ἡμῖν μέν, μὲν ] μὲν οὖν ? ὦ Φειδόλαε, καὶ ζῶντος Σωκράτους καὶ τεθνηκότος, οὕτως ἐννοεῖν περὶ τοῦ δαιμονίου παρίσταται, τῶν κληδόνας ἢ πταρμοὺς ἤ τι τοιοῦτον εἰρηκότων ἄλλο εἰρηκότων ἄλλο *: ἄλλο εὐρηκότων nisi quod om εἰρηκότων BE καταφρονοῦσιαν ἃ δὲ Τιμάρχου τοῦ Χαιρωνέως ἠκούσαμεν ὑπὲρ τούτου διεξιόντος, οὐκ οἶδα μὴ μὴ ] εἰ μὴ Herwerdenus μύθοις ὁμοιότερʼ ἢ λόγοις ὄντα ὁμοιότερα ἢ λόγοις ὄντα Herwerdenus: ** (21 E 23 B) λογίσονται σιωπᾶν ἄμεινον. μηδαμῶς εἶπεν ὁ Θεόκριτος ἀλλὰ δίελθʼ αὐτά· καὶ γὰρ εἰ μὴ λίαν ἀκριβῶς, ἀλλʼ ἔστιν ὅπη ψαύει τῆς ἀληθείας καὶ τὸ μυθῶδες. πρότερον δὲ τίς ἦν οὗτος ὁ Τίμαρχος φράσον· οὐ γὰρ ἔγνων τὸν ἄνθρωπον εἰκότως γʼ εἶπεν ὁ Σιμμίας ὦ Θεόκριτε νέος γὰρ ὢν κομιδῇ ἐτελεύτησε, malim τετελεύτηκε καὶ τοῦ Σωκράτους δεηθεὶς ταφῆναι παρὰ Λαμπροκλέα τὸν Σωκράτους υἱόν, ὀλίγαις ὀλίγαις Basileensis: αἶς πρότερον ἡμέραις αὐτοῦ τεθνηκότα, φίλον καὶ ἡλικιώτην γενόμενον. οὗτος οὖν ποθῶν γνῶναι τὸ Σωκράτους δαιμόνιον ἣν ἔχει δύναμιν, ἅτε δὴ νέος οὐκ ἀγεννὴς ἄρτι γεγευμένος φιλοσοφίας, ἐμοὶ καὶ Κέβητι κοινωσάμενος μόνοις εἰς Τροφωνίου κατῆλθε, δράσας τὰ νομιζόμενα περὶ τὸ μαντεῖον. ἐμμείνας δὲ δύο νύκτας κάτω καὶ μίαν ἡμέραν, τῶν πολλῶν ἀπεγνωκότων αὐτὸν ἤδη καὶ τῶν οἰκείων ὀδυρομένων, πρωὶ μάλα φαιδρὸς ἀνῆλθε προσκυνήσας δὲ τὸν θεόν, ὡς πρῶτον διέφυγε διέφυγε *: διέφευγε τὸν ὄχλον, διηγεῖτο ἡμῖν θαυμάσια πολλὰ καὶ ἰδεῖν καὶ ἀκοῦσαι. ἔφη δὲ καταβὰς εἰς τὸ μαντεῖον περιτυχεῖν σκότῳ πολλῷ τὸ πρῶτον, εἶτʼ ἐπευξάμενος κεῖσθαι πολὺν χρόνον, οὐ μάλα συμφρονῶν ἐναργῶς εἴτʼ ἐγρήγορεν εἴτʼ ὠνειροπόλει ὀνειροπολεῖ Stegmannus; ego malim ἐγρηγόρει vel ἐγρηγορὼς ἦν πλὴν δόξαι γε, τῆς κεφαλῆς ἅμα ψόφῳ προσπεσόντι πληγείσης, τὰς ῥαφὰς διαστάσας μεθιέναι τὴν ψυχήν. ὡς δʼ ἀναχωροῦσα κατεμίγνυτο πρὸς ἀέρα διαυγῆ καὶ καθαρὸν ἀσμένη, πρῶτον μὲν ἀναπνεῦσαι τότε δοκεῖν διὰ χρόνου συχνοῦ σιεινομένην τέως, καὶ πλείονα γίγνεσθαι τῆς πρότερον ὥσπερ ἱστίον ἐκπεταννύμενον ἐκπεταννύμενον Basileensis: ἐκτεταννυμένον ἔπειτα κατακούειν ἀμαυρῶς ῥοίζου τινὸς ὑπὲρ κεφαλῆς περιελαυνομένου φωνὴν ἡδεῖαν ἱέντος. ἀναβλέψας δὲ τὴν μὲν γῆν οὐδαμοῦ καθορᾶν, νήσους δὲ λαμπομένας μαλακῷ πυρί, κατʼ ἀλλήλων ἐξαμειβούσας ἄλλην ἄλλοτε χρόαν, ὥσπερ ὥσπερ ] ὥστε ὥσπερ Herwerdenus βαφὴν ἄγειν προσάγειν R τῷ φωτὶ ποικιλλομένῳ κατὰ τὰς μεταβολάς. φαίνεσθαι δὲ πλήθει μὲν ἀναρίθμους μεγέθει δʼ ὑπερφυεῖς, οὐκ ἴσας δὲ πάσας ἀλλʼ ὁμοίως κυκλοτερεῖς· οἴεσθαι δὲ ταύταις τὸν αἰθέρα κύκλῳ φερομέναις ὑπορροιζεῖν lac. 6 E 8 B εἶναι γὰρ ὁμολογουμένην ὁμολογοῦσαν R τῇ τῆς κινήσεως λειότητι τὴν πραότητα τῆς φωνῆς ἐκείνης ἐκ πασῶν συνηρμοσμένης. διὰ μέσου δʼ αὐτῶν θάλασσαν ἢ λίμνην ὑποκεχύσθαι τοῖς χρώμασι διαλάμπουσαν διὰ τῆς γλαυκότητος ἐπιμιγνυμένοις· καὶ τῶν νήσων ὀλίγας μὲν ἐκπλεῖν κατὰ πόρον καὶ διακομίζεσθαι πέραν τοῦ ῥεύματος, ἄλλας δὲ πολλὰς ἐφέλκεσθαι τῇ lac. 8 E 9 B supplet verbis ἀνίσως τε καὶ πλαγίως Amyotus; posteriorum 36 E 22 B verbo ῥύμῃ R σχεδὸν ὑποφερομένας. ὑποφερουμένας R: ὑποφερομένης εἶναι δὲ τῆς θαλάσσης πῆ μὲν πολὺ βάθος κατὰ νότον, μάλιστα δʼ ἀραιὰ τενάγη fort. corr. κατὰ νότον μάιστα, πῆ δ’ ἀραιὰ (vel potius εὐρέα ) τενάγη cett. καὶ βραχέα, πολλαχῆ δὲ καὶ ὑπερχεῖσθαι καὶ ἀπολείπειν ἀπολείπειν *: ἀπολιπεῖν αὖθις αὖθις ] εὐθὺς Holwerda οὐ μεγάλας ἐκβολὰς λαμβάνουσαν, καὶ τῆς τῆς *: τὰς χρόας τὸ μὲν ἄκρατον καὶ πελάγιον, τὸ δʼ οὐ καθαρὸν ἀλλὰ συγκεχυμένον καὶ λιμνῶδες. τῶν· δὲ ῥοθίων τὰς νήσους ἅμα ἅμα ] fort. ἅμα τῷ , ut sit: οὐδὲν δὲ τῶν ῥοθίων ἅμα τῷ περαιουμένας (ita W pro περαινομένας ) τὰς ν. ἐπανάγειν, συνάπτειν ( αὐτὰς ) εἰς ταὐτὸ πέρας τῇ ἀρχῇ περαινομένας ἐπανάγειν οὐδὲν εἰς ταὐτὸ τῇ ἀρχῇ συνάπτειν πέρας οὐδὲ ποιεῖν κύκλον, ἀλλʼ ἡσυχῆ παραλλάσσειν τὰς ἐπιβολὰς ἕλικα ποιούσας μίαν ἐν τῷ περιστρέφεσθαι. τούτων δὲ πρὸς τὸ μέσον μάλιστα τοῦ τοῦ om. BE περιέχοντος καὶ μέγιστον ἐγκεκλίσθαι τὴν θάλασσαν ὀλίγῳ τῶν ὀκτὼ μερῶν τοῦ παντὸς ἔλαττον, ὡς αὐτῷ αὐτῷ Leonicus: αὐτὸ κατεφαίνετο· δύο δʼ αὐτὴν ἔχειν ἀναστομώσεις πυρὸς ἐμβάλλοντας ἐμβάλλοντας *: ἐμβαλόντος ἐναντίους ποταμοὺς δεχομένας, ὡς ὡς ] malim ὥστʼ ἐπὶ πλεῖστον ἀνακοπτομένην κοχλάζειν κοχλάζειν *: κολάζειν καὶ ἀπολευκαίνεσθαι τὴν γλαυκότητα. ταῦτα μὲν οὖν ὁρᾶν τερπόμενος τῇ θέᾳ· κάτω δʼ ἀπιδόντι φαίνεσθαι χάσμα μέγα στρογγύλον οἷον ἐκτετμημένης σφαίρας, φοβερὸν δὲ δεινῶς καὶ βαθύ, πολλοῦ σκότους πλῆρες οὐχ ἡσυχάζοντος ἀλλʼ ἐκταραττομένου καὶ ἀνακλύζοντος πολλάκις· ὅθεν ἀκούεσθαι μυρίας μὲν ὠρυγὰς καὶ στεναγμοὺς ζῴων μυρίων δὲ κλαυθμὸν βρεφῶν καὶ μεμιγμένους ἀνδρῶν καὶ γυναικῶν ὀδυρμούς, ψόφους δὲ παντοδαποὺς καὶ θορύβους ἐκ βάθους πόρρωθεν ἀμυδροὺς ἀναπεμπομένους οἷς οὐ μετρίως αὐτὸς ἐκπεπλῆχθαι. χρόνου δὲ προϊόντος, εἰπεῖν τινα πρὸς αὐτὸν οὐχ ὁρώμενον ὦ Τίμαρχε, τί ποθεῖς πυθέσθαι φράσαι δʼ αὐτὸν ὅτι πάντα, τί γὰρ οὐ θαυμάσιον; ἀλλʼ ἡμῖν φάναι τῶν ἄνω μέτεστι μικρόν· ἄλλων γὰρ θεῶν ἐκεῖνα· τὴν δὲ Φερσεφόνης μοῖραν, ἣν ἡμεῖς διέπομεν, τῶν τεττάρων μίαν οὖσαν ὧν ὧν R: ὡς ἡ Στὺξ ὁρίζει, βουλομένῳ σοι σκοπεῖν πάρεστιν ἐρομένου δʼ αὐτοῦ τίς ἡ Στύξ ἐστιν; ὁδὸς εἰς Ἅιδου φάναι καὶ πρόεισιν ἐξ ἐξ ἐναντίας, αὐτῇ αὐτῇ R: αὐτὴ σχίζουσα τῇ κορυφῇ τὸ φῶς ἀνατείνουσα δʼ, ὡς ὁρᾷς, ἐκ τοῦ Ἅιδου κάτωθεν ᾗ ψαύει περιφερομένη καὶ τοῦ φωτός, ἀφορίζει fort. κάτωθεν ψαύει περιφερομένη τοῦ φωτός, καὶ ἀφορίζει cett. τὴν ἐσχάτην μερίδα τῶν ὅλων. τέσσαρες δʼ εἰσὶν ἀρχαὶ πάντων πάντων ] πάσης BE , ζωῆς μὲν ἡ πρώτη κινήσεως δʼ ἡ δευτέρα γενέσεως δʼ ἡ τρίτη φθορᾶς; δʼ ἡ τελευταία· συνδεῖ δὲ τῇ μὲν δευτέρᾳ τὴν πρώτην Μονὰς κατὰ τὸ ἀόρατον; τὴν δὲ δευτέραν τῇ τρίτῃ Νοῦς καθʼ, ἣλιον, τὴν δὲ τρίτην πρὸς τετάρτην Φύσις κατὰ σελήνην; τῶν δὲ συνδέσμων ἑκάστου Μοῖρα κλειδοῦχος Ἀνάγκης θυγάτηρ κάθηται, τοῦ μὲν πρώτου Ἄτροπος τοῦ δὲ δευτέρου Κλωθώ, τοῦ δὲ πρὸς σελήνην Λάχεσις, περὶ ἣν ἡ καμπὴ τῆς γενέσεως. αἱ μὲν γὰρ ἄλλαι, νῆσοι θεοὺς ἔχουσι σελήνη δὲ δαιμόνων, ἐπιχθονίων οὖσα φεύγει τὴν Στύγα μικρὸν ὑπερφέρουσα· λαμβάνεται δʼ ἅπαξ ἐν μέτροις δευτέροις ἑκατὸν ἑβδομήκοντα ἑπτά· καὶ τῆς Στυγὸς ἐπιφερομένης αἱ ψυχαὶ βοῶσι δειμαίνουσαι πολλὰς γὰρ ὁ Ἅιδης ἀφαρπάζει περιολισθανούσας ἄλλας δʼ ἀνακομίζεται κάτωθεν ἡ σελήνη προσνηχομένας, αἷς εἰς καιρὸν τῆς γενέσεως τῆς γενέσεως ἡ R: ἡ τῆς γενέσεως ἡ τελευτὴ συνέπεσε συνέπεσε *: ἐνεπεσε , πλὴν ὅσαι μιαραὶ καὶ ἀκάθαρτοι ταύτας δʼ ἀστράπτουσα καὶ μυκωμένη φοβερὸν οὐκ ἐᾷ πελάζειν, ἀλλὰ θρηνοῦσαι τὸν ἑαυτῶν πότμον ἀποσφαλλόμεναι φέρονται κάτω πάλιν ἐπʼ ἄλλην γένεσιν, ὡς ὁρᾷς. ἀλλʼ οὐδὲν οὐδὲν ἕτερον ? ὁρῶ τὸν Τίμαρχον εἰπεῖν ἢ πολλοὺς ἀστέρας περὶ τὸ χάσμα παλλομένους, ἑτέρους δὲ καταδυομένους εἰς αὐτό, τοὺς δʼ ᾅττοντας ᾄττοντας R: ἀπόντας αὖ κάτωθεν. αὐτοὺς ἄρα φάναι τοὺς δαίμονας ὁρῶν ἀγνοεῖς. ἔχει γὰρ ὧδε· ψυχὴ πᾶσα νοῦ μετέσχεν, ἄλογος δὲ καὶ ἄνους οὐκ ἔστιν, ἀλλʼ ὅσον ἂν αὐτῆς σαρκὶ μιχθῇ καὶ πάθεσιν, ἀλλοιούμενον τρέπεται καθʼ ἡδονὰς καὶ ἀλγηδόνας εἰς τὸ ἄλογον. μίγνυται δʼ οὐ πᾶσα τὸν αὐτὸν τρόπον· ἀλλʼ αἱ μὲν ὅλαι κατέδυσαν εἰς σῶμα, καὶ διʼ ὅλων ἀναταραχθεῖσαι ἀνακραθεῖσαι W τὸ σύμπαν ὑπὸ παθῶν. διαφέρονται κατὰ τὸν βίον· αἱ δὲ πῆ μὲν ἀνεκράθησαν, πῆ δʼ ἔλιπον ἔξω τὸ καθαρώτατον, οὐκ ἐπισπώμενον ἀλλʼ οἷον ἀκρόπλουν ἐπιψαῦον ἐκ κεφαλῆς τοῦ ἀνθρώπου καθάπερ ἐν βυθῷ δεδυκότος ἄρτημα κορυφαῖον, ὀρθουμένης περὶ αὐτὸ τῆς ψυχῆς ἀνέχον ὅσον ὑπακούει καὶ οὐ κρατεῖται τοῖς πάθεσιν. τὸ μὲν οὖν ὑποβρύχιον ἐν τῷ σώματι φερόμενον ψυχὴ λέγεται· τὸ δὲ φθορᾶς λειφθὲν οἱ πολλοὶ νοῦν καλοῦντες ἐντὸς εἶναι νομίζουσιν αὑτῶν, αὐτῶν W: αὐτῶν ὥσπερ ἐν τοῖς ἐσόπτροις τὰ φαινόμενα κατʼ ἀνταύγειαν οἱ δʼ ὀρθῶς ὑπονοοῦντες, ὡς ἐκτὸς ὄντα δαίμονα προσαγορεύουσι. τοὺς μὲν οὖν ἀποσβέννυσθαι δοκοῦντας ἀστέρας, ὦ Τίμαρχε φάναι τὰς εἰς σῶμα καταδυομένας ὅλας ψυχὰς ὁρᾶν νόμιζε, τοὺς δʼ οἷον ἀναλάμποντας πάλιν καὶ ἀναφαινομένους κάτωθεν, ἀχλύν τινα καὶ ζόφον ὥσπερ πηλὸν ἀποσειομένους, τὰς ἐκ τῶν σωμάτων ἐπαναπλεούσας μετὰ τὸν θάνατον· οἱ δʼ ἄνω διαφερόμενοι δαίμονὲς εἰσι τῶν νοῦν ἔχειν λεγομένων ἀνθρώπων. πειράθητι δὲ κατιδεῖν ἑκάστου τὸν σύνδεσμον, ᾧ ᾧ *: ᾗ τῇ ψυχῇ συμπέφυκε. ταῦτʼ ἀκούσας αὐτὸς αὐτὸς ] add. ἔφη R ἀκριβέστερον προσέχειν καὶ θεᾶσθαι τῶν ἀστέρων ἀποσαλεύοντας τοὺς μὲν ἧττον τοὺς δὲ μᾶλλον, ὥσπερ τοὺς τὰ δίκτυα διασημαίνοντας ἐν τῇ θαλάσσῃ φελλοὺς ὁρῶμεν ἐπιφερομένους· ἐνίους δὲ τοῖς κλωθομένοις ἀτράκτοις ὁμοίως ἐγκατατεταραγμένην καὶ ἀνώμαλον ἕλκοντας, ὁμοίως ἔγκλισιν ( ἄνω κάτω ) τεταραγμένην καὶ ἀνώμ ἔχοντας ? cf. p. 564 a οὐ δυναμένους καταστῆσαι τὴν κίνησιν ἐπʼ εὐθείας. λέγειν δὲ τὴν φωνὴν τοὺς μὲν εὐθεῖαν καὶ τεταγμένην κίνησιν ἔχοντας εὐηνίοις ψυχαῖς χρῆσθαι διὰ τροφὴν καὶ παίδευσιν ἀστείαν, οὐκ ἄγαν οὐκ ἄγαν Turnebus: οὐ κατὰ γαῖαν σκληρὸν καὶ ἄγριον παρεχομέναις τὸ ἄλογον τοὺς δʼ ἄνω καὶ κάτω πολλάκις ἀνωμάλως καὶ τεταραγμένως ἐγκλίνοντας, οἷον ἐκ δεσμοῦ σπαραττομένους, δυσπειθέσι καὶ ἀναγώγοις ἀναγώγοις idem: ἀναλώτοις διʼ ἀπαιδευσίαν ζυγομαχεῖν ἤθεσι, πῆ μὲν κρατοῦντας καὶ περιάγοντας; ἐπὶ δεξιάν, πῆ δὲ καμπτομένους ὑπὸ τῶν παθῶν καὶ συνεφελκομένους τοῖς ἁμαρτήμασιν, εἶτα πάλιν ἀντιτείνοντας καὶ βιαζομένους. τὸν μὲν γὰρ σύνδεσμον οἷα χαλινὸν τῷ ἀλόγῳ τῆς ψυχῆς ἐμβεβλημένον, ὅταν ἀντισπάσῃ, τὴν λεγομένην μεταμέλειαν ἐπάγειν ταῖς ἁμαρτίαις καὶ τὴν ἐπὶ ταῖς ἡδοναῖς, ὅσαι παράνομοι καὶ ἀκρατεῖς, αἰσχύνην, ἀλγηδόνα καὶ πληγὴν οὖσαν ἐνθένδε ἐνθένδε ] ἐνδόθεν (l. ἔνδοθεν ) Herwerdenus τῆς ψυχῆς ὑπὸ τοῦ κρατοῦντος καὶ ἄρχοντος ἐπιστομιζομένης· μέχρι ἂν οὕτω κολαζομένη πειθήνιος γένηται καὶ συνήθης ὥσπερ θρέμμα πρᾶον ἄνευ πληγῆς καὶ ἀλγηδόνος ὑπὸ συμβόλων ὀξέως καὶ σημείων, αἰσθανομένη τοῦ δαίμονος. αὗται μὲν οὖν ὀψέ ποτε καὶ βραδέως ἄγονται καὶ καθίστανται πρὸς τὸ δέον. ἐκ δὲ τῶν εὐηνίων ἐκείνων καὶ καὶ Turnebus κατηκόων εὐθὺς ἐξ ἀρχῆς καὶ γενέσεως τοῦ οἰκείου δαίμονος καὶ τὸ μαντικόν ἐστι καὶ θεοκλυτούμενον γένος· ὧν τὴν Ἑρμοδώρου Ἑρμοδώρου ] Ἑρμότιμος vocatur a Luciano τοῦ Κλαζομενίου ψυχὴν ἀκήκοας δήπουθεν, ὡς ἀπολείπουσα παντάπασι τὸ σῶμα νύκτωρ καὶ μεθʼ ἡμέραν ἐπλανᾶτο πολὺν τόπον, εἶτʼ αὖθις ἐπανῄει, πολλοῖς τῶν μακρὰν λεγομένων καὶ πραττομένων ἐντυχοῦσα καὶ παραγενομένη· μέχρι οὗ τὸ σῶμα, τῆς γυναικὸς προδούσης, λαβόντες οἱ ἐχθροὶ ψυχῆς ἔρημον οἴκοι κατέπρησαν. τοῦτο· μὲν οὖν οὐκ ἀληθές ἐστιν· οὐ γὰρ ἐξέβαινεν ἡ ψυχὴ τοῦ σώματος, ὑπείκουσα δʼ ἀεὶ καὶ χαλῶσα τῷ δαίμονι τὸν σύνδεσμον ἐδίδου περιδρομὴν καὶ περιφοίτησιν, ὥστε πολλὰ συνορῶντα καὶ κατακούοντα τῶν ἐκτὸς εἰσαγγέλλειν. οἱ δʼ ἀφανίσαντες τὸ σῶμα κοιμωμένου μέχρι νῦν δίκην ἐν τῷ ταρτάρῳ τίνουσι. ταῦτα δʼ εἴσῃ φάναι σαφέστερον, ὦ νεανία, τρίτῳ μηνὶ · νῦν δʼ ἄπιθι παυσαμένης δὲ τῆς φωνῆς, βούλεσθαι μὲν αὑτὸν αὐτὸν ] 1. e. se ὁ Τίμαρχος ἔφη θεάσασθαι περιστρέφοντα, τίς ὁ φθεγγόμενος εἴη· σφόδρα δὲ τὴν κεφαλὴν αὖθις ἀλγήσας, καθάπερ βίᾳ συμπιεσθεῖσαν, οὐδὲν ἔτι γιγνώσκειν οὐδʼ αἰσθάνεσθαι τῶν καθʼ ἑαυτόν· εἶτα μέντοι μετὰ μικρὸν ἀνενεγκὼν ὁρᾶν αὑτὸν ἐν Τροφωνίου παρὰ τὴν εἴσοδον, οὗπερ ἐξ ἀρχῆς κατεκλίθη, κείμενον. ὁ μὲν οὖν Τιμάρχου μῦθος οὗτος. ἐπεὶ δʼ ἐλθὼν Ἀθήναζε τρίτῳ μηνὶ μετὰ μετὰ Herwerdenus: κατὰ τὴν γενομένην φωνὴν ἐτελεύτησεν, ἡμεῖς δὲ Σωκράτει θαυμάζοντες ἀπηγγέλλομεν, ἐμέμψατο Σωκράτης ἡμᾶς, ὅτι μὴ ζῶντος ἔτι τοῦ Τιμάρχου διήλθομεν αὐτοῦ γὰρ ἂν ἡδέως ἐκείνου πυθέσθαι · καὶ προσανακρῖναι σαφέστερον. ἀπέχεις, ὦ Θεόκριτε, μετὰ τοῦ λόγου τὸν μῦθον· ἀλλʼ ὅρα μὴ καὶ τὸν ξένον ἡμῖν παρακλητέον ἐπὶ τὴν ζήτησιν οἰκεία γὰρ πάνυ καὶ προσήκουσα θείοις ἀνδράσι. τί δʼ εἶπεν Ἐπαμεινώνδας οὐ συμβάλλεται γνώμην ἀπὸ τῶν αὐτῶν ἀναγόμενος ἡμῖν; καὶ ὁ πατὴρ μειδιάσας τοιοῦτον ἔφη τὸ ἦθος, ὦ ξένε, τὸ τούτου, σιωπηλὸν καὶ πρὸς τοὺς λόγους εὐλαβές, ἄπληστον δὲ τοῦ μανθάνειν καὶ ἀκροᾶσθαι · διὸ καὶ Σπίνθαρος ὁ Ταραντῖνος οὐκ ὀλίγον αὐτῷ συνδιατρίψας ἐνταῦθα χρόνον ἀεὶ δήπου λέγει μηδενί πη τῶν καθʼ ἑαυτὸν ἀνθρώπων ἐντετυχηκέναι μήτε πλείονα γιγνώσκοντι μήτε ἐλάσσονα φθεγγομένῳ. σὺ οὖν ἃ φρονεῖς αὐτὸς δίελθε περὶ τῶν εἰρημένων. ἐγὼ τοίνυν ἔφη τὸν μὲν Τιμάρχου λόγον ὥσπερ ἱερὸν καὶ ἄσυλον ἀνακεῖσθαί φημι τῷ θεῷ χρῆναι θαυμάζω δʼ εἰ τοῖς ὑπὸ Σιμμίου λεγομένοις περὶ περὶ R αὐτοῦ δυσπιστήσουσί τινες, κύκνους μὲν μὲν idem: μὲν γὰρ ἱεροὺς καὶ δράκοντας καὶ κύνας καὶ ἵππους ὀνομάζοντες, ἀνθρώπους δὲ θείους εἶναι καὶ θεοφιλεῖς ἀπιστοῦντες, καὶ ταῦτα τὸν θεὸν οὐ φίλορνιν ἀλλὰ φιλάνθρωπον ἡγούμενοι. καθάπερ οὖν ἀνὴρ φίλιππος οὐ πάντων ὁμοίως ἐπιμέλεται ἐπιμέλεται *: ἐπιμελεῖται τῶν ὑπʼ αὐτὸ τὸ αὐτὸ τὸ ] ταὐτὸ ? γένος, ἀλλʼ ἀεὶ τινʼ ἄριστον ἐξαιρῶν καὶ ἀποκρίνων καθʼ αὑτὸν ἀσκεῖ καὶ τρέφει καὶ ἀγαπᾷ διαφερόντως· οὕτω οὕτω addidi cum Anonymo καὶ ἡμῶν οἱ ὑπὲρ ἡμᾶς, τοὺς βελτίστους οἷον ἐξ ἀγέλης χαράξαντες, ἰδίας τινὸς καὶ περιττῆς παιδαγωγίας ἀξιοῦσι, οὐχ ὑφʼ ἡνίας οὐδὲ ῥυτήρων ἀλλὰ λόγῳ διὰ συμβόλων εὐθύνοντες· ὧν οἱ πολλοὶ καὶ ἀγελαῖοι παντάπασιν ἀπείρως ἔχουσιν. οὐδὲ γὰρ οἱ πολλοὶ κύνες τῶν θηρατικῶν σημείων οὐδʼ οἱ πολλοὶ ἵπποι τῶν ἱππικῶν συνιᾶσιν συνιᾶσιν Stegmannus: συνίασιν ἀλλʼ οἱ μεμαθηκότες, εὐθὺς ἀπὸ σιγμοῦ τοῦ τυχόντος ἢ ποππυσμοῦ τὸ προσταττόμενον αἰσθανόμενοι, ῥᾳδίως εἰς ὃ δεῖ καθίστανται. φαίνεται δὲ γιγνώσκων καὶ Ὅμηρος ἣν λέγομεν διαφορὰν ἡμεῖς· τῶν γὰρ μάντεων οἰωνοπόλους τινὰς καλεῖ καὶ ἱερεῖς, καὶ ἱερεῖς ] del. Holwerda ἑτέρους δὲ τῶν θεῶν αὐτῶν διαλεγομένων συνιέντας καὶ συμφρονοῦντας ἀποσημαίνειν οἴεται τὸ μέλλον, ἐν οἷς λέγει τῶν δʼ Ἕλενος, Πριάμοιο φίλος παῖς, ξύνθετο σύνθετο Homerus H 44 θυμῷ βουλήν, ἥ ῥα θεοῖσιν ἐφήνδανε μητιόωσι καί ὣς γὰρ ἐγὼν ὄπʼ ἄκουσα θεῶν αἰειγενετάων. γενετάων BE id. H 53 ὥσπερ γὰρ τῶν βασιλέων καὶ τῶν στρατηγῶν τὴν διάνοιαν οἱ μὲν ἐκτὸς αἰσθάνονται καὶ γιγνώσκουσι πυρσοῖς τισι καὶ κηρύγμασι καὶ ὑπὸ σαλπίγγων, τοῖς δὲ πιστοῖς καὶ συνήθεσιν αὐτοὶ φράζουσιν· οὕτω τὸ θεῖον ὀλίγοις ἐντυγχάνει διʼ αὑτοῦ καὶ σπανίως, τοῖς δὲ πολλοῖς σημεῖα δίδωσιν, ἐξ ὧν ἡ λεγομένη μαντικὴ συνέστηκε. θεοὶ μὲν γὰρ οὖν ὀλίγων ἀνθρώπων κοσμοῦσι βίον, οὓς ἂν ἄκρως μακαρίους τε καὶ θείους ὡς ἀληθῶς ἀπεργάσασθαι βουληθῶσιν· αἱ δʼ ἀπηλλαγμέναι γενέσεως ψυχαὶ καὶ σχολάζουσαι τὸ λοιπὸν ἀπὸ σώματος, οἷον ἐλεύθεραι πάμπαν ἀφιέμεναι, malim ἀφιειμέναι δαίμονὲς εἰσιν ἀνθρώπων ἐπιμελεῖς καθʼ Ἡσίοδον. Ἡσίοδον ] OD 120 ὡς γὰρ ἀθλητὰς καταλύσαντας ἄσκησιν ὑπὸ γήρως οὐ τελέως ἀπολείπει τὸ φιλότιμον καὶ φιλοσώματον, φιλοσώματον ] φιλάγωνον Emperius praeter necessitatem ἀλλʼ ἑτέρους ἀσκοῦντας ὁρῶντες ἥδονται καὶ παρακαλοῦσι καὶ συμπαραθέουσιν· οὕτως οἱ πεπαυμένοι τῶν περὶ τὸν βίον ἀγώνων διʼ ἀρετὴν ψυχῆς γενόμενοι δαίμονες οὐ παντελῶς ἀτιμάζουσι τἀνταῦθα τἀνταῦθα *: τὰ ἐνταῦθα πράγματα καὶ λόγους καὶ σπουδάς, ἀλλὰ τοῖς ἐπὶ ταὐτὸ γυμναζομένοις τέλος εὐμενεῖς ὄντες καὶ συμφιλοτιμούμενοι πρὸς τὴν ἀρετήν, ἐγκελεύονται καὶ συνεξορμῶσιν, ὅταν ἐγγὺς ἢδη τῆς ἐλπίδος ἁμιλλωμένους καὶ ψαύοντας ὁρῶσιν. οὐ γὰρ οἷς ἔτυχε συμφέρεται τὸ δαιμόνιον· ἀλλʼ οἷον ἐπὶ τῶν νηχομένων ἐν θαλάττῃ τοὺς μὲν πελαγίους ἔτι καὶ πρόσω τῆς γῆς φερομένους οἱ ἐπὶ γῆς ἑστῶτες σιωπῇ θεῶνται μόνον, τοὺς δʼ ἐγγὺς ἤδη παραθέοντες καὶ παρεμβαίνοντες ἅμα καὶ χειρὶ καὶ φωνῇ βοηθοῦντες ἀνασῴζουσιν οὕτως, ὦ lac. 8 E 7 B supplet verbo Σιμμία Amyotus; posteriorem 5 E 11 B ita: ἐᾷ μὲν γὰρ ἡμᾶς ; malim ἐᾷ γὰρ ἡμᾶς τοῦ δαιμονίου ὁ τρόπος ἡμᾶς βαπτιζομένους ὑπὸ τῶν πραγμάτων, καὶ σώματα πολλὰ καθάπερ ὀχήματα ὀχήματα ] σχήματα F. Schmidtius μεταλαμβάνοντας, αὐτοὺς ἐξαμιλλᾶσθαι καὶ μακροθυμεῖν, μακροθυμεῖ R διʼ οἰκείας πειρωμένους ἀρετῆς σῴζεσθαι καὶ τυγχάνειν λιμένος. ἥτις δʼ ἂν ἤδη διὰ μυρίων γενέσεων ἠγωνισμένη μακροὺς ἀγῶνας εὖ καὶ προθύμως ψυχή, τῆς περιόδου συμπεραινομένης κινδυνεύουσα καὶ φιλοτιμουμένη περὶ τὴν ἑκβασιν ἱδρῶτι πολλῷ ἄνω προσφέρηται, ἄνω προσφέρηται ] πρὸς τἄνω φέρηται ? ταύτῃ τὸν οἰκεῖον οὐ νεμεσᾷ δαίμονα βοηθεῖν ὁ θεὸς ἀλλʼ ἀφίησι τῷ προθυμουμένῳ προθυμεῖται δʼ ἄλλος ἄλλην ἀνασῴζειν ἐγκελευόμενος· ἡ δὲ συνακούει διὰ τὸ πλησιάζειν καὶ σῴζεται μὴ πειθομένη δέ, ἀπολιπόντος τοῦ δαίμονος, οὐκ εὐτυχῶς ἀπαλλάσσει. τούτων εἰρημένων, ὁ Ἐπαμεινώνδας ἀποβλέψας εἰς ἐμὲ σοὶ μέν. εἶπεν ὦ Καφεισία, σχεδὸν ὥρα βαδίζειν εἰς τὸ γυμνάσιον ἤδη καὶ μὴ ἀπολείπειν τοὺς συνήθεις ἡμεῖς δὲ Θεάνορος ἐπιμελησόμεθα, διαλύσαντες ὅταν δοκῇ τὴν συνουσίαν κἀγώ ταῦτʼ ἔφην πράττωμεν· ἀλλὰ μικρὸν οἶμαί τι μετʼ ἐμοῦ καὶ Γαλαξιδώρου βούλεταί σοι διαλεχθῆναι οὑτοσὶ οὐτοσὶ *: οὐτοσὶ ὁ Θεόκριτος. ἀγαθῇ τύχῃ εἶπε διαλεγέσθω· καὶ προῆγεν ἀναστὰς εἰς τὸ ἐπικάμπειον τῆς στοᾶς. καὶ ἡμεῖς περισχόντες αὐτὸν ἐπεχειροῦμεν παρακαλεῖν ἐπὶ τὴν πρᾶξιν. ὁ δὲ καὶ τὴν ἡμέραν ἔφη πάνυ σαφῶς εἰδέναι τῆς καθόδου τῶν φυγάδων, καὶ συντετάχθαι μετὰ Γοργίδου τοῖς φίλοις τοῖς φίλοις R: τοὺς φίλους πρὸς τὸν καιρόν· ἀποκτενεῖν δὲ τῶν πολιτῶν ἄκριτον οὐδένα, μὴ μεγάλης ἀνάγκης γενομένης· ἄλλως δὲ καὶ πρὸς τὸ πλῆθος ἁρμόζειν τὸ Θηβαίων εἶναί τινας ἀναιτίους καὶ καθαροὺς τῶν πεπραγμένων, οἳ οἳ W μᾶλλον ἕξουσιν ἀνυπόπτως πρὸς πρὸς R τὸν δῆμον ὡς ἀπὸ τοῦ βελτίστου παραινοῦντες, ἐδόκει ταῦθʼ ἡμῖν. κἀκεῖνος μὲν ἀνεχώρησεν αὖθις ὡς τοὺς περὶ Σιμμίαν· ἡμεῖς δὲ καταβάντες εἰς τὸ γυμνάσιον ἐνετυγχάνομεν τοῖς φίλοις, καὶ διαλαμβάνων ἄλλος ἄλλον ἐν τῷ συμπαλαίειν τὰ μὲν ἐπυνθάνετο τὰ δʼ ἔφραζε καὶ συνετάττετο πρὸς τὴν πρᾶξιν. ἑωρῶμεν δὲ καὶ τοὺς περὶ Ἀρχίαν καὶ Φίλιππον ἀληλιμμένους ἀπιόντας ἐπὶ τὸ δεῖπνον. ὁ γὰρ Φυλλίδας, δεδιὼς μὴ τὸν Ἀμφίθεον προανέλωσιν, εὐθὺς ἀπὸ τῆς Λυσανορίδου προπομπῆς τὸν Ἀρχίαν δεξάμενος δεξάμενος ] δεξιωσάμενος Herwerdenus καὶ περὶ τῆς lac. 7 E Fort. excidit: ὑπάνδρου . cf. Vit. Pelop. c. 9 γυναικός, ἧς ἐπιθυμῶν ἐτύγχανεν, εἰς ἐλπίδας ἐμβαλὼν, ὡς ἀφιξομένης εἰς τὸν πότον, πότον Salmasius: τόπον ἔπεισε πρὸς ῥᾳθυμίαν καὶ ἄνεσιν τραπέσθαι μετὰ τῶν εἰωθότων αὐτῷ συνακολασταίνειν.