<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg109.perseus-grc2" type="edition" xml:lang="grc"><div n="16" subtype="section" type="textpart"><p rend="indent">ταῦτα τἀδελφοῦ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τἀδελφοῦ</foreign>*: <foreign xml:lang="grc">τοῦ
 ἀδελφοῦ</foreign></note> διελθόντος, ὁ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὁ</foreign> R: <foreign xml:lang="grc">ὅσον
 ὁ</foreign></note> Σιμμίας δὶς ἢ τρὶς ἐπινεύσας τῇ κεφαλῇ μέγας
 <q type="unspecified"/> ἔφη μέγας <q>ἀνήρ ἐστιν Ἐπαμεινώνδας τούτου δʼ αἴτιος οὑτοσὶ <pb xml:id="v.3.p.514"/> Πολύμνις, ἐξ ἀρχῆς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐξ ἀρχῆς</foreign>] ante <foreign xml:lang="grc">οὑτοσὶ</foreign> BE</note> τὴν ἀρίστην τροφὴν ἐν
 φιλοσοφίᾳ τοῖς παισὶ παρασκευασάμενος. ἀλλὰ περὶ μὲν τούτων αὐτοὶ
 διαλύεσθε<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὐτοὶ διαλύεσθε</foreign> R: <foreign xml:lang="grc">αὐτὸς
 διαλύεσθαι</foreign></note> πρὸς αὑτούς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὐτούς</foreign>
 idem: <foreign xml:lang="grc">αὐτούς</foreign></note>, ὦ ξένε· τὸν
<milestone n="585e" unit="stephpage" xml:id="stephpage-585e"/> δὲ Λῦσιν ἡμῖν,
 εἰ θέμις ἀκοῦσαι, πότερον ἄρα κινεῖς
<milestone n="5" unit="tlnum"/> ἐκ
 τοῦ τάφου καὶ μετοικίζεις εἰς Ἰταλίαν ἢ καταμένειν ἐνταῦθα παρʼ
 ἡμῖν ἐάσεις εὐμενέσι καὶ φίλοις, ὅταν ἐκεῖ γενώμεθα, συνοίκοις
 χρησόμενον;</q> καὶ ὁ Θεάνωρ ἐπιμειδιάσας <q>ἔοικεν</q> ἔφη <q>Λῦσις,
 ὦ Σιμμία, φιλοχωρεῖν, οὐδενὸς τῶν καλῶν ἐνδεὴς γεγονὼς
<milestone n="10" unit="tlnum"/> διʼ Ἐπαμεινώνδαν. ἔστι γάρ τι γιγνόμενον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">γιγνόμενον</foreign> scripsi cum Stegmanno: <foreign xml:lang="grc">γενόμενον</foreign></note> ἰδίᾳ περὶ τὰς ταφὰς τῶν Πυθαγορικῶν
 ὅσιον, οὗ μὴ τυχόντες οὐ δοκοῦμεν ἀπέχειν τὸ μακαριστὸν καὶ οἰκεῖον
 τέλος. ὡς οὖν ἔγνωμεν ἐκ τῶν ὀνείρων τὴν Λύσιδος τελευτὴν ʽ
 διαγιγνώσκομεν δὲ σημείῳ τινὶ
<milestone n="15" unit="tlnum"/>
<milestone n="585f" unit="stephpage" xml:id="orgpage-585f"/> φαινομένῳ κατὰ τοὺς
 ὕπνους, εἴτε τεθνηκότος εἴτε ζῶντος εἴδωλὸν ἐστιν̓, ἔννοια πολλοῖς
 ἐπεισῆλθεν, ὡς ἐπὶ ξένης ὁ Λῦσις ἄλλως κεκήδευται καὶ κινητέος
 ἐστὶν ἡμῖν ὅπως ἐκεῖ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐκεῖ</foreign>] <foreign xml:lang="grc">οἴκοι</foreign> Holwerda</note> μεταλάχῃ τῶν νομιζομένων. τοιαύτῃ
 δὲ διανοίᾳ παραγενόμενος καὶ πρὸς τὸν
<milestone n="20" unit="tlnum"/>
 τάφον εὐθὺς ὑπὸ τῶν ἐγχωρίων ὁδηγηθείς, ἑσπέρας ἤδη χοὰς ἐχεόμην
 ἀνακαλούμενος τὴν Λύσιδος ψυχὴν κατελθεῖν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κατελθεῖν</foreign>]
 <foreign xml:lang="grc">κάτωθεν ἐλθεῖν</foreign> Herwerdenus</note>
 ἀποθεσπίσουσαν ὡς χρὴ ταῦτα πράσσειν. προϊούσης δὲ τῆς νυκτός, εἶδον
 μὲν οὐδὲν ἀκοῦσαι δὲ φωνῆς ἔδοξα τὰ ἀκίνητα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τἀκίνητα</foreign>?</note> μὴ κινεῖν· ὁσίως γὰρ
<milestone n="25" unit="tlnum"/> ὑπὸ τῶν φίλων κεκηδεῦσθαι τὸ Λύσιδος σῶμα, τὴν <pb xml:id="v.3.p.515"/> δὲ ψυχὴν ἤδη κεκριμένην ἀφεῖσθαι πρὸς ἄλλην
 γένεσιν,
<milestone n="586a" unit="stephpage" xml:id="stephpage-586a"/> ἄλλῳ
 δαίμονι συλλαχοῦσαν. καὶ μέντοι καὶ συμβαλὼν ἕωθεν Ἐπαμεινώνδᾳ καὶ
 τὸν τρόπον ἀκούσας ᾧ θάψειε Λῦσιν, ἐπέγνων ὅτι καλῶς ἄχρι τῶν
<milestone n="5" unit="tlnum"/> ἀπορρήτων πεπαιδευμένος ὑπʼ ἐκείνου
 τἀνδρὸς εἴη καὶ χρῷτο ταὐτῷ δαίμονι πρὸς τὸν βίον, εἰ μὴ κακὸς
 ἐγὼ τεκμήρασθαι τῷ πλῷ τὸν κυβερνήτην. εὐρεῖαι μὲν γὰρ ἀτραποὶ
 βίων, ὀλίγαι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὀλίγαι</foreign>] <foreign xml:lang="grc">λιταί</foreign>? cf.
 p. 964 c</note> δʼ ἃς δαίμονες ἀνθρώπους ἄγουσιν</q> ὁ μὲν οὖν
 Θεάνωρ ταῦτʼ εἰπὼν τῷ
<milestone n="10" unit="tlnum"/>Ἐπαμεινώνδᾳ
 προσέβλεψεν, οἷον ἐξ ὑπαρχῆς ἀναθεώμενος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀναθέμενος</foreign> BE</note> αὐτοῦ τὴν
 φύσιν καὶ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ</foreign> Leonicus</note> τὸ εἶδος. </p></div><div n="17" subtype="section" type="textpart"><p rend="indent">ἐν τούτῳ δʼ ὁ μὲν ἰατρὸς προσελθὼν περιέλυσε τοῦ Σιμμίου τὸν ἐπίδεσμον
 ὡς θεραπεύσων
<milestone n="586b" unit="stephpage" xml:id="stephpage-586b"/> τὸ σῶμα·
 <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">σῶμα</foreign>] <foreign xml:lang="grc">τραῦμα</foreign> R</note> Φυλλίδας
 δʼ ἐπεισελθὼν μεθʼ Ἱπποσθενείδου
<milestone n="15" unit="tlnum"/> καὶ κελεύσας
 ἐμὲ καὶ Χάρωνα καὶ Θεόκριτον ἐξαναστῆναι προσῆγεν εἴς τινα γωνίαν τοῦ
 περιστύλου, σφόδρα τεταραγμένος ὡς διεφαίνετο τῷ προσώπῳ κἀμοῦ <q>μή τι
 καινότερον, ὦ Φυλλίδα, προσπέπτωκεν</q> εἰπόντος, ἐμοὶ <q>μὲν
 οὐδέν</q> ἔφη <q>καινόν,
<milestone n="20" unit="tlnum"/> ὧ Καφεισία·
 καὶ γὰρ προῄδειν καὶ προύλεγον ὑμῖν τὴν Ἱπποσθενείδου μαλακίαν,
 δεόμενος μὴ ἀνακοινοῦσθαι μηδὲ παραλαμβάνειν εἰς τὴν πρᾶξιν.</q> ἐκπλαγέντων δὲ τὸν λόγον ἡμῶν, ὁ Ἱπποσθενείδας <q>μὴ λέγε πρὸς
 θεῶν</q> ἔφη <q>Φυλλίδα, ταῦτα· μηδὲ τὴν
<milestone n="25" unit="tlnum"/>
 προπέτειαν εὐτολμίαν οἰόμενος ἀνατρέψῃς καὶ ἡμῶν καὶ τὴν πόλιν·
 ἀλλʼ ἔασον ἀσφαλῶς, εἴπερ εἵμαρται,
<milestone n="586c" unit="stephpage" xml:id="stephpage-586c"/> κατελθεῖν τοὺς ἄνδρας.</q> καὶ ὁ
 Φυλλίδας παροξυνόμενος· <pb xml:id="v.3.p.516"/> <q>εἰπέ μοι</q> φησίν <q>ὦ Ἱπποσθενείδα, πόσους οἴει μετέχειν τῶν
 ἀπορρήτων εἰς τὴν πρᾶξιν ἡμῖν;</q> <q>ἐγὼ μέν</q> εἶπεν <q>οὐκ ἐλάσσους ἢ τριάκοντα γιγνώσκω.</q> <q>τί οὖν</q> ἔφη <q>τοσούτων τὸ πλῆθος ὄντων,
<milestone n="5" unit="tlnum"/> τὰ πᾶσι δόξαντα μόνος ἀνῄρηκας καὶ διακεκώλυκας ἐκπέμψας
 ἱππέα πρὸς τοὺς ἄνδρας ἤδη καθʼ ὁδὸν ὄντας, ἀναστρέφειν κελεύσας
 καὶ μὴ κατατεῖναι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κατιέναι</foreign> W praeter necessitatem</note> σήμερον,
 ὅτε τῶν πρὸς τὴν κάθοδον αὐτοῖς τὰ πλεῖστα καὶ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ</foreign>] abesse
 malim</note> ταὐτόματον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ταὐτόματον</foreign> *: <foreign xml:lang="grc">τὸ
 αὐτόματον</foreign></note> συμπαρεσκεύασεν.</q> εἰπόντος δὲ ταῦτα
<milestone n="10" unit="tlnum"/> τοῦ Φυλλίδου, πάντες μὲν διεταράχθημεν ὁ
 δὲ
<milestone n="586d" unit="stephpage" xml:id="stephpage-586d"/>Χάρων τῷ
 Ἱπποσθενείδᾳ πάνυ σκληρῶς τὴν ὄψιν ἐνερείσας <q>ὦ μοχθηρέ</q> εἶπεν <q>ἄνθρωπε, τί δέδρακας ἡμᾶς;</q> <q>οὐδέν</q> ἔφη <q>δεινόν</q> ὁ Ἱπποσθενείδας <q>ἐὰν ἀνεὶς τὴν
 τραχύτητα τῆς φωνῆς, ἀνδρὸς ἡλικιώτου
<milestone n="15" unit="tlnum"/> καὶ
 πολιὰς παραπλησίως ἔχοντος λογισμῶν μετάσχῃς. εἰ μὲν γὰρ εὐψυχίαν
 φιλοκίνδυνον ἀποδείξασθαι τοῖς πολίταις καὶ θυμὸν ὀλιγωροῦντα τοῦ βίου
 προῃρήμεθα, Φυλλίδα, πολὺ τὸ τῆς ἡμέρας μῆκος ἔτι· καὶ τὴν ἑσπέραν
 μὴ περιμένωμεν ἀλλʼ ἤδη βαδίζωμεν
<milestone n="20" unit="tlnum"/> ἐπὶ
 τοὺς τυράννους τὰ ξίφη λαβόντες· ἀποκτιννύωμεν, ἀποθνήσκωμεν, ἀφειδῶμεν
 ἑαυτῶν. εἰ δὲ ταῦτα
<milestone n="586e" unit="stephpage" xml:id="stephpage-586e"/> μὲν οὔτε δρᾶσαι χαλεπὸν οὔτε παθεῖν, ἐξελέσθαι δὲ τὰς Θήβας
 ὅπλων, τοσούτων πολεμίων περιεχόντων, καὶ τὴν Σπαρτιατῶν φρουρὰν
 ἀπώσασθαι δυσὶ νεκροῖς
<milestone n="25" unit="tlnum"/> ἢ τρισὶν οὐ
 ῥᾴδιον (οὐδὲ γὰρ τοσοῦτον εἰς τὰ συμπόσια καὶ τὰς ὑποδοχὰς
 παρεσκεύακε Φυλλίδας ἄκρατον, ὥστε τοὺς χιλίους καὶ πεντακοσίους <pb xml:id="v.3.p.517"/> Ἀρχία<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἀρχίᾳ</foreign> an <foreign xml:lang="grc">Ἀρχίου</foreign>?</note> μεθυσθῆναι δορυφόρους ἀλλὰ κἂν ἐκεῖνον
 ἀνέλωμεν, ἐφεδρεύει, τῇ νυκτὶ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τῇ νυκτὶ</foreign>] <foreign xml:lang="grc">πύκτης</foreign> Herwerdenus</note> νήφων Ἡριππίδας<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἡριππίδας</foreign> R: <foreign xml:lang="grc">κριππίδας</foreign>. cf.
 Vit. Pelop. c. 13</note> καὶ Ἄρκεσος), τί σπεύδομεν κατάγειν φίλους
 καὶ οἰκείους ἄνδρας ἐπὶ προῦπτον ὄλεθρον, καὶ τοῦτο
<milestone n="5" unit="tlnum"/> μηδʼ ἀγνοούντων τῶν ἐχθρῶν παντάπασι τὴν κάθοδον;
 διὰ τί γὰρ Θεσπιεῦσι μὲν παρήγγελται τρίτην
<milestone n="586f" unit="stephpage" xml:id="stephpage-586f"/> ἡμέραν ταύτην ἐν τοῖς ὅπλοις εἶναι
 προσέχειν, ὅταν οἱ Σπαρτιατῶν ἡγεμόνες καλῶσιν; Ἀμφίθεον δὲ σήμερον,
 ὡς πυνθάνομαι, μέλλουσιν ἀνακρίναντες,
<milestone n="10" unit="tlnum"/>
 ὅταν Ἀρχίας ἐπανέλθῃ, διαφθερεῖν. οὐ μεγάλα ταῦτα σημεῖα τοῦ μὴ
 λανθάνειν τὴν πρᾶξιν; οὐ κράτιστον ἐπισχεῖν χρόνον οὐχὶ πολὺν ἀλλʼ
 ὅσον ἐξοσιώσασθαι τὰ θεῖα; καὶ γὰρ οἱ μάντεις τῇ Δήμητρι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Δήμητρι</foreign> *: <foreign xml:lang="grc">δημήτρᾳ</foreign></note>
 τὸν βοῦν θύοντες πολὺν θόρυβον καὶ κίνδυνον λέγουσι
<milestone n="15" unit="tlnum"/> δημόσιον ἀποσημαίνειν τὰ ἔμπυρα. καὶ τὸ σοὶ
 πλείστης δεόμενον, ὦ Χάρων, εὐλαβείας, ἐχθὲς ἐξ ἀγροῦ μοι συνοδεύων
 Ὑπατόδωρος ὁ Ἐριάνθους χρηστὸς μὲν ἄλλως καὶ οἰκεῖος ἀνὴρ οὐδὲν
 δὲ τῶν
<milestone n="587a" unit="stephpage" xml:id="stephpage-587a"/> πρασσομένων
<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πρασσομένων</foreign> *: <foreign xml:lang="grc">προεσομένων</foreign></note> συνειδώς, <q>ἔστι σοι</q> φησὶν <q>ὦ
 Ἱπποσθενείδα,
<milestone n="20" unit="tlnum"/>Χάρων ἑταῖρος ἐμοὶ δʼ
 οὐ πάνυ συνήθης ἐὰν οὖν δοκῇ σοι, φράσον αὐτῷ φυλάττεσθαί τινα
 κίνδυνον ἐξ ἐνυπνίου μάλα δυσχεροῦς καὶ ἀτόπου· τῆς γὰρ ἄλλης
 νυκτὸς ᾤμην αὐτοῦ τὴν οἰκίαν ὠδίνειν ὥσπερ κύουσαν αὐτὸν δὲ
 καὶ τοὺς φίλους
<milestone n="25" unit="tlnum"/> συναγωνιῶντας εὔχεσθαι
 καὶ κύκλῳ παρεῖναι τὴν δὲ μυκᾶσθαι καὶ ἀφιέναι φωνάς τινας
 ἀνάρθρους, <pb xml:id="v.3.p.518"/> τέλος δὲ πῦρ λάμψαι πολὺ καὶ δεινὸν
 ἐξ αὐτῆς ἔνδοθεν, ὡς τὰ πλεῖστα τῆς πόλεως φλέγεσθαι τὴν δὲ
 Καδμείαν καπνῷ μόνῳ περιέχεσθαι τὸ δὲ πῦρ ἄνω
<milestone n="587b" unit="stephpage" xml:id="stephpage-587b"/> μὴ ἐπιπολάζειν.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐπιπολάζειν</foreign> Turnebus: <foreign xml:lang="grc">περιπολάζειν</foreign></note>,</q> ἡ μὲν οὖν ὄψις, ὦ Χάρων,
 ἣν ὁ
<milestone n="5" unit="tlnum"/> ἄνθρωπος; διεξῆλθε, τοιαύτη τις ἦν·
 ἐγὼ δὲ καὶ παραχρῆμα κατέδεισα, καὶ πολὺ μᾶλλον ἀκούσας σήμερον ὡς
 εἰς τὴν σὴν οἰκίαν οἱ φυγάδες καταίρειν μέλλουσιν, ἀγωνιῶ, μὴ μεγάλων
 κακῶν ἐμπλήσωμεν ἡμᾶς αὐτοὺς, οὐδὲν ἀξιόλογον τοὺς πολεμίους
 δράσαντες
<milestone n="10" unit="tlnum"/> ἀλλʼ ὅσον διαταράξαντες. τὴν γὰρ
 πόλιν πρὸς ἡμῶν τίθεμαι, τὴν δὲ Καδμείαν ὥσπερ ἐστὶ πρὸς
 ἐκείνων.</q> </p></div><div n="18" subtype="section" type="textpart"><p rend="indent">ὑπολαβὼν δʼ ὁ Θεόκριτος καὶ κατασχὼν τὸν Χάρωνα βουλόμενον εἰπεῖν τι
 πρὸς τὸν Ἱπποσθενείδαν,
<milestone n="15" unit="tlnum"/> <q>ἀλλʼ ἔμοιγʼ</q> εἶπεν ἀπʼ οὐδενὸς οὕτως; <q>οὐδέποτε
<milestone n="587c" unit="stephpage" xml:id="stephpage-587c"/> θαρρῆσαι πρὸς τὴν πρᾶξιν,
 ὦ Ἱπποσθενείδα, παρέστη, καίπερ ἱεροῖς ἀεὶ χρησαμένῳ καλοῖς ὑπὲρ
 τῶν φυγάδων, ὡς ἀπὸ τῆς ὄψεως ταύτης· εἴ γε φῶς μὲν πολὺ καὶ
 λαμπρὸν ἐν τῇ πόλει λέγεις ἐξ οἰκίας
<milestone n="20" unit="tlnum"/>
 φίλης ἀνασχεῖν, καπνῷ δὲ συμμελανθῆναι τὸ τῶν πολεμίων οἰκητήριον,
 οὐδὲν οὐδέποτε δακρύων καὶ ταραχῆς φέροντι κρεῖττον· ἀσήμους δὲ φωνὰς
 ἐκφέρεσθαι παρʼ ἡμῶν, ὥστε κἂν εἴ τις ἐπιχειροίη<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐπιχειροίη</foreign>
 *: <foreign xml:lang="grc">ἐπιχειρῇ</foreign></note> κατηγορεῖν, περιφώνησιν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">περιφώνησιν</foreign> R: <foreign xml:lang="grc">περὶ φωνῆς
 ἵνʼ</foreign></note> ἀσαφῆ καὶ τυφλὴν ὑπόνοιαν ἡ
<milestone n="25" unit="tlnum"/> πρᾶξις λαβοῦσα μόνον ἅμα καὶ φανήσεται καὶ
 κρατήσει<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κρατήσει</foreign> Emperius: <foreign xml:lang="grc">κρατήσῃ</foreign></note>. δυσιερεῖν δέ γε θύοντας εἰκός ἡ γὰρ ἀρχὴ
 <pb xml:id="v.3.p.519"/> καὶ τὸ ἱερεῖον οὐ δημόσιον ἀλλὰ τῶν κρατούντων
 ἐστίν.</q> ἔτι δὲ τοῦ Θεοκρίτου λέγοντος, λέγω πρὸς τὸν
 Ἱπποσθενείδαν <q>τίνα πρὸς τοὺς ἄνδρας ἐξαπέστειλας;
<milestone n="587d" unit="stephpage" xml:id="stephpage-587d"/> εἰ γὰρ οὐ πολὺ προείληφας,
 διωξόμεθα</q> <milestone n="5" unit="tlnum"/>καὶ Ἱπποσθενείδας <q>οὐκ οἶδʼ</q> εἶπεν <q>ὦ Καφεισία ʽ δεῖ γὰρ ὑμῖν τἀληθῆ λέγειν̓, εἰ καταλάβοις ἂν τὸν
 ἄνθρωπον ἵππῳ χρώμενον τῶν ἐν Θήβαις κρατίστῳ· γνώριμος δʼ ὑμῖν ὁ
 ἄνθρωπός<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὁ ἄνθρωπος</foreign>] del. Herwerdenus</note> ἐστι, τῶν
 Μέλωνα ἁρματηλατῶν ἐπιστάτης καὶ διὰ Μέλωνα τὴν πρᾶξιν
<milestone n="10" unit="tlnum"/> ἀπʼ ἀρχῆς συνειδώς.</q> κἀγὼ κατιδὼν τὸν
 ἄνθρωπον <q>ἆρʼ οὐ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὐ</foreign>] <foreign xml:lang="grc">οὖν</foreign> R</note>
 Χλίδωνα λέγεις</q> εἶπον <q>ὦ Ἱπποσθενείδα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὦ
 ἀντισθενείδα</foreign> BE</note>, τὸν κέλητι τὰ Ἡραῖα νικῶντα
 πέρυσιν;</q> <q>ἐκεῖνον μὲν οὖν αὐτόν·</q> ἔφησε. <q>καὶ τίς οὗτος</q> ἔφην <q>ἐστὶν ὁ πρὸς ταῖς αὐλείοις θύραις ἐφεστὼς πάλαι καὶ
<milestone n="15" unit="tlnum"/>
<milestone n="587e" unit="stephpage" xml:id="stephpage-587e"/> προσβλέπων ἡμῖν;</q> ἐπιστρέψας οὖν ὁ Ἱπποσθενείδας Χλίδων <q type="unspecified"/> ἔφη <q>νὴ τὸν Ἡρακλέα·
 φεῦ, μή τι χαλεπώτερον συμβέβηκε;</q> κἀκεῖνος, ὡς εἶδεν ἡμᾶς
 προσέχοντας αὐτῷ, ἀπὸ τῆς θύρας ἡσυχῆ προσῆγε. τοῦ δʼ Ἱπποσθενείδου
 νεύσαντος αὐτῷ καὶ λέγειν κελεύσαντος
<milestone n="20" unit="tlnum"/> εἰς
 ἅπαντας. <gap reason="lost"/>
<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">lac. 36 E 27 B. supplet <foreign xml:lang="grc">ὄντας καλοὺς κἀγαθούς</foreign> Amyotus</note> <q>οἶδʼ</q> ἔφη <q>τοὺς ἄνδρας ἀκριβῶς, Ἱπποσθενείδα καί σε μήτε κατʼ
 οἶκον εὑρὼν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">εὖρον</foreign> BE</note> μήτʼ ἐπʼ ἀγορᾶς δεῦρο πρὸς
 τούτους ἐτεκμαιρόμην
<milestone n="587f" unit="stephpage" xml:id="stephpage-587f"/>
 ἣκειν, καὶ συνέτεινον εὐθύς, ἵνα μηδὲν ἀγνοῆτε τῶν γεγονότων. ὡς
 γὰρ ἐκέλευσας τάχει παντὶ
<milestone n="25" unit="tlnum"/> χρησάμενον ἐπὶ
 τοῦ ὄρους ἀπαντῆσαι τοῖς ἀνδράσιν, εἰσῆλθον οἴκαδε ληψόμενος τὸν
 ἵππον· αἰτοῦντι δὲ <pb xml:id="v.3.p.520"/> μοι τὸν χαλινὸν οὐκ εἶχεν ἡ
 γυνὴ δοῦναι, ἀλλὰ διέτριβεν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">διέτριβεν</foreign> X: <foreign xml:lang="grc">διέτριβον</foreign></note> ἐν τῷ ταμιείῳ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ταμιείῳ</foreign> *: <foreign xml:lang="grc">ταμείῳ</foreign></note> πολὺν χρόνον· ὡς δὲ
 ζητοῦσα καὶ σκευωρουμένη<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">σκευωρουμένη</foreign> R: <foreign xml:lang="grc">σκαιωρουμένη</foreign></note> τὰ ἔνδον, ἱκανῶς ἀπολαύσασά μου, τέλος
 ὡμολόγησε κεχρηκέναι τῷ γείτονι
<milestone n="5" unit="tlnum"/> τὸν
 χαλινὸν ἑσπέρας, αἰτησαμένης αὐτοῦ τῆς γυναικός· ἀγανακτοῦντος ἐμοῦ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐμοῦ</foreign> *: <foreign xml:lang="grc">δ’ ἐμοῦ</foreign></note>
 καὶ κακῶς αὐτὴν λέγοντος,
<milestone n="588a" unit="stephpage" xml:id="stephpage-588a"/> τρέπεται πρὸς δυσφημίας<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δυσθυμίας</foreign> BE</note> ἀποτροπαίους, ἐπαρωμένη κακὰς
 ὁδοὺς κακὰς δʼ ἐπανόδους· ἃ νὴ Δία πάντα τρέψειαν εἰς αὐτὴν
 ἐκείνην οἱ θεοί. τέλος δὲ μέχρι
<milestone n="10" unit="tlnum"/> πληγῶν
 προαχθεὶς ὑπʼ ὀργῆς, εἶτʼ ὄχλου γειτόνων καὶ γυναικῶν συνδραμόντος,
 αἴσχιστα ποιήσας καὶ παθὼν μόλις ἀφῖγμαι πρὸς ὑμᾶς, ὅπως ἄλλον
 ἐκπέμπητε πρὸς τοὺς ἄνδρας, ὡς ἐμοῦ παντάπασιν ἐκστατικῶς ἐν τῷ
 παρόντι καὶ κακῶς ἔχοντος.</q> </p></div><div n="19" subtype="section" type="textpart"><milestone n="15" unit="tlnum"/><p rend="indent">ἡμᾶς δέ τις ἔσχεν ἄτοπος μεταβολὴ τοῦ πάθους. μικρὸν γὰρ ἔμπροσθεν τῷ
 κεκωλῦσθαι δυσχεραίνοντες, πάλιν διὰ τὴν ὀξύτητα τοῦ καιροῦ καὶ τὸ τάχος,
 ὡς οὐκ οὔσης ἀναβολῆς, εἰς ἀγωνίαν ὑπηγόμεθα καὶ φόβον. οὐ μὴν ἀλλʼ
 ἐγὼ προσαγορεύσας
<milestone n="20" unit="tlnum"/>
<milestone n="588b" unit="stephpage" xml:id="stephpage-588b"/> τὸν Ἱπποσθενείδαν καὶ
 δεξιωσάμενος ἐθάρρυνον, ὡς καὶ τῶν θεῶν παρακαλούντων ἐπὶ τὴν πρᾶξιν. ἐκ
 δὲ τούτου Φυλλίδας μὲν ᾤχετο τῆς ὑποδοχῆς ἐπιμελησόμενος, καὶ τὸν
 Ἀρχίαν εὐθὺς ἐνσείσων εἰς τὸν πότον· Χάρων δὲ τῆς οἰκίας<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">lac. 41 E 17 B supplenda vid. cum Amyoto verbis <foreign xml:lang="grc">ὡς δεξομενος τοὺς φυγάδας</foreign></note>
<milestone n="25" unit="tlnum"/> ἐγὼ δὲ καὶ Θεόκριτος πάλιν πρὸς τὸν Σιμμίαν <pb xml:id="v.3.p.521"/> ἐπανήλθομεν, ὅπως τῷ Ἐπαμεινώνδᾳ καιρὸν λαβόντες
 ἐντύχοιμεν. </p></div><div n="20" subtype="section" type="textpart"><p rend="indent">οἱ δʼ ἦσαν πρόσω ζητήσεως οὐκ ἀγεννοῦς νὴ Δίʼ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">νὴ Δίʼ</foreign> R: <foreign xml:lang="grc">ἤδη</foreign></note> ἀλλʼ ἧς ὀλίγον
 ἔμπροσθεν οἱ περὶ Γαλαξίδωρον
<milestone n="5" unit="tlnum"/> καὶ Φειδόλαον
 ἥψαντο, διαποροῦντες τίνος
<milestone n="588c" unit="stephpage" xml:id="stephpage-588c"/> οὐσίας<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τίνος οὐσίας</foreign> Turnebus: <foreign xml:lang="grc">τίς οὐσία</foreign></note> καὶ δυνάμεως εἴη τὸ Σωκράτους λεγόμενον δαιμόνιον.
 ἃ μὲν οὖν πρὸς τὸν Γαλαξιδώρου λόγον ἀντεῖπεν ὁ Σιμμίας οὐκ
 ἠκούσαμεν αὐτὸς δὲ Σωκράτη μὲν ἔφη περὶ τούτων ἐρόμενός ποτε μὴ
<milestone n="10" unit="tlnum"/> τυχεῖν ἀποκρίσεως, διὸ μηδʼ αὖθις ἐρέσθαι
 πολλάκις δʼ αὐτῷ παραγενέσθαι τοὺς μὲν διʼ ὄψεως ἐντυχεῖν θείῳ τινὶ
 λέγοντας ἀλαζόνας ἡγουμένῳ,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἡγούμενον</foreign> BE</note> τοῖς δʼ ἀκοῦσαί τινος φωνῆς φάσκουσι·<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">φασκούσης</foreign> iidem</note>
 προσέχοντι τὸν νοῦν καὶ διαπυνθανομένῳ μετὰ σπουδῆς ὅθεν ἡμῖν
<milestone n="15" unit="tlnum"/> παρίστατο, σκοπουμένοις ἰδίᾳ πρὸς ἀλλήλους,
 ὑπονοεῖν μήποτε τὸ Σωκράτους δαιμόνιον οὐκ ὄψις ἀλλὰ φωνῆς
<milestone n="588d" unit="stephpage" xml:id="stephpage-588d"/> τινος αἴσθησις ἢ λόγου<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἢ λόγου</foreign>] <foreign xml:lang="grc">ἀλόγου</foreign> iidem</note>
 νόησις εἴη, συνάπτοντος ἀτόπῳ τινὶ τρόπῳ πρὸς αὐτόν· ὥσπερ καὶ καθʼ
 ὕπνον οὐκ ἔστι φωνή, λόγων δέ τινων δόξας καὶ
<milestone n="20" unit="tlnum"/> νοήσεις λαμβάνοντες οἴονται φθεγγομένων ἀκούειν, ἀλλὰ τοῖς μὲν
 ὡς ἀληθῶς ὄναρ ἡ τοιαύτη σύνεσις γίγνεται, διʼ ἡσυχίαν καὶ γαλήνην τοῦ
 σώματος, ὅταν καθεύδωσι <gap reason="lost"/>
<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">lac. 19 E 15 B suppleo: <foreign xml:lang="grc">ὅταν δ’ ἐγρηγορότες ὦσι</foreign></note> μόλις ἐπήκοον ἔχουσι τὴν ψυχὴν τῶν
 κρειττόνων καὶ πεπνιγμένοι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πεπνιγμένοι</foreign>  R: <foreign xml:lang="grc">πεπνυμένοι</foreign></note> γε θορύβῳ τῶν
<milestone n="25" unit="tlnum"/>
 παθῶν καὶ περιαγωγῇ τῶν χρειῶν εἰσακοῦσαι καὶ <pb xml:id="v.3.p.522"/>
 παρασχεῖν τὴν διάνοιαν οὐ δύνανται τοῖς δηλουμένοις. Σωκράτει δʼ ὁ νοῦς
 καθαρὸς ὢν καὶ ἀπαθής,
<milestone n="588e" unit="stephpage" xml:id="stephpage-588e"/> τῷ σώματι μικρὰ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μικρὰ</foreign> Basileensis: <foreign xml:lang="grc">μὴ μικρὰ</foreign></note> τῶν ἀναγκαίων χάριν καταμιγνὺς αὑτόν, εὐαφὴς ἦν
 καὶ λεπτὸς ὑπὸ τοῦ προσπεσόντος
<milestone n="5" unit="tlnum"/> ὀξέως
 μεταβαλεῖν · τὸ δὲ προσπῖπτον οὐ φθόγγον ἀλλὰ λόγον ἄν τις εἰκάσειε
 δαίμονος, ἄνευ φωνῆς ἐφαπτόμενον αὐτῷ τῷ δηλουμένῳ τοῦ νοοῦντος
 πληγῇ γὰρ ἡ φωνὴ προσέοικε τῆς ψυχῆς, διʼ ὤτων βίᾳ τὸν λόγον
 εἰσδεχομένης, ὅταν ἀλλήλοις ἐντυγχάνωμεν.
<milestone n="10" unit="tlnum"/> ὁ
 δὲ τοῦ κρείττονος νοῦς ἄγει τὴν εὐφυᾶ ψυχὴν ἐπιθιγγάνων τῷ νοηθέντι
 πληγῆς μὴ δεομένην· ἡ δʼ ἐνδίδωσιν αὐτῷ χαλῶντι καὶ συντείνοντι
<milestone n="588f" unit="stephpage" xml:id="stephpage-588f"/> τὰς ὁρμάς, οὐ
 βιαίους<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">βιαίους</foreign> R: <foreign xml:lang="grc">βιαίως</foreign></note> ὑπὸ παθῶν ἀντιτεινόντων, ἀλλʼ εὐστρόφους καὶ μαλακὰς ὥσπερ
 ἡνίας ἐνδούσας.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐνδούσαις</foreign> BE. <foreign xml:lang="grc">ἐνδόσεις</foreign>?</note>
<milestone n="15" unit="tlnum"/> οὐ δεῖ δὲ θαυμάζειν
 ὁρῶντας τοῦτο μὲν ὑπὸ μικροῖς; οἴαξι μεγάλων περιαγωγὰς ὁλκάδων, τοῦτο
 δὲ τροχῶν κεραμεικῶν δίνησιν ἄκρας<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἄκρας</foreign> Herwerdenus: <foreign xml:lang="grc">ἔκρᾳ</foreign></note> παραψαύσει χειρὸς ὁμαλῶς περιφερομένων·
 ἄψυχα μὲν γὰρ ἀλλʼ ὅμως τροχαλὰ ταῖς κατασκευαῖς ὑπὸ λειότητος
 ἐνδίδωσι
<milestone n="20" unit="tlnum"/> πρὸς τὸ κινοῦν ῥοπῆς γενομένης.
 ψυχὴ δʼ ἀνθρώπου μυρίαις ὁρμαῖς οἷον ὕσπληξιν ἐντεταμένη, μακρῷ πάντων
 ὀργάνων εὐστροφώτατόν ἐστιν, ἄν τις κατὰ λόγον ἅπτηται, ῥοπὴν λαβοῦσα
 πρὸς τὸ
<milestone n="589a" unit="stephpage" xml:id="stephpage-589a"/> νοηθὲν
 κινεῖσθαι ἐνταῦθα γὰρ εἰς τὸ νοοῦν αἱ τῶν
<milestone n="25" unit="tlnum"/>
 παθῶν καὶ ὁρμῶν κατατείνουσιν ἀρχαί· τούτου δὲ σεισθέντος, ἑλκόμεναι
 σπῶσι καὶ συντείνουσι τὸν ἄνθρωπον. ᾗ καὶ μάλιστα τὸ νοηθὲν ἡλίκην
 ἔχει <pb xml:id="v.3.p.523"/> ῥώμην καταμαθεῖν δίδωσιν· ὀστᾶ γὰρ ἀναίσθητα
 καὶ νεῦρα καὶ σάρκες ὑγρῶν περίπλεαι, καὶ βαρὺς ὁ ἐκ τούτων ὄγκος
 ἡσυχάζων καὶ κείμενος, · ἅμα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἅμα</foreign>] <foreign xml:lang="grc">ἀλλ’ ἅμα</foreign></note> τῷ τὴν ψυχὴν ἐν μνηστείᾳ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐν μνηστείᾳ</foreign> (i.e. <foreign xml:lang="grc">μνήμῃ</foreign>)</note> βαλέσθαι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">βαλέσθαι τι</foreign> *: <foreign xml:lang="grc">ἐν νηστείᾳ βαλέσθαι</foreign> contrarium legitur p. 489 c; <foreign xml:lang="grc">ἐν ἀμνηστίᾳ - τίθεσθαι</foreign>. Cf. Plat. Menex. p. 239 c: <foreign xml:lang="grc">ἔτι τ’ ἐστὶν ἐν μνηστείᾳ</foreign> (=<foreign xml:lang="grc">μνήμῃ</foreign>)</note> τι καὶ
 πρὸς αὐτὸ κινῆσαι
<milestone n="5" unit="tlnum"/> τὴν ὁρμήν, ὅλος ἀναστὰς
 καὶ συνταθείς, πᾶσι τοῖς μέρεσιν οἷον ἐπτερωμένος φέρεται πρὸς τὴν
 πρᾶξιν. εἰ δʼ ὁ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">εἰ δ’ ὁ</foreign> W: <foreign xml:lang="grc">οὐδὲ ὁ</foreign>. Apodosis est <foreign xml:lang="grc">οὕτως οὐκ ἂν οἶμαι κἑ</foreign></note> τῆς κινήσεως καὶ συνεντάσεως καὶ παραστάσεως<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">συντάσεως καὶ παρασπάσεως</foreign> R</note>
<milestone n="589b" unit="stephpage" xml:id="stephpage-589b"/> τρόπος χαλεπὸς ἢ παντελῶς
 ἄπορος συνοφθῆναι, καθʼ ὃν ἡ ψυχὴ νοήσασα ἐφέλκεται ταῖς ὁρμαῖς τὸν
<milestone n="10" unit="tlnum"/> ὄγκον, ἀλλʼ ἐν ὅσῳ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀλλ’ ἐν ὅσῳ μάλα</foreign>] corr. vid. <foreign xml:lang="grc">μᾶλλον δ’ ᾖ σῶμα μάλα</foreign></note> μάλα δίχα φωνῆς
 ἐννοηθεὶς κινεῖ λόγος ἀπραγμόνως, οὕτως<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὕτως</foreign>] iungendum cum <foreign xml:lang="grc">δυσπειστως</foreign></note> οὐκ ἂν οἶμαι δυσπείστως
 ἔχοιμεν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἔχοιμεν</foreign> W: <foreign xml:lang="grc">ἔχει μὲν</foreign></note> ὑπὸ νοῦ κρείσσονος νοῦν καὶ ψυχῆς θειοτέρας ἂν ἄγεσθαι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἂν ἄγεσθαι</foreign> W: <foreign xml:lang="grc">ἀγαγέσθαι</foreign></note> θύραθεν
 ἐφαπτομένης ἣν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἣν</foreign> R: <foreign xml:lang="grc">ᾗ</foreign></note> πέφυκεν ἐπαφὴν λόγος ἴσχειν πρὸς λόγον ὥσπερ φῶς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">φῶς</foreign>] <foreign xml:lang="grc">φῶς πρὸς</foreign>?</note>
 ἀνταύγειαν.
<milestone n="15" unit="tlnum"/> τῷ γὰρ ὄντι τὰς μὲν ἀλλήλων
 νοήσεις οἷον ὑπὸ σκότῳ διὰ φωνῆς ψηλαφῶντες γνωρίζομεν· αἱ δὲ τῶν
 δαιμόνων φέγγος ἔχουσαι τοῖς δυναμένοις<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δυναμένοις</foreign>] <foreign xml:lang="grc">δαιμονίοις</foreign> Herwerdenus. <foreign xml:lang="grc">συνεῖναι δυναμένοις</foreign> Stegmannus</note>
<milestone n="589c" unit="stephpage" xml:id="stephpage-589c"/> ἐλλάμπουσιν, οὐ δεόμεναι ῥημάτων οὐδʼ
 ὀνομάτων, οἷς χρώμενοι πρὸς ἀλλήλους; οἱ ἄνθρωποι συμβόλοις
<milestone n="20" unit="tlnum"/> εἴδωλα τῶν νοουμένων καὶ εἰκόνας ὁρῶσιν, αὐτὰ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὐτὰ</foreign>] i. e. <foreign xml:lang="grc">τὰ νοούμενα</foreign></note> δʼ
 οὐ γιγνώσκουσι πλὴν οἷς ἔπεστιν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἔνεστιν</foreign> R: <foreign xml:lang="grc">ἔπεστιν</foreign></note> ἴδιόν τι καὶ <pb xml:id="v.3.p.524"/>
 δαιμόνιον ὥσπερ εἴρηται φέγγος· καίτοι τὸ περὶ τὴν φωνὴν γιγνόμενον
 ἔστιν παραμυθεῖται τοὺς ἀπιστοῦντας· ὁ γὰρ ἀὴρ φθόγγοις ἐνάρθροις
 τυπωθεὶς καὶ γενόμενος διʼ ὅλου λόγος καὶ φωνὴ πρὸς
<milestone n="5" unit="tlnum"/> τὴν ψυχὴν τοῦ ἀκροωμένου περαίνει τὴν νόησιν· ὥστε θαυμάζειν
 οὐκ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὐκ</foreign> Amyotus</note> ἄξιον, εἰ καὶ κατὰ τοῦτο τὸ νοηθὲν ὑπὸ τῶν ἀμεινόνων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀμεινόνων</foreign> Holwerda: <foreign xml:lang="grc">ἀμει</foreign> cum lac. 5 E 3 B</note> ὁ ἀὴρ
 τρεπόμενος διʼ εὐπάθειαν ἐνσημαίνεται τοῖς θείοις καὶ περιττοῖς ἀνδράσι
 τὸν τοῦ νοήσαντος λόγον. ὥσπερ γὰρ αἱ
<milestone n="10" unit="tlnum"/>
<milestone n="589d" unit="stephpage" xml:id="stephpage-589d"/> πληγαὶ τῶν <gap reason="lost"/>
<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">lac. 6 E 8 B. supplent <foreign xml:lang="grc">μεταλλευόντων</foreign> R. <foreign xml:lang="grc">ὑπορυττόντων</foreign> Herwerdenus</note> οντων
 ἀσπίσι χαλκαῖς ἁλίσκονται διὰ τὴν ἀντήχησιν, ὅταν ἐκ βάθους
 ἀναφερόμεναι προσπέσωσι, τῶν δʼ ἄλλων ἀδήλως διεκθέουσαι λανθάνουσιν·
 οὕτως οἱ τῶν δαιμόνων λόγοι διὰ πάντων φερόμενοι μόνοις ἐνηχοῦσι τοῖς
 ἀθόρυβον ἦθος καὶ
<milestone n="15" unit="tlnum"/> νήνεμον ἔχουσι τὴν
 ψυχὴν, οὓς δὴ καὶ ἱεροὺς καὶ δαιμονίους ἀνθρώπους καλοῦμεν. οἱ δὲ
 πολλοὶ καταδαρθοῦσιν οἴονται τὸ δαιμόνιον ἀνθρώποις ἐπιθειάζειν· εἰ δʼ
 ἐγρηγορότας καὶ καθεστῶτας ἐν τῷ φρονεῖν ὁμοίως κινοῦσι, θαυμαστὸν
 ἡγοῦνται καὶ ἄπιστον·
<milestone n="20" unit="tlnum"/> ὥσπερ ἂν εἴ τις
 οἴοιτο, τὸν μουσικὸν ἀνειμένῃ τῇ λύρᾳ χρώμενον, ὅταν συστῇ τοῖς
 τόνοις ἢ καθαρμοσθῇ,
<milestone n="589e" unit="stephpage" xml:id="stephpage-589e"/>
 μὴ ἅπτεσθαι μηδὲ χρῆσθαι. τὸ γὰρ αἴτιον οὐ συνορῶσι, τὴν ἐν αὐτοῖς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὐτοὶς</foreign> *: <foreign xml:lang="grc">αὐτοῖς</foreign></note>
 ἀναρμοστίαν καὶ ταραχήν, ἧς ἀπήλλακτο<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀπήλλακτο</foreign> R: <foreign xml:lang="grc">ἀπήλλακται</foreign></note> Σωκράτης ὁ ἑταῖρος ἡμῶν ὥσπερ
<milestone n="25" unit="tlnum"/> ὁ δοθεὶς ἔτι παιδὸς ὄντος αὐτοῦ τῷ
 πατρὶ χρησμὸς <pb xml:id="v.3.p.525"/> ἀπεθέσπισεν ἐᾶν γὰρ αὐτὸν ἐκέλευσεν ὅ
 τι ἂν ἐπὶ νοῦν ἴῃ πράττειν, καὶ μὴ βιάζεσθαι μηδὲ παράγειν ἀλλʼ
 ἐφιέναι τὴν ὁρμὴν τοῦ παιδός, εὐχόμενον ὑπὲρ αὐτοῦ Διὶ ἀγοραίῳ καὶ
 Μούσαις, τὰ δʼ ἄλλα μὴ
<milestone n="5" unit="tlnum"/>
<milestone n="589f" unit="stephpage" xml:id="stephpage-589f"/> πολυπραγμονεῖν περὶ
 Σωκράτους, ὡς κρείττονα δήπουθεν ἔχοντος ἐν αὑτῷ μυρίων διδασκάλων καὶ
 παιδαγωγῶν ἡγεμόνα πρὸς τὸν βίον. </p></div></div></body></text></TEI>