄνδρα γενναῖον μὲν αὐτὸν ὄντα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὄντα</foreign> R:
 lac. 7 E 5-6 B</note> μετὰ γενναίας δὲ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δὲ</foreign> X</note> καὶ καλῆς
 ἀφιγμένον τῆς προαιρέσεως <gap reason="lost"/>
<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">lac. 7 E 11 B. <foreign xml:lang="grc">ἔστι δέ τις</foreign> supplet X. Malim <foreign xml:lang="grc">πρὸς ἡμᾶς</foreign> vel <foreign xml:lang="grc">ἡμῖν</foreign></note>
 ἐξ Ἰταλίας τῶν Πυθαγορικῶν ἀφῖκται δὲ Λύσιδι τῷ γέροντι
<milestone n="579e" unit="stephpage" xml:id="stephpage-579e"/> χοὰς χέασθαι περὶ τὸν
 τάφον ἔκ τινων ἐνυπνίων ὥς φησι καὶ φασμάτων ἐναργῶν. συχνὸν δὲ
 κομίζων
<milestone n="10" unit="tlnum"/> χρυσίον οἴεται δεῖν Ἐπαμεινώνδᾳ
 τὰς Λύσιδος γηροτροφίας ἀποτίνειν, καὶ προθυμότατός ἐστιν οὐ δεομένων
 οὐδὲ βουλομένων ἡμῶν τῇ πενίᾳ βοηθεῖν.</q> καὶ ὁ Σιμμίας ἡσθεὶς <q>πάνυ θαυμαστόν γε λέγεις</q> εἶπεν <q>ἄνδρα καὶ φιλοσοφίας ἄξιον·
 ἀλλὰ τίς ἡ
<milestone n="15" unit="tlnum"/> αἰτία, διʼ ἣν οὐκ εὐθὺς
 ἣκει πρὸς ἡμᾶς;</q> <q>ἐκεῖνον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐκεῖνον</foreign>] <foreign xml:lang="grc">ἐκεῖ</foreign> W</note></q> <milestone n="579f" unit="stephpage" xml:id="stephpage-579f"/>ἔφη <q>νυκτερεύσαντα
 περὶ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">περὶ</foreign>] malim <foreign xml:lang="grc">παρὰ</foreign></note> τὸν
 τάφον ἐμοὶ δοκεῖ τὸν Λύσιδος ἦγεν Ἐπαμεινώνδας πρὸς τὸν Ἰσμηνὸν
 ἀπολουσόμενον, εἶτʼ ἀφίξονται δεῦρο πρὸς ἡμᾶς· πρὶν δʼ ἐντυχεῖν
 ἡμῖν ἐνηυλίσατο τῷ τάφῳ, διανοούμενος
<milestone n="20" unit="tlnum"/>
 ἀνελέσθαι τὰ λείψανα τοῦ σώματος καὶ κομίζειν εἰς Ἰταλίαν, εἰ μή τι
 νύκτωρ ὑπεναντιωθείη δαιμόνιον.</q> ὁ μὲν οὖν πατὴρ ταῦτʼ εἰπὼν
 ἐσιώπησεν. </p></div><div n="9" subtype="section" type="textpart"><p rend="indent">ὁ δὲ Γαλαξίδωρος <q>ὦ Ἡράκλεις</q> εἶπεν <q>ὡσἔργον ἐστὶν εὑρεῖν
 ἄνδρα καθαρεύοντα τύφου καὶ
<milestone n="25" unit="tlnum"/> δεισιδαιμονίας.
 οἱ μὲν γὰρ ἄκοντες ὑπὸ τῶν παθῶν τούτων ἁλίσκονται διʼ ἀπειρίαν ἢ
 διʼ ἀσθένειαν· οἱ <pb xml:id="v.3.p.499"/> δέ, ὡς θεοφιλεῖς καὶ περιττοί τινες
 εἶναι δοκοῖεν, ἐπιθειάζουσι τὰς πράξεις, ὀνείρατα καὶ φάσματα καὶ
 τοιοῦτον ἄλλον ὄγκον προϊστάμενοι τῶν ἐπὶ νοῦν
<milestone n="580a" unit="stephpage" xml:id="stephpage-580a"/> ἰόντων. ὃ πολιτικοῖς μὲν
 ἀνδράσι καὶ πρὸς αὐθάδη
<milestone n="5" unit="tlnum"/> καὶ ἀκόλαστον
 ὄχλον ἠναγκασμένοις ζῆν οὐκ ἄχρηστον ἴσως ἐστὶν ὥσπερ ἐκ χαλινοῦ
 τῆς δεισιδαιμονίας πρὸς τὸ συμφέρον ἀντισπάσαι καὶ μεταστῆσαι τοὺς
 πολλούς· φιλοσοφίᾳ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">φιλοσοπφίᾳ</foreign> R: <foreign xml:lang="grc">φιλοσοφίας</foreign></note>δʼ οὐ μόνον ἔοικεν ἀσχήμων ὁ τοιοῦτος
 εἶναι σχηματισμός, ἀλλὰ καὶ πρὸς
<milestone n="10" unit="tlnum"/> τὴν
 ἐπαγγελίαν ἐναντίος, εἰ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">εἰ</foreign> X: <foreign xml:lang="grc">ἢ</foreign></note> πᾶν ἐπαγγειλαμένη λόγῳ τἀγαθὸν καὶ τὸ συμφέρον
 διδάσκειν, εἰς θεοὺς ἐπαναχωρεῖ τῆς τῶν πράξεων ἀρχῆς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">εἰς θεοὺς
 ἐπαναφέρει τὰς τῶν πράξεων ἀρχὰς</foreign> an corrigendum <foreign xml:lang="grc">ὑπαναχωρεῖ</foreign>?</note> ὡς τοῦ λόγου καταφρονοῦσα,
 καὶ τὴν ἀπόδειξιν δοκεῖ διαφέρειν ἀτιμάσασα πρὸς μαντεύματα τρέπεται
 καὶ ὀνειράτων
<milestone n="15" unit="tlnum"/>
<milestone n="580b" unit="stephpage" xml:id="stephpage-580b"/> ὄψεις, ἐν οἷς ὁ
 φαυλότατος οὐχ ἧττον τῷ κατατυγχάνειν πολλάκις φέρεται τοῦ κρατίστου.
 διὸ καὶ Σωκράτης ὁ ὑμέτερος, ὦ Σιμμία, δοκεῖ μοι φιλοσοφώτερον
 χαρακτῆρα παιδείας καὶ λόγου περιβάλλεσθαι,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">περιβαλέσθαι</foreign> R: <foreign xml:lang="grc">περιβάλλεσθαι</foreign></note> τὸ ἀφελὲς τοῦτο καὶ ἄπλαστον ὡς
 ἐλευθέριον καὶ
<milestone n="20" unit="tlnum"/> μάλιστα φίλον ἀληθείας
 ἑλόμενος τὸν δὲ τῦφον ὥσπερ τινὰ καπνὸν φιλοσοφίας εἰς τοὺς σοφιστὰς
 ἀποσκεδάσας.</q> ὑπολαβὼν δʼ ὁ Θεόκριτος <q>τί γάρ</q> εἶπεν ὦ <q>Γαλαξίδωρε; καὶ σὲ Μέλητος πέπεικεν, ὅτι Σωκράτης· ὑπερεώρα τὰ
 θεῖα; τοῦτο γὰρ αὐτοῦ καὶ
<milestone n="25" unit="tlnum"/>
<milestone n="580c" unit="stephpage" xml:id="stephpage-580c"/> πρὸς Ἀθηναίους
 κατηγόρησεν</q> <q>οὐδαμῶς</q> ἔφη <q>τὰ γε θεῖα· φασμάτων δὲ καὶ μύθων καὶ δεισιδαιμο <pb xml:id="v.3.p.500"/> νίας ἀνάπλεων 
<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀνάπλεων</foreign> R: <foreign xml:lang="grc">ἀνάπλεω</foreign></note> φιλοσοφίαν ἀπὸ Πυθαγόρου <gap reason="lost"/>
<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">lac. 26 fere E, 26 B. Fort.
 supplendum: <foreign xml:lang="grc">ἀπὸ Πυθαγόρου καὶ Ἀναξαγόρου, παρὰ
 δ; Ἐμπεδοκλέους</foreign></note> Ἐμπεδοκλέους δεξάμενος εὖ μάλα
 βεβακχευμένην εἴθισεν ὥσπερ πρὸς τὰ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὥσπερ πρὸς τὰ</foreign>] <foreign xml:lang="grc">αὖ περὶ τὰ</foreign> W. <foreign xml:lang="grc">ὥσπερ
 ἔρωτι πρὸς τὰ</foreign>?</note> πράγματα πεπνῦσθαι καὶ λόγῳ
 νήφοντι μετιέναι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μετιέναι</foreign> Duebnerus: <foreign xml:lang="grc">μετιεῖναι</foreign></note> τὴν ἀλήθειαν.</q> </p></div><div n="10" subtype="section" type="textpart"><milestone n="5" unit="tlnum"/><p rend="indent"><q>εἶεν</q> εἶπεν ὁ Θεόκριτος, <q>τὸ δὲ δαιμόνιον, ὦ βέλτιστε, τὸ
 Σωκράτους ψεῦδος ἢ τί φαμεν; ἐμοὶ γὰρ οὐδὲν οὕτω μέγα τῶν περὶ
 Πυθαγόρου λεγομένων εἰς μαντικὴν ἔδοξε καὶ θεῖον· ἀτεχνῶς γὰρ οἷον
<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οἶον</foreign>] <foreign xml:lang="grc">οἵαν</foreign>? cf. Hom. K 279.
 <foreign xml:lang="grc">ν</foreign> 300</note> Ὅμηρος Ὀδυσσεῖ πεποίηκε
 τὴν Ἀθηνᾶν <q>ἐν
<milestone n="10" unit="tlnum"/> πάντεσσι πόνοισι
 παρισταμένην,</q> τοιαύτην, ἔοικε Σωκράτει τοῦ βίου προποδηγὸν ἀρχῆς
 τινα συνάψαι
<milestone n="580d" unit="stephpage" xml:id="stephpage-580d"/> τὸ
 δαιμόνιον ὄψιν, <q>ἥ</q><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. <foreign xml:lang="grc">Υ</foreign> 95</note> μόνη <q>τοι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τοι</foreign>] <foreign xml:lang="grc">γ’ οἱ</foreign>?</note> πρόσθεν ἰοῦσα τίθει, φάος</q> ἐν πράγμασιν
 ἀδήλοις καὶ πρὸς ἀνθρωπίνην ἀσυλλογίστοις φρόνησιν, ἐν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐν</foreign> W</note>
 οἷς αὐτῷ συνεφθέγγετο
<milestone n="15" unit="tlnum"/> πολλάκις τὸ
 δαιμόνιον ἐπιθειάζον ταῖς αὐτοῦ προαιρέσεσι. τὰ μὲν οὖν πλείονα καὶ
 μείζονα Σιμμίου χρὴ καὶ τῶν ἄλλων ἐκπυνθάνεσθαι Σωκράτους ἑταίρων·
 ἐμοῦ δὲ παρόντος, ὅτε πρὸς Εὐθύφρονα τὸν μάντιν ἧκον; ἔτυχε μέν,
 ὦ Σιμμία,
<milestone n="20" unit="tlnum"/> μέμνησαι γάρ, ἄνω πρὸς τὸ
 Σύμβολον Σωκράτης καὶ τὴν οἰκίαν τὴν Ἀνδοκίδου βαδίζων ἅμα τι
 διερωτῶν καὶ διασείων τὸν Εὐθύφρονα μετὰ παιδιᾶς. ἄφνω
<milestone n="580e" unit="stephpage" xml:id="stephpage-580e"/> δʼ ἐπιστὰς καὶ σιμπείσας
<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">συμπείσας</foreign>] <foreign xml:lang="grc">σιωπήσας</foreign> W. <foreign xml:lang="grc">συμμύσας</foreign>?</note> προσέσχεν αὑτῷ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὑτῷ</foreign>]
 <foreign xml:lang="grc">οὕτω</foreign> BE</note> συχνὸν χρόνον· εἶτʼ
 ἀναστρέψας ἐπορεύετο τὴν διὰ τῶν <pb xml:id="v.3.p.501"/> κιβωτοποιῶν, καὶ
 τοὺς προκεχωρηκότας ἤδη τῶν ἑταίρων ἀνεκαλεῖτο<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀνεκαλεῖτο φάσκων
 αὑτῷ</foreign> W cum Amyoto: lac. 23 BE</note> φάσκων αὑτῷ γεγονέναι
 τὸ δαιμόνιον. οἱ μὲν οὖν πολλοὶ συνανέστρεφον, ἐν οἷς κἀγὼ τοῦ
 Εὐθύφρονος ἐχόμενος· νεανίσκοι δέ τινες τὴν
<milestone n="5" unit="tlnum"/> εὐθεῖαν βαδίζοντες ὡς δὴ τὸ Σωκράτους ἐλέγξοντες δαιμόνιον,
 ἐπεσπάσαντο Χάριλλον τὸν αὐλητὴν ἥκοντα καὶ αὐτὸν μετʼ ἐμοῦ εἰς
 Ἀθήνας πρὸς Κέβητα· πορευομένοις δʼ αὐτοῖς διὰ τῶν ἑρμογλύφων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἑρμολύφων</foreign> R: <foreign xml:lang="grc">ἑρμογλυφιῶν</foreign></note> παρὰ τὰ δικαστήρια σύες ἀπαντῶσιν
 ἀθρόαι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀθρόαι</foreign> *: <foreign xml:lang="grc">ἀθρόοι</foreign></note>
 βορβόρου
<milestone n="10" unit="tlnum"/>
<milestone n="580f" unit="stephpage" xml:id="stephpage-580f"/> περίπλεοι καὶ κατʼ
 ἀλλήλων ὠθούμεναι διὰ πλῆθος· ἐκτροπῆς δὲ μὴ παρούσης, τοὺς μὲν
 ἀνέτρεψαν ἐμβαλοῦσαι τοὺς δʼ ἀνεμόλυναν. ἧκεν οὖν καὶ ὁ Χάριλλος
 οἴκαδε τά τε σκέλη καὶ τὰ ἱμάτια βορβόρου μεστός, ὥστʼ ἀεὶ τοῦ
 Σωκράτους δαιμονίου
<milestone n="15" unit="tlnum"/> μεμνῆσθαι μετὰ γέλωτος <gap reason="lost"/>
<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">lac. 8 E 7 B supplet verbis
 <foreign xml:lang="grc">ἡμᾶς ἅμα καὶ</foreign> W</note> θαυμάζοντας, εἰ
 μηδαμοῦ προλείπει τὸν ἄνδρα μηδʼ ἀμελεῖ τὸ θεῖον αὐτοῦ.</q> </p></div></div></body></text></TEI>