<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg109.perseus-grc2" type="edition" xml:lang="grc"><div n="26" subtype="section" type="textpart"><milestone n="20" unit="tlnum"/><p rend="indent">ὀψὲ δʼ ἤδη τό τε<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τό τε</foreign> R: <foreign xml:lang="grc">τότε</foreign>. Sed malim <foreign xml:lang="grc">τὸ</foreign></note> ψῦχος ἐπέτεινε πνεύματος γενομένου, καὶ διὰ τοῦτο τῶν
 πολλῶν τάχιον εἰς τὰς οἰκίας ἀνακεχωρηκότων, ἡμεῖς μὲν τοὺς περὶ
 Δαμοκλείδαν καὶ Πελοπίδαν καὶ Θεόπομπον ἐντυχόντες ἀνελαμβάνομεν, ἄλλοι
 δʼ ἄλλους· ἐσχίσθησαν γὰρ
<milestone n="25" unit="tlnum"/>
<milestone n="594e" unit="stephpage" xml:id="stephpage-594e"/> εὐθὺς ὑπερβαλόντες<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὑπερβαλόντες</foreign> Herwerdenus: <foreign xml:lang="grc">ὑπερβάλλοντες</foreign></note>
 τὸν Κιθαιρῶνα, καὶ παρέσχεν <pb xml:id="v.3.p.538"/> αὐτοῖς; ὁ χειμὼν τὰ
 πρόσωπα συγκεκαλυμμένοις ἀδεῶς διελθεῖν τὴν πόλιν ἐνίοις δʼ ἐπήστραψε
 δεξιὸν ἄνευ βροντῆς εἰσιοῦσι διὰ τῶν πυλῶν· καὶ τὸ σημεῖον ἐδόκει
 καλὸν πρὸς ἀσφάλειαν καὶ δόξαν, ὡς
<milestone n="5" unit="tlnum"/> λαμπρῶν
 ἀκινδύνων δὲ τῶν πράξεων ἐσομένων. </p></div><div n="27" subtype="section" type="textpart"><p rend="indent">ὡς οὖν ἅπαντες ἔνδον ἦμεν, πεντήκοντα δυεῖν δέοντες, ἤδη τοῦ
 Θεοκρίτου καθʼ ἑαυτὸν ἐν οἰκίσκῳ τινὶ σφαγιαζομένου, πολὺς ἦν τῆς
 θύρας ἀραγμός· καὶ μετὰ μικρὸν ἧκέ τις ἀγγέλλων ὑπηρέτας
<milestone n="10" unit="tlnum"/> τοῦ Ἀρχίου δύο κόπτειν τὴν αὔλειον ἀπεσταλμένους
<milestone n="594f" unit="stephpage" xml:id="stephpage-594f"/> σπουδῇ πρὸς
 Χάρωνα, καὶ κελεύειν ἀνοίγειν καὶ ἀγανακτεῖν, βράδιον ὑπακουόντων.
 θορυβηθεὶς οὖν ὁ Χάρων, ἐκείνοις μὲν εὐθὺς ἀνοιγνύναι προσέταξεν,
 αὐτὸς δʼ ἀπαντήσας ἔχων στέφανον ὡς τεθυκὼς
<milestone n="15" unit="tlnum"/>
 καὶ πίνων, ἐπυνθάνετο τῶν ὑπηρετῶν ὅ τι βούλοιντο. λέγει δʼ ἅτερος <q>Ἀρχίας καὶ Φίλιππος ἔπεμψαν ἡμᾶς κελεύοντες ὡς τάχιστὰ σʼ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">σε</foreign> Duebnerus</note> ἣκειν
 πρὸς αὐτούς.</q> ἐρομένου τοῦ Χάρωνος, τίς ἡ σπουδὴ τῆς τηνικαῦτα
 μεταπέμψεως αὐτοῦ καὶ μή τι καινότερον,
<milestone n="20" unit="tlnum"/> <q>οὐδὲν ἴσμεν</q> ὁ ὑπηρέτης ἔφη <q>πλέον· ἀλλὰ τί λέγωμεν
 αὐτοῖς;</q> <q>ὅτι νὴ Δίʼ</q> εἶπεν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">εἶπεν</foreign>] <foreign xml:lang="grc">εἰπεῖν</foreign> BE</note> ὁ Χάρων <q>θεὶς τὸν στέφανον ἢδη καὶ λαβὼν
 τὸ ἱμάτιον ἕπομαι μεθʼ ὑμῶν γὰρ τηνικαῦτα βαδίζων διαταράξω
<milestone n="595a" unit="stephpage" xml:id="stephpage-595a"/> τινὰς ὡς· ἀγόμενος.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὡς ἀπαγόμενος</foreign> Herwerdenus</note></q> <q>οὕτως</q> ἔφησαν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἔφησαν</foreign>] <foreign xml:lang="grc">ἔφη</foreign> BE</note> <q>ποίει καὶ γὰρ
<milestone n="25" unit="tlnum"/> ἡμᾶς
 δεῖ τοῖς ὑπὸ πόλιν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὑπὸ πόλιν</foreign>] fort. <foreign xml:lang="grc">ὑπὸ τὴν ἀκρόπολιν</foreign>. cf. p. 598 e</note> φρουροῖς κομίσαι τι πρόσταγμα παρὰ τῶν ἀρχόντων</q> ἐκεῖνοι μὲν οὖν ᾤχοντο. <pb xml:id="v.3.p.539"/> τοῦ δὲ Χάρωνος
 εἰσελθόντος; πρὸς ἡμᾶς καὶ ταῦτα φράσαντος, ἔκπληξις ἅπαντας ἔσχεν
 οἰομένους μεμηνῦσθαι καὶ τὸν Ἱπποσθενείδαν ὑπενόουν οἱ πλεῖστοι, κωλῦσαι
 μὲν ἐπιχειρήσαντα τὴν κάθοδον διὰ
<milestone n="5" unit="tlnum"/> τοῦ
 Χλίδωνος, ἐπεὶ δʼ ἀπέτυχε καὶ συνῆπται τῷ καιρῷ τὸ δεινόν,
 ἐξενηνοχέναι πιθανὸν ὄντα τὴν πρᾶξιν ὑπὸ δέους· οὐ γὰρ ἀφίκετο μετὰ
 τῶν ἄλλων εἰς τὴν οἰκίαν, ἀλλʼ ὅλως ἐδόκει πονηρὸς γεγονέναι καὶ
 παλίμβολος οὐ μὴν ἀλλὰ τόν γε Χάρωνα πάντες
<milestone n="10" unit="tlnum"/>
 ᾠόμεθα χρῆναι βαδίζειν καὶ ὑπακούειν τοῖς ἄρχουσι
<milestone n="595b" unit="stephpage" xml:id="stephpage-595b"/> καλούμενον. ὁ δὲ κελεύσας τὸν
 υἱὸν ἐλθεῖν κάλλιστον ὄντα Θηβαίων, ὦ Ἀρχίδαμε,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀρχέδαμε</foreign> BE hic et infra</note> παῖδα καὶ
 φιλοπονώτατον περὶ τὰ γυμνάσια, πεντεκαιδεκέτη μὲν σχεδὸν πολὺ δὲ ῥώμῃ
 καὶ μεγέθει διαφέροντα
<milestone n="15" unit="tlnum"/> τῶν ὁμηλίκων, <q>οὗτος</q> εἶπεν <q>ὦ ἄνδρες, ἐμοὶ μόνος ἐστὶ καὶ ἀγαπητός,
 ὥσπερ ἴστε· τοῦτον ὑμῖν παραδίδωμι πρὸς θεῶν ἅπασι πρὸς δαιμόνων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πρὸς τε δαιμόνων</foreign> R</note>
 ἐπισκήπτων· εἰ φανείην ἐγὼ πονηρὸς περὶ ὑμᾶς, ἀποκτείνατε, μὴ
 φείσησθʼ ἡμῶν· τὸ δὲ λοιπόν, ὦ ἄνδρες
<milestone n="20" unit="tlnum"/>
<milestone n="595c" unit="stephpage" xml:id="stephpage-595c"/> ἀγαθοί, πρὸς τὸ
 συμπεσὸν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">συμπεσὸν</foreign> idem: <foreign xml:lang="grc">συμπόσιον</foreign></note> ἀντιτάξασθε, μὴ πρόησθε τὰ σώματα διαφθεῖραι τοῖς αἰσχίστοις<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τοῖς ἐχθίστοις</foreign> W</note>
 ἀνάνδρως καὶ ἀκλεῶς, ἀλλʼ ἀμύνασθε τὰς ψυχὰς ἀηττήτους τῇ πατρίδι
 φυλάττοντες·</q> ταῦτα τοῦ Χάρωνος λέγοντος, τὸ μὲν φρόνημα καὶ τὴν
 καλοκἀγαθίαν ἐθαυμάζομεν,
<milestone n="25" unit="tlnum"/> πρὸς δὲ τὴν
 ὑποψίαν ἠγανακτοῦμεν καὶ ἀπάγειν ἐκελεύομεν τὸν παῖδα. <q>τὸ δʼ
 ὅλον</q> εἶπεν ὁ Πελοπίδας <q>οὐδʼ εὖ βεβουλεῦσθαι δοκεῖς ἡμῖν, ὦ
 <pb xml:id="v.3.p.540"/> Χάρων, μὴ μεταστησάμενος εἰς οἰκίαν ἑτέραν τὸν
 υἱόν· τί γὰρ αὐτὸν δεῖ κινδυνεύειν μεθʼ ἡμῶν ἐγκαταλαμβανόμενον; καὶ
 νῦν ἐκπεμπτέος, ἵνʼ ἡμῖν, ἐάν τι πάσχωμεν, εὐγενὴς ὑποτρέφηται
 τιμωρὸς; ἐπὶ
<milestone n="5" unit="tlnum"/> τοὺς τυράννους.</q> <q>οὐκ ἔστιν</q> εἶπεν ὁ Χάρων ἀλλʼ <q><milestone n="595d" unit="stephpage" xml:id="stephpage-595d"/> αὐτοῦ παραμενεῖ καὶ
 κινδυνεύσει μεθʼ ὑμῶν· οὐδὲ γὰρ τούτῳ καλὸν ὑποχείριον γενέσθαι τοῖς
 ἐχθροῖς ἀλλὰ τόλμα παρʼ ἡλικίαν, ὦ παῖ, γευόμενος ἄθλων ἀναγκαίων,
 καὶ κινδύνευε μετὰ πολλῶν καὶ ἀγαθῶν
<milestone n="10" unit="tlnum"/>
 πολιτῶν ὑπὲρ ἐλευθερίας καὶ ἀρετῆς· πολλὴ δʼ ἐλπὶς ἔτι λείπεται·
 καὶ πού τις ἐφορᾷ θεῶν ἡμᾶς ἀγωνιζομένους περὶ τῶν δικαίων.</q> </p></div><div n="28" subtype="section" type="textpart"><p rend="indent">δάκρυα πολλοῖς ἐπῆλθεν ἡμῶν, ὦ Ἀρχίδαμε, πρὸς τοὺς λόγους τἀνδρός·
 αὐτὸς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὐτὸς</foreign> R: <foreign xml:lang="grc">οὖτος</foreign></note> δʼ ἄδακρυς καὶ
<milestone n="15" unit="tlnum"/> ἄτεγκτος ἐγχειρίσας
 Πελοπίδᾳ τὸν υἱὸν ἐχώρει διὰ θυρῶν δεξιούμενος ἕκαστον ἡμῶν καὶ
 παραθαρρύνων. ἔτι δὲ μᾶλλον ἂν ἠγάσω τοῦ παιδος αὐτοῦ
<milestone n="595e" unit="stephpage" xml:id="stephpage-595e"/> τὴν φαιδρότητα καὶ τὸ ἀδεὲς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀδεὲς</foreign> Basileensis: <foreign xml:lang="grc">ἀδαὲς</foreign></note>
 πρὸς τὸν κίνδυνον, ὥσπερ τοῦ Νεοπτολέμου, μήτʼ ὠχριάσαντος μήτʼ
 ἐκπλαγέντος,
<milestone n="20" unit="tlnum"/> ἀλλʼ ἕλκοντος τὸ ξίφος τοῦ
 Πελοπίδου καὶ καταμανθάνοντος. ἐν τούτῳ, Κηφισοδώρῳ Διότονος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Διόγονος</foreign> R</note>, εἷς τῶν
 φίλων,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Διότονος εἶς τῶν Κηφισοδώρου φίλων</foreign> Stegmannus. Possis etiam <foreign xml:lang="grc">Διότ. εἶς τῶν φίλων Κηφισοδώρου</foreign> (vel <foreign xml:lang="grc">Κηφισοδώρῳ</foreign> cf. p. 596 e)</note> παρῆν πρὸς ἡμᾶς ξίφος ἔχων καὶ θώρακα σιδηροῦν ὑπενδεδυμένος καὶ
 πυθόμενος τὴν Χάρωνος ὑπʼ Ἀρχίου μετάπεμψιν ᾐτιᾶτο τὴν
<milestone n="25" unit="tlnum"/> μέλλησιν ἡμῶν, καὶ παρώξυνεν εὐθὺς ἐπὶ τὰς
 οἰκίας <pb xml:id="v.3.p.541"/> βαδίζειν· φθήσεσθαι γὰρ ἐμπεσόντας αὐτοῖς· εἰ
 δὲ μή, βέλτιον εἶναι προελθόντας ἐν ὑπαίθρῳ συμπλέκεσθαι, πρὸς ἀλλήλους<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πρὸς ἀλλήλους</foreign>] <foreign xml:lang="grc">πρὸς αὐτοὺς</foreign> X ut cum <foreign xml:lang="grc">συμπλέκεσθαι</foreign> iungatur. Ego aliter distinxi</note>
 ἀσυντάκτους καὶ σποράδας,
<milestone n="595f" unit="stephpage" xml:id="stephpage-595f"/> ἢ μένειν ἐν οἰκίσκῳ καθείρξαντας αὑτοὺς ὥσπερ
<milestone n="5" unit="tlnum"/> σμῆνος ἐξαιρεθησομένους ὑπὸ τῶν πολεμίων. ἐνῆγε δὲ
 καὶ ὁ μάντις Θεόκριτος, ὡς τῶν ἱερῶν σωτηρίων καὶ καλῶν καὶ πρὸς
 ἀσφάλειαν ἐχεγγύων αὐτῷ γεγονότων. </p></div><div n="29" subtype="section" type="textpart"><p rend="indent">ὁπλιζομένων δʼ ἡμῶν καὶ συνταττομένων,
<milestone n="10" unit="tlnum"/> αὖθις<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὖθις</foreign> Turnebus: <foreign xml:lang="grc">αὐτοῖς</foreign></note>
 ἀφικνεῖται Χάρων ἱλαρῷ τῷ προσώπῳ καὶ μειδιῶν καὶ προσβλέπων εἰς
 ἡμᾶς θαρρεῖν ἐκέλευεν, ὡς δεινοῦ μηδενὸς ὄντος ἀλλὰ τῆς πράξεως ὁδῷ
 βαδιζούσης. <q>ὁ γὰρ Ἀρχίας, ἔφη, καὶ ὁ Φίλιππος ὡς
<milestone n="596a" unit="stephpage" xml:id="stephpage-596a"/> ἤκουσαν ἥκειν ἐμὲ
 κεκλημένον, ἤδη βαρεῖς ὑπὸ τῆς
<milestone n="15" unit="tlnum"/> μέθης
 ὄντες καὶ συνεκλελυμένοι τοῖς σώμασι τὰς ψυχάς,· μόλις διαναστάντες
 ἔξω προῆλθον ἐπὶ τὰς θύρας. εἰπόντος δὲ τοῦ</q> Ἀρχίου <q>φυγάδας,
 ὦ Χάρων, ἀκούομεν ἐν τῇ πόλει κρύπτεσθαι παρεισελθόντας</q> οὐ
 μετρίως ἐγὼ διαταραχθείς <q>ποῦ δʼ</q> εἶπον <q>εἶναι
<milestone n="20" unit="tlnum"/> λέγονται καὶ τίνες;</q> <q>ἀγνοοῦμεν</q> ὁ Ἀρχίας εἶπε· <q>καί σε τούτου χάριν ἐλθεῖν
 ἐκελεύσαμεν, εἰ δή τι τυγχάνοις σαφέστερον ἀκηκοώς.</q> κἀγὼ μικρὸν
 ὥσπερ ἐκ πληγῆς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐκ πληγῆς</foreign> idem: <foreign xml:lang="grc">ἐκπλαγεὶς</foreign></note> ἀναφέρων τὴν διάνοιαν ἐλογιζόμην λόγον
<milestone n="596b" unit="stephpage" xml:id="stephpage-596b"/> εἶναι τὴν μήνυσιν οὐ
 βέβαιον, οὐδʼ ὑπὸ τῶν
<milestone n="25" unit="tlnum"/> συνειδότων ἐξενηνέχθαι
 τὴν πρᾶξιν οὐδενός· οὐ γὰρ ἂν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἂν</foreign> W</note> ἀγνοεῖν τὴν,οἰκίαν αὐτούς, εἴ τις
 εἰδὼς <pb xml:id="v.3.p.542"/> ἀκριβῶς ἐμήνυεν· ἄλλως δʼ ὑποψίαν ἢ λόγον
 ἄσημον ἐν τῇ πόλει περιφερόμενον ἥκειν εἰς ἐκείνους. εἶπον οὖν πρὸς
 αὐτὸν ὅτι ʽ <q>ζῶντος μὲν Ἀνδροκλείδου πολλάκις ἐπίσταμαι φήμας
 τοιαύτας ῥυείσας διακενῆς
<milestone n="5" unit="tlnum"/> καὶ λόγους
 ψευδεῖς ἐνοχλήσαντας ἡμῖν· νυνὶ δʼ</q> ἔφην οὐδὲν <q>ἀκήκοα τοιοῦτον,
 ὦ Ἀρχία σκέψομαι δὲ τὸν λόγον, εἰ κελεύεις· κἂν πύθωμαί τι
 φροντίδος ἄξιον, οὐ λήσεται ὑμᾶς.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὐχ ὑμᾶς λήσεται</foreign> Benseler</note></q> <q>πάνυ μὲν οὖν</q> ὁ Φυλλίδας εἶπε <q>μηδέν, ὦ Χάρων, ἀδιερεύνητον
<milestone n="10" unit="tlnum"/> μηδʼ ἄπυστον ὑπὲρ τούτων ἀπολίπῃς· τί
 γὰρ κωλύει μηδενὸς καταφρονεῖν ἀλλὰ πάντα φυλάττεσθαι καὶ
<milestone n="596c" unit="stephpage" xml:id="stephpage-596c"/> προσέχειν; καλὸν γὰρ ἡ
 πρόνοια καὶ τὸ ἀσφαλές<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τἀσφαλές</foreign>?</note></q> ἅμα δὲ τὸν Ἀρχίαν ὑπολαβὼν ἀπῆγεν εἰς
 τὸν οἶκον, ἐν ᾧ πίνοντες τυγχάνουσιν.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τυγχάνουσιν</foreign>] <foreign xml:lang="grc">ἐτύγχανον</foreign>?</note> <q>ἀλλὰ μὴ μέλλωμεν,
<milestone n="15" unit="tlnum"/> ἄνδρες</q> ἔφη, <q>προσευξάμενοι δὲ τοῖς θεοῖς
 ἐξίωμεν.</q> ταῦτα τοῦ Χάρωνος εἰπόντος, εὐχόμεθα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">εὐχόμεθα</foreign>] imperfectum. cf. p. 18 d</note> τοῖς θεοῖς καὶ
 παρεκαλοῦμεν ἀλλήλους. </p></div><div n="30" subtype="section" type="textpart"><p rend="indent">ὥρα μὲν οὖν ἦν καθʼ ἣν ἅνθρωποι μάλιστα περὶ δεῖπνόν εἰσι, τὸ δὲ
 πνεῦμα μᾶλλον ἐπιτεῖνον
<milestone n="20" unit="tlnum"/> ἤδη νιφετὸν
 ὑπεκίνει ψεκάδι λεπτῇ μεμιγμένον· ὥστε πολλὴν ἐρημίαν εἶναι διὰ τῶν
 στενωπῶν διεξιοῦσιν. οἱ μὲν οὖν ἐπὶ τὸν Λεοντίδην καὶ τὸν Ὑπάτην<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ὑπάτην</foreign> X ex Vit. Pel. c 11: <foreign xml:lang="grc">ὑπάττην</foreign></note>
 ταχθέντες ἐγγὺς ἀλλήλων οἰκοῦντας,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οἰκοῦντας</foreign> idem ex eadem: <foreign xml:lang="grc">οἰκοῦντες</foreign></note> ἐν ἱματίοις ἐξῄεσαν ἔχοντες οὐδὲν
 ἕτερον τῶν ὅπλων
<milestone n="25" unit="tlnum"/>
<milestone n="596d" unit="stephpage" xml:id="stephpage-596d"/> ἢ μάχαιραν ἕκαστος
 (ἐν δὲ τούτοις ἦν καὶ <pb xml:id="v.3.p.543"/> Πελοπίδας καὶ Δαμοκλείδας καὶ
 Κηφισόδωρος)·<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐν δὲ τούτοις - Κηφισόδωρος</foreign>] parenthesi inclusit Stegmannus</note> Χάρων δὲ καὶ Μέλων καὶ οἱ μετʼ αὐτῶν ἐπιτίθεσθαι τοῖς
 περὶ Ἀρχίαν μέλλοντες, ἡμιθωράκια ἐνδεδυμένοι καὶ στεφάνους δασεῖς
 ἔχοντες, οἱ μὲν ἐλάτης οἱ δὲ πεύκης
<milestone n="5" unit="tlnum"/> ἔνιοι
 δὲ καὶ χιτώνια τῶν γυναικείων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">γυναικείων</foreign> Herwerdenus: <foreign xml:lang="grc">γυναικῶν</foreign></note> ἀμπεχόμενοι, μεθύοντας ἀπομιμούμενοι κώμῳ
 χρωμένους μετὰ γυναικῶν. ἡ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἡ</foreign>] <foreign xml:lang="grc">ὃ</foreign> BE</note> δὲ χείρων, ὦ Ἀρχίδαμε, τύχη καὶ τὰς τῶν
 πολεμίων μαλακίας καὶ ἀγνοίας ταῖς ἡμετέραις ἐπανισοῦσα τόλμαις καὶ
 παρασκευαῖς, καὶ
<milestone n="10" unit="tlnum"/> καθάπερ δρᾶμα τὴν πρᾶξιν
 ἡμῶν ἀπʼ ἀρχῆς διαποικίλλουσα
<milestone n="596e" unit="stephpage" xml:id="stephpage-596e"/> κινδυνώδεσιν ἐπεισοδίοις, εἰς αὐτὸ συνέδραμε τὸ ἔργον, ὀξὺν
 ἐπιφέρουσα καὶ δεινὸν ἀνελπίστου περιπετείας ἀγῶνα. τοῦ γὰρ Χάρωνος ὡς
 ἀνέπεισε τοὺς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀνέπεισε τοὺς</foreign> R: <foreign xml:lang="grc">ἐνέπεσε τοῖς</foreign></note> περὶ Ἀρχίαν καὶ Φίλιππον ἀναχωρήσαντος
<milestone n="15" unit="tlnum"/> οἴκαδε καὶ διασκευάζοντος ἡμᾶς ἐπὶ τὴν πρᾶξιν,
 ἧκεν ἐνθένδε παρʼ ὑμῶν ἐπιστολὴ παρʼ Ἀρχίου τοῦ ἱεροφάντου πρὸς
 Ἀρχίαν ἐκεῖνον, ὄντα φίλον αὐτῷ καὶ ξένον, ὡς ἔοικεν, ἐξαγγέλλουσα
 τὴν κάθοδον
<milestone n="596f" unit="stephpage" xml:id="stephpage-596f"/> καὶ τὴν
 ἐπιβουλὴν τῶν φυγάδων καὶ τὴν
<milestone n="20" unit="tlnum"/> οἰκίαν, εἰς
 ἣν παρεληλύθεισαν,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">παρεληλύθεσαν</foreign> *: <foreign xml:lang="grc">παρεληλύθεισαν</foreign></note> καὶ τοὺς συμπράττοντας αὐτοῖς. ἢδη δʼ καὶ τῇ μέθῃ
 κατακεκλυσμένος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κατακεκλυσμένος</foreign> Cobetus: <foreign xml:lang="grc">κατακεκλασμένος</foreign></note> Ἀρχίας καὶ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ</foreign> Turnebus: <foreign xml:lang="grc">κἀν</foreign></note> τῇ προσδοκίᾳ τῶν γυναικῶν ἀνεπτοημένος,
 ἐδέξατο μὲν τὴν ἐπιστολήν, τοῦ δὲ γραμματοφόρου φήσαντος ὑπέρ τινων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τινων</foreign> Herwerdenus: <foreign xml:lang="grc">τῶν</foreign></note>
 σπουδαίων αὐτῷ
<milestone n="25" unit="tlnum"/> γεγράφθαι· <q>τὰ σπουδαῖα
 τοίνυν εἰς αὔριον</q> ἔφη. <pb xml:id="v.3.p.544"/> καὶ τὴν μὲν ἐπιστολὴν
 ὑπέθηκεν ὑπὸ τὸ προσκεφάλαιον, αἰτήσας δὲ ποτήριον ἐκέλευσεν ἐγχεῖν,
 καὶ τὸν Φυλλίδαν ἐξέπεμπε συνεχῶς ἐπὶ θύρας σκεψόμενον εἰ τὰ γύναια
 πρόσεισι. </p></div></div></body></text></TEI>